- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:1.7.19-1.7.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
爱比克泰德指出处理变态前提与假设的逻辑训练对明智之人必不可少,驳斥了将论辩中的错误与弑父等重罪相比而加以轻视的态度,强调思维上的失误在其自身领域同样是重大过错。
οὐδὲ γὰρ ἡμῖν ἔτι οὐδὲ καθʼ ἡμᾶς συμβαίνει τοῦτο τὸ ἐπιφερόμενον, ἐπειδὴ τῆς συγχωρήσεως τῶν λημμάτων ἀπέστημεν.
因为既然我们已经撤回了对前提的准予,这个结论就不再适用于我们,也不再归咎于我们。
δεῖ οὖν καὶ τὰ τοιαῦτα τῶν λημμάτων ἱστορῆσαι καὶ τὴν τοιαύτην μεταβολήν τε καὶ μετάπτωσιν αὐτῶν, καθʼ ἣν ἐν αὐτῇ τῇ ἐρωτήσει ἢ τῇ ἀποκρίσει ἢ τῷ συλλελογίσθαι ἤ τινι ἄλλῳ τοιούτῳ λαμβάνοντα1 τὰς μεταπτώσεις ἀφορμὴν παρέχει τοῖς ἀνοήτοις τοῦ ταράσσεσθαι μὴ βλέπουσι τὸ ἀκόλουθον. τίνος ἕνεκα;
因此,也必须考察此类前提以及它们本身的这种改变与转化;在这一转化中,前提在提问或回答本身之中、在完成推论之中、或在其他类似情形中发生变化,为那些看不清推论的愚笨之人提供了不安的由头。为了什么目的呢?
ἵνʼ ἐν τῷ τόπῳ τούτῳ μὴ παρὰ τὸ καθῆκον μηδʼ εἰκῇ μηδὲ συγκεχυμένως ἀναστρεφώμεθα.
为了使我们在此论题中不至于违背恰当的规范,也不漫不经心、不混乱地行事。
καὶ τὸ αὐτὸ ἐπί τε τῶν ὑποθέσεων καὶ τῶν ὑποθετικῶν λόγων. ἀναγκαῖον γὰρ ἔστιν ὅτʼ αἰτῆσαί τινα ὑπόθεσιν ὥσπερ ἐπιβάθραν τῷ ἑξῆς λόγῳ.
在假设与假言论证上也是同样的道理。因为有时必然要索求某种假设,作为后续论辩的垫脚石。
πᾶσαν οὖν τὴν δοθεῖσαν παραχωρητέον ἢ οὐ πᾶσαν; καὶ εἰ οὐ πᾶσαν, τίνα;
那么,对于每一个给出的假设都应当准予,还是并非全都应当准予?如果并非全都准予,又是哪些呢?
παραχωρήσαντι δὲ μενετέον εἰς ἅπαν ἐπὶ τῆς τηρήσεως ἢ ἔστιν ὅτε ἀποστατέον, τὰ δʼ ἀκόλουθα προσδεκτέον καὶ τὰ μαχόμενα οὐ προσδεκτέον;
在准予之后,是必须永远坚持守住它,还是有时应当撤回,接纳相承的推论而不接纳相冲突的内容呢?
— ναί. — ἀλλὰ λέγει τις ὅτι ποιήσω σε δυνατοῦ δεξάμενον ὑπόθεσιν ἐπʼ ἀδύνατον ἀπαχθῆναι. πρὸς τοῦτον οὐ συγκαθήσει ὁ φρόνιμος, ἀλλὰ φεύξεται ἐξέτασιν καὶ κοινολογίαν;
“是的。”“但有人说: ‘我将使你接受一个关于可能之事的假设后,被引向不可能的结论。’ 审慎之人面对此人难道绝不屈尊应战,而是逃避检验与讨论吗?
καὶ τίς ἔτι ἄλλος ἐστὶ λόγῳ χρηστικὸς καὶ δεινὸς ἐρωτήσει καὶ ἀποκρίσει καὶ νὴ Δία ἀνεξαπάτητός τε καὶ ἀσόφιστος;
如果这样,还有谁擅长运用论辩、精于问答,并且凭宙斯起誓,既不受欺骗也不中诡计呢?
ἀλλὰ συγκαθήσει μέν, οὐκ ἐπιστραφήσεται δὲ τοῦ μὴ εἰκῇ καὶ ὡς ἔτυχεν ἀναστρέφεσθαι ἐν λόγῳ; καὶ πῶς ἔτι ἔσται τοιοῦτος οἷον αὐτὸν ἐπινοοῦμεν;
抑或他虽屈尊参与,却毫不在意自己是否在论辩中随意且漫不经心地行事?果真如此,他又怎能依然是我们所构想的那种人物呢?
ἀλλʼ ἄνευ τινὸς τοιαύτης γυμνασίας καὶ παρασκευῆς φυλάττειν οἷός τʼ ἐστὶ τὸ ἑξῆς;
但是,若没有某种此类操练与准备,他能守住前后的一贯性吗?
τοῦτο δεικνύτωσαν καὶ παρέλκει2 τὰ θεωρήματα ταῦτα πάντα, ἄτοπα ἦν καὶ ἀνακόλουθα τῇ προλήψει τοῦ σπουδαίου.
让他们证明这一点吧,那么所有这些理论考察便都是多余的了,而且原本就是荒谬的,且与我们对优秀之人的前认知不相符合。
τί ἔτι ἀργοὶ καὶ ῥᾴθυμοι καὶ νωθροί ἐσμεν καὶ προφάσεις ζητοῦμεν, καθʼ ἃς οὐ πονήσομεν οὐδʼ ἀγρυπνήσομεν ἐξεργαζόμενοι τὸν αὑτῶν λόγον;
为何我们依然懒惰、懈怠与迟钝,寻找各种借口,以此便不必辛苦,也不必夜以继日地锤炼我们自己的理性呢?”
— ἂν οὖν ἐν τούτοις πλανηθῶ, μή τι τὸν πατέρα ἀπέκτεινα;3 — ἀνδράποδον, ποῦ γὰρ ἐνθάδε πατὴρ ἦν, ἵνʼ αὐτὸν ἀποκτείνῃς; τί οὖν ἐποίησας; ὃ μόνον ἦν κατὰ τὸν τόπον ἁμάρτημα, τοῦτο ἡμάρτηκας.
“那么,如果我在这些事情上犯了错,难道我是杀了父亲吗?”“奴才,这里哪里有父亲供你杀害?那么你做了什么呢?你犯下了在这个领域中唯一存在的过错。”
ἐπεί τοι τοῦτʼ αὐτὸ καὶ ἐγὼ Ῥούφῳ εἶπον ἐπιτιμῶντί μοι ὅτι τὸ παραλειπόμενον ἓν ἐν συλλογισμῷ τινι οὐχ εὕρισκον. οὐχ οἷον μέν, φημί, εἰ τὸ Καπιτώλιον κατέκαυσα, ὁ δʼ ἀνδράποδον, ἔφη, ἐνθάδε τὸ παραλειπόμενον Καπιτώλιόν ἐστιν.
事实上,我自己也曾把这话对鲁福斯说过,当时他正因为我在某个三段论中未能找出那一个被省略的前提而斥责我。 我说: “这总不至于像 我烧毁了卡皮托尔山神庙一样吧。” 他便说: “奴才, 在这里,那被遗漏的前提就是卡皮托尔山神庙。”
ἢ ταῦτα μόνα ἁμαρτήματά ἐστι τὸ Καπιτώλιον ἐμπρῆσαι καὶ τὸν πατέρα ἀποκτεῖναι, τὸ δʼ εἰκῇ καὶ μάτην καὶ ὡς ἔτυχεν χρῆσθαι ταῖς φαντασίαις ταῖς αὑτοῦ καὶ μὴ παρακολουθεῖν λόγῳ μηδʼ ἀποδείξει μηδὲ σοφίσματι μηδʼ ἁπλῶς βλέπειν τὸ καθʼ αὑτὸν καὶ οὐ καθʼ αὑτὸν ἐν ἐρωτήσει καὶ ἀποκρίσει, τούτων δʼ οὐδέν ἐστιν ἁμάρτημα;
难道唯有放火烧毁卡皮托尔山神庙和弑父才是过错,而随意、徒然且漫不经心地对待自己的表象,跟不上论证、证明与诡辩,简言之在问答中看不出何者与自身相符、何者不相符,在这些当中竟没有一件是过错吗?
- 1.7.20λαμβάνοντα
中性复数现在分词(主格或宾格),呼应前文的先行词 τὰ τοιαῦτα τῶν λημμάτων。它表示“当这些前提(在问答或推论过程中)发生转化时”,构成了主语动作的伴随说明,指明正是前提经历变动这一情况为愚人提供了不安的由头(παρέχει)。
- 1.7.29τοῦτο δεικνύτωσαν καὶ παρέλκει
第三人称复数命令式 δεικνύτωσαν 与连词 καί 及直陈式现在时 παρέλκει 连用,构成并列条件句,相当于“若他们能证明这一点,则……”。后文的未完成过去时 ἄτοπα ἦν 则带有反事实或推论性的虚拟意味,表示“这就成了荒谬的事了”。
- 1.7.31μή τι τὸν πατέρα ἀπέκτεινα;
小词 μή τι 引导一个预期得到否定回答的反问句(“我难道杀了我父亲不成?”)。与直陈式不定过去时 ἀπέκτεινα 连用,表达了说话者试图通过将逻辑失误与滔天大罪相对比,来为自己的错误进行开脱辩解。
