← 爱比克泰德

谈话录

§1.10.1-1.10.13

世俗热衷与哲学修养的专注

爱比克泰德对比了罗马官僚对世俗职务的热衷,反省自身与学生在哲学修养上的怠惰,借一位粮官背弃归隐誓言的事例说明世俗名利的诱惑,并强调哲学探究远比世俗琐事崇高,借此勉励青年振作。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.10.1

εἰ οὕτως σφοδρῶς συνετετάμεθα περὶ τὸ ἔργον τὸ ἑαυτῶν ὡς οἱ ἐν Ῥώμῃ γέροντες περὶ ἃ ἐσπουδάκασιν, τάχα ἄν τι ἠνύομεν καὶ αὐτοί.

如果我们对自己分内的事业,也像罗马的老人们对他们所热衷的事物那样全力以赴,或许我们自己也会有所成就。

§1.10.2

οἶδα ἐγὼ πρεσβύτερον ἄνθρωπον ἐμοῦ τὸν νῦν ἐπὶ τοῦ σίτου ὄντα ἐν Ῥώμῃ, ὅτε ταύτῃ παρῆγεν ἀπὸ τῆς φυγῆς ἀναστρέφων, οἷα εἶπέν μοι,1 κατατρέχων τοῦ προτέρου ἑαυτοῦ βίου καὶ περὶ τῶν ἑξῆς ἐπαγγελλόμενος, ὅτι ἄλλο οὐδὲν ἀναβὰς σπουδάσει ἢ ἐν ἡσυχίᾳ καὶ ἀταραξίᾳ διεξαγαγεῖν τὸ λοιπὸν τοῦ βίου· πόσον γὰρ ἔτι ἐστὶν ἐμοὶ τὸ λοιπόν;

我知道一位年纪比我大的长者,即如今在罗马主管粮食供应的那位,当年他从流放中返回途经此地时,曾对我说了些什么;他抨击自己过去的生涯,并就今后作出许诺,说一旦到了罗马,除了在宁静与安然无扰中度过余生之外,他将别无所求: “因为我还剩下多少时间呢?”

§1.10.3

— κἀγὼ ἔλεγον αὐτῷ ὅτι οὐ ποιήσεις, ἀλλʼ ὀσφρανθεὶς μόνον τῆς Ῥώμης ἁπάντων τούτων ἐπιλήσῃ. ἂν δὲ καὶ εἰς αὐλὴν πάροδός τις δίδωται, ὅτι χαίρων καὶ τῷ θεῷ εὐχαριστῶν ὤσεται.2

——而我当时对他说: “你不会这么做的;只要一闻到罗马的气味,你就会把这一切忘得一干二净。要是能获得进出宫廷的门路,你便会满怀欣喜、感谢着神明拼命挤进去。”

§1.10.4

— ἄν μʼ εὕρῃς, ἔφη, Ἐπίκτητε, τὸν ἕτερον πόδα εἰς τὴν αὐλὴν τιθέντα, ὃ βούλει ὑπολάμβανε.

——他说: “爱比克泰德,如果你发现我有一只脚踏入了宫廷,你爱怎么看我就怎么看我好了。”

§1.10.5

νῦν οὖν τί ἐποίησεν; πρὶν ἐλθεῖν εἰς τὴν Ῥώμην, ἀπήντησαν αὐτῷ παρὰ Καίσαρος πινακίδες· ὁ δὲ λαβὼν πάντων ἐκείνων ἐξελάθετο καὶ λοιπὸν ἓν ἐξ ἑνὸς ἐπισεσώρευκεν.

那么他如今做了什么呢?在到达罗马之前,凯撒的诏令书板就迎面送到了他手里;他一接到它,就把先前的那些话忘得干干净净,自那以后更是公务一件接着一件地堆积起来。

§1.10.6

ἤθελον αὐτὸν νῦν παραστὰς ὑπομνῆσαι τῶν λόγων, οὓς ἔλεγεν παρερχόμενος, καὶ εἰπεῖν ὅτι πόσῳ σοῦ ἐγὼ κομψότερος μάντις εἰμί.

我现在真想站在他身旁,提醒他当年路过时所说的话,并对他说:“比起你来,我是多么高明的预言家啊!”

§1.10.7

τί οὖν; ἐγὼ λέγω, ὅτι ἄπρακτόν ἐστι τὸ ζῷον; μὴ γένοιτο. ἀλλὰ διὰ τί ἡμεῖς οὐκ ἐσμὲν πρακτικοί;

那么怎么说呢?难道我说人这种活物本该无所作为吗?绝非如此!但是,为什么我们没有行动呢?

§1.10.8

εὐθὺς ἐγὼ πρῶτος, ὅταν ἡμέρα γένηται, μικρὰ ὑπομιμνῄσκομαι, τίνα ἐπαναγνῶναί με δεῖ. εἶτα εὐθὺς ἐμαυτῷ· τί δέ μοι καὶ μέλει πῶς ὁ δεῖνα ἀναγνῷ; πρῶτόν ἐστιν, ἵνα ἐγὼ κοιμηθῶ.

天一亮,我首先稍微提醒自己必须重读哪些篇章。紧接着我就对自己说:“某人怎么读,与我又有什么相干?首要的事是我要睡大觉。”

§1.10.9

καίτοι τί ὅμοια τὰ ἐκείνων πράγματα τοῖς ἡμετέροις; ἂν ἐπιστῆτε, τί ἐκεῖνοι ποιοῦσιν, αἰσθήσεσθε. τί γὰρ ἄλλο ἢ ὅλην τὴν ἡμέραν ψηφίζουσιν, συζητοῦσι, συμβουλεύουσι περὶ σιταρίου, περὶ ἀγριδίου, περί τινων προκοπῶν τοιούτων;

然而,他们的事务与我们的事务哪里有相似之处呢?只要你们留意他们在做些什么,就会明白。他们整天除了算计、争辩,并为了一点粮食、一小块田地或者诸如此类的晋升而谋划之外,还能做些什么呢?

§1.10.10

ὅμοιον οὖν ἐστιν ἐντευξίδιον παρά τινος λαβόντα ἀναγιγνώσκειν παρακαλῶ σε ἐπιτρέψαι μοι σιτάριον ἐξαγαγεῖν ἢ παρακαλῶ σε παρὰ Χρυσίππου ἐπισκέψασθαι τίς ἐστιν ἡ τοῦ κόσμου διοίκησις καὶ ποίαν τινὰ χώραν ἐν αὐτῷ ἔχει τὸ λογικὸν ζῷον· ἐπίσκεψαι δὲ καὶ τίς εἶ σὺ καὶ ποῖόν τι σοῦ τὸ ἀγαθὸν καὶ τὸ κακόν;

那么,从某人那里接过一份请愿书读道: “我恳求您允许我输出少许粮食”,与读道: “我恳求您向克律西波斯请教,世界的统制究竟为何,理性动物在其中占有怎样的地位;并请审视你究竟是谁,你的善与恶究竟是怎样的”,这两者是一样的吗?

§1.10.11

ταῦτα ἐκείνοις ὅμοιά ἐστιν; ἀλλʼ ὁμοίας σπουδῆς χρείαν ἔχοντα; ἀλλʼ ὡσαύτως ἀμελεῖν αἰσχρὸν τούτων κἀκείνων;

这些事与那些事相似吗?它们需要同样的专注吗?忽视这些与忽视那些,是同样可耻的吗?

§1.10.12

τί οὖν; ἡμεῖς μόνοι ῥᾳθυμοῦμεν καὶ νυστάζομεν; οὔ· ἀλλὰ πολὺ πρότερον ὑμεῖς οἱ νέοι.

那么怎么说呢?难道只有我们懒散打盹吗?不,你们这些年轻人远比我们更早就如此了。

§1.10.13

ἐπεί τοι καὶ ἡμεῖς οἱ γέροντες, ὅταν παίζοντας ὁρῶμεν νέους, συμπροθυμούμεθα καὶ αὐτοὶ συμπαίζειν. πολὺ δὲ πλέον, εἰ ἑώρων διεγηγερμένους καὶ συμπροθυμουμένους, προεθυμούμην ἂν συσπουδάζειν καὶ αὐτός.3

因为确实,每当我们这些老人看到年轻人玩乐时,我们自己也会产生一起玩乐的热情。若是我看到你们清醒振作且满怀同等的渴望,我本会更远甚于此地渴望与你们共同投身于严肃的研求之中。

语法注3 条
  1. 1.10.2οἶδα ἐγὼ πρεσβύτερον ἄνθρωπον ἐμοῦ τὸν νῦν ἐπὶ τοῦ σίτου ὄντα ἐν Ῥώμῃ, ὅτε ταύτῃ παρῆγεν ἀπὸ τῆς φυγῆς ἀναστρέφων, οἷα εἶπέν μοι

    提宾句法(prolepsis/先取句法)。主句中作为动词 οἶδα 直接宾语的名词短语 πρεσβύτερον ἄνθρωπον ἐμοῦ ...,在语义上充当后接间接疑问从句 οἷα εἶπέν μοι 的主语。其基本句构为“我记得此人途经此处时对我说了些什么”。

  2. 1.10.3ὅτι χαίρων καὶ τῷ θεῷ εὐχαριστῶν ὤσεται

    承接前文 ἔλεγον αὐτῷ ὅτι 所引导的间接引语。在经历了前一句类似直接对白形式(οὐ ποιήσεις, ἀλλʼ ... ἐπιλήσῃ)的中断后,连词 ὅτι 再次出现,并接以第三人称动词 ὤσεται,回归间接引语结构。

  3. 1.10.13εἰ ἑώρων διεγηγερμένους καὶ συμπροθυμουμένους, προεθυμούμην ἂν συσπουδάζειν καὶ αὐτός

    与事实相反的虚拟条件句(条件从句与归结从句均使用未完成过去时直陈式,归结从句带 ἄν)。表示与当前实际状况相反的假设:“如果我看到你们振作起来并同抱热忱,我本也会渴望与你们一同严肃精进(然而事实并非如此)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:1.10.1-1.10.13