- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:1.9.1-1.9.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
爱比克泰德论证了人认识到自己与神的亲缘关系并作为世界公民的自觉能使人摆脱恐惧与忧伤;他指出哲学教师所面临的真正挑战并非防止学生的自卑,而是制止青年因厌弃肉体束缚而贸然寻求解脱、意图舍弃生命的冲动。
εἰ ταῦτά ἐστιν ἀληθῆ τὰ περὶ τῆς συγγενείας τοῦ θεοῦ καὶ ἀνθρώπων λεγόμενα ὑπὸ τῶν φιλοσόφων, τί ἄλλο ἀπολείπεται τοῖς ἀνθρώποις ἢ τὸ τοῦ Σωκράτους, μηδέποτε πρὸς τὸν πυθόμενον ποδαπός ἐστιν εἰπεῖν ὅτι Ἀθηναῖος ἢ Κορίνθιος, ἀλλʼ ὅτι κόσμιος;
如果哲学家们关于神与人的亲缘关系的说法是真实的,那么留给人们的除了苏格拉底的做法之外,还能有什么呢?那就是当有人问他是哪里人时,决不说自己是雅典人或科林斯人,而说自己是世界公民。
διὰ τί γὰρ λέγεις Ἀθηναῖον εἶναι σεαυτόν, οὐχὶ δʼ ἐξ ἐκείνης μόνον τῆς γωνίας, εἰς ἣν ἐρρίφη γεννηθέν σου τὸ σωμάτιον;
因为你为何说自己是雅典人,而不说仅仅来自你出生时你那渺小的肉体所被抛入的那个角落呢?
ἢ δῆλον ὅτι ἀπὸ τοῦ κυριωτέρου καὶ περιέχοντος οὐ μόνον αὐτὴν ἐκείνην τὴν γωνίαν, ἀλλὰ καὶ ὅλην σου τὴν οἰκίαν καὶ ἁπλῶς ὅθεν σου τὸ γένος τῶν προγόνων εἰς σὲ κατελήλυθεν ἐντεῦθέν ποθεν καλεῖς σεαυτὸν Ἀθηναῖον καὶ Κορίνθιον;
抑或显然是,你是根据那更为根本,且不仅包容了那角落本身、也包容了你整个屋舍乃至简言之你祖先的血脉传至你身上的发源地之处,才从那样的整体出发称自己为雅典人或科林斯人的吗?
ὁ τοίνυν τῇ διοικήσει τοῦ κόσμου παρηκολουθηκὼς καὶ μεμαθηκώς, ὅτι τὸ μέγιστον καὶ κυριώτατον καὶ περιεκτικώτατον πάντων τοῦτό ἐστι τὸ σύστημα τὸ ἐξ ἀνθρώπων καὶ θεοῦ, ἀπʼ ἐκείνου δὲ τὰ σπέρματα καταπέπτωκεν οὐκ εἰς τὸν πατέρα τὸν ἐμὸν μόνον οὐδʼ εἰς τὸν πάππον, ἀλλʼ εἰς ἅπαντα μὲν τὰ ἐπὶ γῆς γεννώμενά τε καὶ φυόμενα, προηγουμένως δʼ εἰς τὰ λογικά, ὅτι κοινωνεῖν μόνον ταῦτα πέφυκεν τῷ θεῷ τῆς συναναστροφῆς κατὰ τὸν λόγον ἐπιπεπλεγμένα, διὰ τί μὴ εἴπῃ1 αὑτὸν κόσμιον; διὰ τί μὴ υἱὸν τοῦ θεοῦ; διὰ τί δὲ φοβηθήσεταί τι τῶν γιγνομένων ἐν ἀνθρώποις;
因此,一个理解了宇宙的治理、并认识到由人与神构成的这一体系乃是万物中最大、最根本且最包罗万象的人,认识到从神那里播撒下的种子不仅落在我父亲或祖父身上,而且落在大地上所有出生与生长的万物身上,尤其是落在理性存在者身上——因为只有这些存在者在天性上能够通过理性与神相交织从而分享与神的相处交往——这样的人为何不说自己是世界公民呢?为何不说自己是神的儿子呢?他又为何要害怕人间所发生的任何事情呢?
ἀλλὰ πρὸς μὲν τὸν Καίσαρα ἡ συγγένεια ἢ ἄλλον τινὰ τῶν μέγα δυναμένων ἐν Ῥώμῃ ἱκανὴ παρέχειν ἐν ἀσφαλείᾳ διάγοντας2 καὶ ἀκαταφρονήτους καὶ δεδοικότας μηδʼ ὁτιοῦν, τὸ δὲ τὸν θεὸν ποιητὴν ἔχειν καὶ πατέρα καὶ κηδεμόνα οὐκέτι ἡμᾶς ἐξαιρήσεται λυπῶν καὶ φόβων;
然而,与凯撒或罗马其他握有大权之人的亲缘关系,便足以使人生活在安全之中、免遭轻侮且无所畏惧,难道把神作为造物主、父亲与监护人,反而不能再将我们从悲伤与恐惧中解救出来吗?
— καὶ πόθεν φάγω, φησίν, μηδὲν ἔχων; — καὶ πῶς οἱ δοῦλοι, πῶς οἱ δραπέται, τίνι πεποιθότες ἐκεῖνοι ἀπαλλάττονται τῶν δεσποτῶν; τοῖς ἀγροῖς. ἢ τοῖς οἰκέταις ἢ τοῖς ἀργυρώμασιν; οὐδενί, ἀλλʼ ἑαυτοῖς· καὶ ὅμως οὐκ ἐπιλείπουσιν αὐτοὺς τροφαί.
有人说:“可是,若我一无所有,从何处获得食物呢?”那么奴隶们,逃奴们又是凭什么离开主人呢?他们是倚仗田产,倚仗仆役,还是倚仗银器呢?哪样都不倚仗,而只倚仗他们自己;然而食物未尝离他们而去。
τὸν δὲ φιλόσοφον ἡμῖν δεήσει ἄλλοις θαρροῦντα καὶ ἐπαναπαυόμενον ἀποδημεῖν καὶ μὴ ἐπιμελεῖσθαι αὐτὸν αὑτοῦ καὶ τῶν θηρίων τῶν ἀλόγων εἶναι χείρονα καὶ δειλότερον, ὧν ἕκαστον αὐτὸ αὑτῷ ἀρκούμενον οὔτε τροφῆς ἀπορεῖ τῆς οἰκείας οὔτε διεξαγωγῆς τῆς καταλλήλου καὶ κατὰ φύσιν;
难道我们的哲学家反倒必须依靠他人、仰仗他人外出,而不照管自己,甚至比无理性的野兽更加卑劣和胆怯吗?那些野兽每一种都能自足,既不缺乏各自适宜的食物,也不缺乏合宜且顺应本性的生活方式。
ἐγὼ μὲν οἶμαι, ὅτι ἔδει καθῆσθαι τὸν πρεσβύτερον ἐνταῦθα οὐ τοῦτο μηχανώμενον, ὅπως μὴ ταπεινοφρονήσητε μηδὲ ταπεινοὺς μηδʼ ἀγεννεῖς τινας διαλογισμοὺς διαλογιεῖσθε αὐτοὶ περὶ ἑαυτῶν, ἀλλὰ μή τινες ἐμπίπτωσιν τοιοῦτοι νέοι, οἳ ἐπιγνόντες τὴν πρὸς τοὺς θεοὺς συγγένειαν καὶ ὅτι δεσμά τινα ταῦτα προσηρτήμεθα τὸ σῶμα3 καὶ τὴν κτῆσιν αὐτοῦ καὶ ὅσα τούτων ἕνεκα ἀναγκαῖα ἡμῖν γίνεται εἰς οἰκονομίαν καὶ ἀναστροφὴν τὴν ἐν τῷ βίῳ, ὡς βάρη τινὰ καὶ ἀνιαρὰ καὶ ἄχρηστα ἀπορρῖψαι θέλωσιν καὶ ἀπελθεῖν πρὸς τοὺς συγγενεῖς.
依我看来,坐在这里的年长者不应当费尽心机去防止你们自视低下、或者在心中对自己产生卑劣与低贱的念头,而应当提防不要出现这样的青年:他们一旦认识到自己与诸神的亲缘关系,认识到肉体及其财产以及因肉体而在生活照料与日常交际中对我们成为必需的一切都不过是附加在我们身上的某种锁链,便想把它们当作沉重、痛苦且无用的负担彻底抛弃,回到他们的同类那里去。
καὶ τοῦτον ἔδει τὸν ἀγῶνα ἀγωνίζεσθαι τὸν διδάσκαλον ὑμῶν καὶ παιδευτήν, εἴ τις ἄρα ἦν· ὑμᾶς μὲν ἔρχεσθαι λέγοντας Ἐπίκτητε, οὐκέτι ἀνεχόμεθα μετὰ τοῦ σωματίου τούτου δεδεμένοι καὶ τοῦτο τρέφοντες καὶ ποτίζοντες καὶ ἀναπαύοντες καὶ καθαίροντες, εἶτα διʼ αὐτὸ συμπεριφερόμενοι τοῖσδε καὶ τοῖσδε.
如果你们真有一位教师和教导者的话,这才是他应当投入战斗的竞技:一方面是你们跑来说: “爱比克泰德,我们再也无法忍受被束缚在这具渺小的肉体上,喂养它、给它水喝、让它休息、替它清洗,随后又为了它而去与这样那样的人周旋。
οὐκ ἀδιάφορα ταῦτα καὶ οὐδὲν πρὸς ἡμᾶς καὶ ὁ θάνατος οὐ κακόν; καὶ συγγενεῖς τινες τοῦ θεοῦ ἐσμεν κἀκεῖθεν ἐληλύθαμεν;
难道这些不是无差别的、对我们毫无干涉的事物,难道死亡不是一种非恶吗?难道我们不是神的某种亲眷,不是从那里而来的吗?
ἄφες ἡμᾶς ἀπελθεῖν ὅθεν ἐληλύθαμεν, ἄφες λυθῆναί ποτε τῶν δεσμῶν τούτων τῶν ἐξηρτημένων καὶ βαρούντων.
放我们回到我们来的地方去吧,让我们最终摆脱这些系在我们身上、压迫着我们的锁链吧。
ἐνταῦθα λῃσταὶ καὶ κλέπται καὶ δικαστήρια καὶ οἱ καλούμενοι τύραννοι δοκοῦντες ἔχειν τινὰ ἐφʼ ἡμῖν ἐξουσίαν διὰ τὸ σωμάτιον καὶ τὰ τούτου κτήματα. ἄφες δείξωμεν4 αὐτοῖς, ὅτι οὐδενὸς ἔχουσιν ἐξουσίαν·
在这里有强盗、小偷、法庭,以及那些自以为因这具渺小的肉体及其财物便对我们拥有某种权力的所谓僭主。让我们向他们证明,他们对任何事物都毫无权力!”
- 1.9.4ὁ τοίνυν τῇ διοικήσει τοῦ κόσμου παρηκολουθηκὼς καὶ μεμαθηκώς... διὰ τί μὴ εἴπῃ
句首带定冠词的完成时分词短语 ὁ ... παρηκολουθηκὼς καὶ μεμαθηκώς 充当主语,其后承接长大的 ὅτι 宾语从句及解释性的从属从句,最终落实到修辞性疑问句的主动词 διὰ τί μὴ εἴπῃ。骨架结构为:“那理解了……的人,为何不说……?”主语与谓语之间被长距离分隔。
- 1.9.7ἱκανὴ παρέχειν ἐν ἀσφαλείᾳ διάγοντας
形容词 ἱκανή 支配不定式 παρέχειν,宾格分词 διάγοντας 充当泛指的逻辑主语(或宾语),表示“足以使人们生活在安全之中”。
- 1.9.11δεσμά τινα ταῦτα προσηρτήμεθα τὸ σῶμα
完成时中被动态动词 προσηρτήμεθα 带有双重宾格(或同位/补足语宾格),即 δεσμά τινα ταῦτα 与 τὸ σῶμα,表示“我们被附加上了这些作为某种锁链的事物,即肉体”。
- 1.9.15ἄφες δείξωμεν
祈使语气 ἄφες 后直接接第一人称复数虚拟语气 δείξωμεν,是希腊化时期常见的口语/习用结构,表达允许或劝勉(“让我们证明/展示”)。
