← 爱比克泰德

谈话录

§1.9.16-1.9.34

等待神的召唤与心灵的自足

爱比克泰德指出真正的教师应当教导学生等待神的信号而非轻率弃世,并援引苏格拉底与自立之人的事例,说明自由的心灵应当自足而不应卑屈地依附他人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.9.16

ἐμὲ δʼ ἐν τῷδε λέγειν1 ὅτι ἄνθρωποι, ἐκδέξασθε τὸν θεόν. ὅταν ἐκεῖνος σημήνῃ καὶ ἀπολύσῃ ὑμᾶς ταύτης τῆς ὑπηρεσίας, τότʼ ἀπολύεσθε πρὸς αὐτόν· ἐπὶ δὲ τοῦ παρόντος ἀνάσχεσθε ἐνοικοῦντες ταύτην τὴν χώραν, εἰς ἣν ἐκεῖνος ὑμᾶς ἔταξεν.

而我当时本应当说: “人们啊,等待神吧。当祂发出信号并解除你们的这一职务时,那时你们再前往祂那里;但在目前,请忍耐着居住在祂所安置你们的这一阵地中。

§1.9.17

ὀλίγος ἄρα χρόνος οὗτος ὁ τῆς οἰκήσεως καὶ ῥᾴδιος τοῖς οὕτω διακειμένοις. ποῖος γὰρ ἔτι τύραννος ἢ ποῖος κλέπτης ἢ ποῖα δικαστήρια φοβερὰ τοῖς οὕτως παρʼ οὐδὲν πεποιημένοις τὸ σῶμα καὶ τὰ τούτου κτήματα; μείνατε, μὴ ἀλογίστως ἀπέλθητε.

因此,对于这样心态的人来说,这居住的时间是短暂的,也是容易度过的。因为对于把肉体及其财物如此视若无物的人来说,还有什么僭主,或者什么窃贼,或者什么法庭是可怕的呢?留下来吧,不要轻率地离去!”

§1.9.18

τοιοῦτόν τι ἔδει γίνεσθαι παρὰ τοῦ παιδευτοῦ πρὸς τοὺς εὐφυεῖς τῶν νέων.

这才是教育者面对青年中天资优秀者本该做出的事情。

§1.9.19

νῦν δὲ τί γίνεται; νεκρὸς μὲν ὁ παιδευτής, νεκροὶ δʼ ὑμεῖς. ὅταν χορτασθῆτε σήμερον, κάθησθε κλάοντες περὶ τῆς αὔριον, πόθεν φάγητε.

但如今又如何呢?教育者是具死尸,你们也是死尸。当你们今天吃饱了,你们就坐着为明天哭泣,担忧从何处得食。

§1.9.20

ἀνδράποδον, ἂν σχῇς, ἕξεις· ἂν μὴ σχῇς, ἐξελεύσῃ· ἤνοικται ἡ θύρα. τί πενθεῖς; ποῦ ἔτι τόπος δακρύοις; τίς ἔτι κολακείας ἀφορμή; διὰ τί ἄλλος ἄλλῳ φθονήσει; διὰ τί πολλὰ κεκτημένους θαυμάσει ἢ τοὺς ἐν δυνάμει τεταγμένους, μάλιστʼ ἂν καὶ ἰσχυροὶ ὦσιν καὶ ὀργίλοι;

奴才,你若能得到,你便会有;你若得不到,你便走出去:门已经打开了。你哀悼什么?哪里还有流泪的余地?哪里还有谄媚的借口?为何一人要嫉妒另一人?为何要赞叹那些拥有众多财产的人,或者那些位居权势之位的人,尤其是当他们既强横又易怒之时?

§1.9.21

τί γὰρ ἡμῖν ποιήσουσιν; ἃ δύνανται ποιῆσαι, τούτων οὐκ ἐπιστρεψόμεθα·2 ὧν ἡμῖν μέλει, ταῦτα οὐ δύνανται. τίς οὖν ἔτι ἄρξει τοῦ οὕτως διακειμένου;

因为他们究竟能对我们做些什么呢?他们能做的事,我们毫不理会;我们所关心的事,他们无能为力。那么,谁还能统治一个具有如此心态的人呢?

§1.9.22

πῶς Σωκράτης εἶχεν πρὸς ταῦτα; πῶς γὰρ ἄλλως ἢ ὡς ἔδει τὸν πεπεισμένον ὅτι ἐστὶ τῶν θεῶν συγγενής;

苏格拉底在这些事情上态度如何?除了展现出合乎一个确信自己是诸神亲眷之人该有的态度之外,还能是怎样的呢?

§1.9.23

ἄν μοι λέγητε, φησίν, νῦν ὅτι ἀφίεμέν σε ἐπὶ τούτοις, ὅπως μηκέτι διαλέξῃ τούτους τοὺς λόγους οὓς μέχρι νῦν διελέγου μηδὲ παρενοχλήσεις ἡμῶν τοῖς νέοις μηδὲ τοῖς γέρουσιν, ἀποκρινοῦμαι ὅτι γελοῖοί ἐστε, οἵτινες ἀξιοῦτε, εἰ μέν με ὁ στρατηγὸς ὁ ὑμέτερος ἔταξεν εἴς τινα τάξιν, ὅτι ἔδει με τηρεῖν αὐτὴν καὶ φυλάττειν καὶ μυριάκις πρότερον αἱρεῖσθαι ἀποθνῄσκειν ἢ ἐγκαταλιπεῖν αὐτήν, εἰ δʼ ὁ θεὸς ἔν τινι χώρᾳ καὶ ἀναστροφῇ κατατέταχεν, ταύτην δʼ ἐγκαταλιπεῖν δεῖ ἡμᾶς.

他说:“如果你们现在对我说:‘我们依此条件释放你,只要你不再进行直到如今一直在进行的那些谈话,也不再骚扰我们的年轻人或老年人’,我将回答说:‘你们是可笑的,你们竟认为:如果你们的将领将我安置在某个岗位,我便应当守卫它,并且宁可死上一万次也不愿放弃它;但如果神将我们安置在某个阵地和生活方式中,我们反倒必须放弃它!’”

§1.9.25

τοῦτʼ ἔστιν ἄνθρωπος ταῖς ἀληθείαις συγγενὴς τῶν θεῶν.

这才是真正与诸神同族的凡人。

§1.9.26

ἡμεῖς οὖν ὡς κοιλίαι, ὡς ἔντερα, ὡς αἰδοῖα, οὕτω περὶ αὑτῶν διανοούμεθα, ὅτι φοβούμεθα, ὅτι ἐπιθυμοῦμεν· τοὺς εἰς ταῦτα συνεργεῖν δυναμένους κολακεύομεν, τοὺς αὐτοὺς τούτους δεδοίκαμεν.

然而我们却把自己看作肚腹、看作肠道、看作生殖器,正因为我们恐惧,因为我们贪欲;我们谄媚那些能在这类事情上给予协助的人,而我们所畏惧的也正是这同一些人。

§1.9.27

ἐμέ τις ἠξίωκεν ὑπὲρ αὐτοῦ γράψαι εἰς τὴν Ῥώμην ὡς ἐδόκει τοῖς πολλοῖς ἠτυχηκὼς καὶ πρότερον μὲν ἐπιφανὴς ὢν καὶ πλούσιος, ὕστερον δʼ ἐκπεπτωκὼς ἁπάντων καὶ διάγων ἐνταῦθα.

曾有人请求我代他写信到罗马去,他在众人看来遭遇了不幸,从前显赫而富有,后来却失尽一切并生活在本地。

§1.9.28

κἀγὼ ἔγραψα ὑπὲρ αὐτοῦ ταπεινῶς. ὁ δʼ ἀναγνοὺς τὴν ἐπιστολὴν ἀπέδωκέν μοι αὐτὴν καὶ ἔφη ὅτι ἐγὼ βοηθηθῆναί τι ὑπὸ σοῦ ἤθελον, οὐχὶ ἐλεηθῆναι· κακὸν δέ μοι οὐθέν ἐστιν.

而我以卑微的语调代他写了信。但他读了信后,把信退还给我并说道:“我是希望能从你那里得到某种帮助,而不是被怜悯;我并未遭遇任何恶事。”

§1.9.29

οὕτως καὶ Ῥοῦφος πειράζων μʼ εἰώθει λέγειν συμβήσεταί σοι τοῦτο καὶ τοῦτο ὑπὸ τοῦ δεσπότου.

鲁福斯在考验我时,也同样常说:“你的主人将把这事和那事加于你。”

§1.9.30

κἀμοῦ πρὸς αὐτὸν ἀποκριναμένου ὅτι ἀνθρώπινα τί οὖν ἔτι ἐκεῖνον παρακαλῶ παρὰ σοῦ αὐτὰ λαβεῖν δυνάμενος;

而我回答他说:“这不过是人事罢了。”[他便说:]“那么,既然我能从你这里得到这些,为何还要去恳求那个人呢?”

§1.9.31

τῷ γὰρ ὄντι, ὃ ἐξ αὑτοῦ τις ἔχει, περισσὸς καὶ μάταιος παρʼ ἄλλου λαμβάνων.3

因为实际上,一个人从自身拥有的东西,若再从别人那里获取,便是多余而愚蠢的。

§1.9.32

ἐγὼ οὖν ἔχων ἐξ ἐμαυτοῦ λαβεῖν τὸ μεγαλόψυχον καὶ γενναῖον, ἀγρὸν παρὰ σοῦ λάβω καὶ ἀργύριον ἢ ἀρχήν τινα; μὴ γένοιτο. οὐχ οὕτως ἀναίσθητος ἔσομαι τῶν ἐμῶν κτημάτων.

那么,我既然能从自身获得宽宏与高贵,难道还要从你那里获取田产、金钱或某种官职吗?绝不至于此!我对自己的财富绝不会如此麻木不仁。

§1.9.33

ἀλλʼ ὅταν τις ᾖ δειλὸς καὶ ταπεινός, ὑπὲρ τούτου τί ἄλλο ἢ ἀνάγκη γράφειν ἐπιστολὰς ὡς ὑπὲρ νεκροῦ τὸ πτῶμα ἡμῖν χάρισαι τοῦ δεῖνος καὶ ξέστην αἱματίου;

但是,当某人胆怯而卑劣时,为了他,除了不得不像替死人那样写信之外,还能怎样呢:“请把某某人的尸首和一品脱薄血赐予我们吧”?

§1.9.34

τῷ γὰρ ὄντι πτῶμα ὁ τοιοῦτός ἐστι καὶ ξέστης αἱματίου, πλέον δʼ οὐδέν. εἰ δʼ ἦν πλέον τι, ᾐσθάνετʼ ἄν, ὅτι ἄλλος διʼ ἄλλον οὐ δυστυχεῖ.

因为实际上,这样的人正是一具尸首和一品脱薄血,此外再无其他。但如果他还有些别的什么,他就会觉察到:一个人绝不会因别人而陷入不幸。

语法注3 条
  1. 1.9.16ἐμὲ δʼ ἐν τῷδε λέγειν

    由前节中的非人称动词 ἔδει 统领的带不定式的宾格结构;前文的 ὑμᾶς μὲν ἔρχεσθαι λέγοντας(“你们前来并说道……”)与此处 ἐμὲ δὲ... λέγειν(“而我本应当说……”)通过 μέν...δέ 构成平行的对比关系。

  2. 1.9.21τούτων οὐκ ἐπιστρεψόμεθα

    动词 ἐπιστρέφομαι(理会、关注)支配属格补足语(τούτων)。关系从句 ἃ δύνανται ποιῆσαι(“他们能做的事”)为属格指示代词 τούτων 的先行成分。

  3. 1.9.31περισσὸς καὶ μάταιος παρʼ ἄλλου λαμβάνων

    用人称结构(personal construction)代替了常见的非人称结构(περισσόν ἐστι... λαμβάνειν)。形容词 περισσός 与 μάταιος 采用主格与隐含的主语一致,分词 λαμβάνων 充当限定或条件成分,意为“从他人那里获取之人是多余而愚蠢的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:1.9.16-1.9.34