← 爱比克泰德

谈话录

§1.8.1-1.8.16

论辩技巧的危险与正当意志的选择

爱比克泰德指出逻辑与修辞技巧虽显才能,却易使未经操练者滋生傲慢,强调哲学的真谛并不在于外在的附带特质,而在于选择意志(prohairesis)的特定状态。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.8.1

καθʼ ὅσους τρόπους μεταλαμβάνειν ἔστι τὰ ἰσοδυναμοῦντα ἀλλήλοις, κατὰ τοσούτους καὶ τὰ εἴδη τῶν ἐπιχειρημάτων τε καὶ ἐνθυμημάτων ἐν τοῖς λόγοις ἐκποιεῖ μεταλαμβάνειν.1

正如可以通过多少种方式来替换彼此等值的词项,在论辩中同样能够以同样多的方式来替换论证与省略三段论的形式。

§1.8.2

οἷον φέρε τὸν τρόπον τοῦτον· εἰ ἐδανείσω καὶ μὴ ἀπέδωκας, ὀφείλεις μοι τὸ ἀργύριον· οὐχὶ ἐδανείσω μὲν καὶ οὐκ ἀπέδωκας· οὐ μὴν ὀφείλεις μοι τὸ ἀργύριον.

例如,姑且看这种方式:“如果你借了钱且未曾偿还,你就欠我钱;并非你既借了钱且未曾偿还,却又不欠我钱。”

§1.8.3

καὶ τοῦτο οὐδενὶ μᾶλλον προσήκει ἢ τῷ φιλοσόφῳ ἐμπείρως ποιεῖν. εἴπερ γὰρ ἀτελὴς συλλογισμός ἐστι τὸ ἐνθύμημα, δῆλον ὅτι ὁ περὶ τὸν τέλειον συλλογισμὸν γεγυμνασμένος οὗτος ἂν ἱκανὸς εἴη καὶ περὶ τὸν ἀτελῆ οὐδὲν ἧττον.

而熟练地进行这种操作,没有谁比哲学家更应当承担了。因为如果省略三段论是不完全的推论,显然,那个在完全推论上受过训练的人,在处理不完全推论时也同样能够胜任。

§1.8.4

τί ποτʼ οὖν οὐ γυμνάζομεν αὑτούς τε καὶ ἀλλήλους τὸν τρόπον τοῦτον;

“那么,我们究竟为什么不用这种方式来操练我们自己与彼此呢?”

§1.8.5

ὅτι νῦν καίτοι μὴ γυμναζόμενοι περὶ ταῦτα μηδʼ ἀπὸ τῆς ἐπιμελείας τοῦ ἤθους ὑπό γε ἐμοῦ περισπώμενοι ὅμως οὐδὲν ἐπιδίδομεν εἰς καλοκἀγαθίαν.

因为在当下,尽管我们在这些事情上没有操练,且至少没有被我从对品格的关注中引开,我们却依然在道德完善上毫无长进。

§1.8.6

τί οὖν χρὴ προσδοκᾶν, εἰ καὶ ταύτην τὴν ἀσχολίαν προσλάβοιμεν; καὶ μάλισθʼ, ὅτι οὐ μόνον ἀσχολία τις ἀπὸ τῶν ἀναγκαιοτέρων αὐτὴ προσγένοιτʼ ἄν, ἀλλὰ καὶ οἰήσεως ἀφορμὴ καὶ τύφου οὐχ ἡ τυχοῦσα.

那么,如果我们再承担起这份分心的事务,又能指望什么呢?尤其是因为,这不仅会成为一种从更紧要之事中分散精力的事务,而且更会成为滋生自负与虚妄的绝非寻常的由头。

§1.8.7

μεγάλη γάρ ἐστι δύναμις ἡ ἐπιχειρητικὴ καὶ πιθανολογική, καὶ μάλιστʼ εἰ τύχοι γυμνασίας ἐπιπλέον καί τινα καὶ εὐπρέπειαν ἀπὸ τῶν ὀνομάτων προσλάβοι.

因为论辩与令人信服地说话的能力是一种巨大的力量,尤其是若它碰巧获得了额外的操练,并从词藻中增添了某些典雅之气。

§1.8.8

ὅτι καὶ ἐν τῷ καθόλου πᾶσα δύναμις ἐπισφαλὴς τοῖς ἀπαιδεύτοις καὶ ἀσθενέσι προσγενομένη πρὸς τὸ ἐπᾶραι καὶ χαυνῶσαι ἐπʼ αὐτῇ.2

因为总的来看,任何能力若加诸于未经教化且孱弱的人身上,都是危险的,极易使其因之而狂妄自满、心浮气躁。

§1.8.9

ποίᾳ γὰρ ἄν τις ἔτι μηχανῇ πείσαι τὸν νέον τὸν ἐν τούτοις διαφέροντα, ὅτι οὐ δεῖ προσθήκην αὐτὸν ἐκείνων γενέσθαι, ἀλλʼ ἐκεῖνα αὐτῷ προσθεῖναι;

事实上,人们还能用何种手段说服在这类事情上表现出众的年轻人,使他明白他不应当成为那些技巧的附庸,而应当把它们作为自身的附属物呢?

§1.8.10

οὐχὶ δὲ πάντας τοὺς λόγους τούτους καταπατήσας ἐπηρμένος ἡμῖν καὶ πεφυσημένος περιπατεῖ μηδʼ ἀνεχόμενος, ἄν τις ἅπτηται αὐτοῦ ὑπομιμνῄσκων, τίνος ἀπολελειμμένος ποῦ ἀποκέκλικεν;3

相反,难道他不是将所有这些道理踩在脚下,在我们面前昂首阔步、傲气凌人,甚至在有人触碰他、提醒他遗漏了何事以及在何处走上歧途时,便无法容忍吗?

§1.8.11

τί οὖν; Πλάτων φιλόσοφος οὐκ ἦν; — Ἱπποκράτης γὰρ ἰατρὸς οὐκ ἦν; ἀλλʼ ὁρᾷς πῶς φράζει Ἱπποκράτης. μή τι οὖν Ἱπποκράτης οὕτω φράζει, καθὸ ἰατρός ἐστιν;

“那么又怎样呢?柏拉图不是哲学家吗?”“希波克拉底难道不是医生吗?然而你看希波克拉底是如何表述的。难道希波克拉底是就其作为医生而言才那样表述的吗?”

§1.8.12

τί οὖν μιγνύεις πράγματα ἄλλως ἐπὶ τῶν αὐτῶν ἀνθρώπων συνδραμόντα;

那么,你为何要把只是偶然汇聚在同一些人身上的事物混为一谈呢?

§1.8.13

εἰ δὲ καλὸς ἦν Πλάτων καὶ ἰσχυρός, ἔδει κἀμὲ καθήμενον ἐκπονεῖν, ἵνα καλὸς γένωμαι ἢ ἵνα ἰσχυρός, ὡς τοῦτο ἀναγκαῖον πρὸς φιλοσοφίαν, ἐπεί τις φιλόσοφος ἅμα καὶ καλὸς ἦν καὶ φιλόσοφος;

如果柏拉图既英俊又强壮,难道我也必须坐下来下苦功让自己变得英俊或强壮,就好像这对哲学是不可或缺的,只因为某个哲学家既英俊同时又是哲学家吗?

§1.8.14

οὐ θέλεις αἰσθάνεσθαι καὶ διακρῖναι κατὰ τί οἱ ἄνθρωποι γίνονται φιλόσοφοι καὶ τίνα ἄλλως αὐτοῖς πάρεστιν; ἄγε εἰ δʼ ἐγὼ φιλόσοφος ἤμην, ἔδει ὑμᾶς καὶ χωλοὺς γενέσθαι; τί οὖν;

难道你不愿意去体认并区分,人们是凭借什么成为哲学家,而哪些又只是附带属于他们的吗?来吧,如果我是个哲学家,难道你们也必须变成跛子吗?那么究竟如何呢?

§1.8.15

αἴρω τὰς δυνάμεις ταύτας; μὴ γένοιτο· οὐδὲ γὰρ τὴν ὁρατικήν.

我是在否定这些能力吗?绝非如此;因为我也没有否定视力。

§1.8.16

ὅμως δʼ, ἄν μου πυνθάνῃ τί ἐστιν ἀγαθὸν τοῦ ἀνθρώπου, οὐκ ἔχω σοι ἄλλο εἰπεῖν ἢ ὅτι ποιὰ προαίρεσις.

然而,如果你问我人的善是什么,我无法对你说别的,只能说这是一种特定状态的意志选择。

语法注3 条
  1. 1.8.1ἐκποιεῖ μεταλαμβάνειν

    非人称动词 ἐκποιεῖ 与 ἔξεστι 同义,意为“是可能的”或“被允许”,支配不定式 μεταλαμβάνειν,表示“替换……是可能的”。

  2. 1.8.8πρὸς τὸ ἐπᾶραι καὶ χαυνῶσαι ἐπʼ αὐτῇ

    介词结构 πρὸς τὸ 加不定式表示结果或倾向(“以致于高傲和自大”),介词短语 ἐπʼ αὐτῇ 则表示自负所依托的根据(“因它而/依凭它”)。

  3. 1.8.10τίνος ἀπολελειμμένος ποῦ ἀποκέκλικεν

    由分词 ὑπομιμνῄσκων 引导的间接疑问句,构成分离属格疑问代词 τίνος(“缺少何物”)与疑问副词 ποῦ(“偏向何处”)并列的双重疑问结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:1.8.1-1.8.16