- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:1.7.1-1.7.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
爱比克泰德指出逻辑学研究直接关系到德性之人的恰当行为(义务),并借由钱币鉴定与债务的类比,论证了审视前提与把握推论的必要性。
ἡ περὶ τοὺς μεταπίπτοντας καὶ ὑποθετικούς, ἔτι δὲ ἠρωτῆσθαι περαίνοντας καὶ πάντας ἁπλῶς τοὺς τοιούτους λόγους πραγματεία λανθάνει τοὺς πολλοὺς περὶ καθήκοντος οὖσα.1
关于变态论证、假言论证,进而关于通过提问得出结论的论证,以及简言之所有此类论证的研究,大多数人并未察觉到它其实关乎恰当的行为。
ζητοῦμεν γὰρ ἐπὶ πάσης ὕλης πῶς ἂν εὕροι ὁ καλὸς καὶ ἀγαθὸς τὴν διέξοδον καὶ ἀναστροφὴν τὴν ἐν αὐτῇ καθήκουσαν.
因为在任何材料上,我们都在探讨一位优秀而良善之人如何能找到摆脱困境的出路,以及在其中采取恰当的行事方式。
οὐκοῦν ἢ τοῦτο λεγέτωσαν, ὅτι οὐ συγκαθήσει εἰς ἐρώτησιν καὶ ἀπόκρισιν ὁ σπουδαῖος ἢ ὅτι συγκαθεὶς οὐκ ἐπιμελήσεται τοῦ μὴ εἰκῇ μηδʼ ὡς ἔτυχεν ἐν ἐρωτήσει καὶ ἀποκρίσει ἀναστρέφεσθαι, ἢ τούτων μηδέτερον προσδεχομένοις ἀναγκαῖον ὁμολογεῖν,2 ὅτι ἐπίσκεψίν τινα ποιητέον τῶν τόπων τούτων, περὶ οὓς μάλιστα στρέφεται ἐρώτησις καὶ ἀπόκρισις.
因此,他们要么说明这一点:优秀之人绝不会屈尊参与问答;要么说明:即便参与了,他也根本不在意自己是否在问答中随意且漫不经心地行事;或者,对于这两者都不接受的人来说,就必然要承认:必须对问答所主要围绕的那些论题进行某种考察。
τί γὰρ ἐπαγγέλλεται ἐν λόγῳ; τἀληθῆ τιθέναι, τὰ ψευδῆ αἴρειν, πρὸς τὰ ἄδηλα ἐπέχειν.
因为在论辩中人们宣称什么呢?确立真者,摒除伪者,对不明确者存疑。
ἆρʼ οὖν ἀρκεῖ τοῦτο μόνον μαθεῖν; — ἀρκεῖ, φησίν. — οὐκοῦν καὶ τῷ βουλομένῳ ἐν χρήσει νομίσματος μὴ διαπίπτειν ἀρκεῖ τοῦτο ἀκοῦσαι, διὰ τί τὰς μὲν δοκίμους δραχμὰς παραδέχῃ, τὰς δʼ ἀδοκίμους ἀποδοκιμάζεις;
“那么仅学会这一点就够了吗?”“够了,”他说。“那么,对于想要在使用钱币时不犯错的人来说,听到这句话就够了吗:‘你为何接纳正品德拉克马,却摒弃伪造的呢?’”
— οὐκ ἀρκεῖ. — τί οὖν δεῖ τούτῳ προσλαβεῖν; τί γὰρ ἄλλο ἢ δύναμιν δοκιμαστικήν τε καὶ διακριτικὴν τῶν δοκίμων τε καὶ ἀδοκίμων δραχμῶν;
“不够。”“那么他还需要额外获得什么呢?除了检验和辨别正品与伪造德拉克马的能力之外,还能有什么呢?”
οὐκοῦν καὶ ἐπὶ λόγου οὐκ ἀρκεῖ τὸ λεχθέν, ἀλλʼ ἀνάγκη δοκιμαστικὸν γενέσθαι καὶ διακριτικὸν τοῦ ἀληθοῦς καὶ τοῦ ψεύδους καὶ τοῦ ἀδήλου;
“那么在论辩中,刚才所说的也不够,而是必须具备检验和辨别真、伪与不明确之物的能力,难道不是吗?”
— ἀνάγκη. — ἐπὶ τούτοις τί παραγγέλλεται ἐν λόγῳ; τὸ ἀκόλουθον τοῖς δοθεῖσιν ὑπὸ σοῦ καλῶς παραδέχου.
“确是必然的。”“在此之外,在论辩中又规劝了什么呢?‘应当妥善接纳随你所准予的前提而来的推论。’”
ἄγε ἀρκεῖ οὖν κἀνταῦθα γνῶναι τοῦτο; οὐκ ἀρκεῖ, δεῖ δὲ μαθεῖν πῶς τί τισιν ἀκόλουθον γίνεται καὶ ποτὲ μὲν ἓν ἑνὶ ἀκολουθεῖ, ποτὲ δὲ πλείοσιν κοινῇ.
“来吧,那么在此处仅知晓这一点就够了吗?并不够,而是必须学会某种结论是如何从某些前提出发而成立的,并且何时是一事随一事而来,何时是随多数前提共同而来。”
μή ποτε οὖν καὶ τοῦτο ἀνάγκη προσλαβεῖν τὸν μέλλοντα ἐν λόγῳ συνετῶς ἀναστραφήσεσθαι καὶ αὐτόν τʼ ἀποδείξειν ἕκαστα ἀποδόντα3 καὶ τοῖς ἀποδεικνύουσι παρακολουθήσειν μηδʼ ὑπὸ τῶν σοφιζομένων διαπλανηθήσεσθαι ὡς ἀποδεικνυόντων;
“既然如此,对于打算在论辩中明智地行事、由自己给出理由来证明各项内容、跟上证明者的思路、且不被那些假装证明的诡辩者所误导的人来说,难道不也必然要额外获得这些吗?”
οὐκοῦν ἐλήλυθεν ἡμῖν περὶ τῶν συναγόντων λόγων καὶ τρόπων πραγματεία καὶ γυμνασία καὶ ἀναγκαία πέφηνεν.
“那么,关于得出有效推论的论证与论式模式的研究与操练,岂不是已经降临到我们面前,并显明为必然的了吗?”
ἀλλὰ δὴ ἔστιν ἐφʼ ὧν δεδώκαμεν ὑγιῶς τὰ λήμματα καὶ συμβαίνει τουτὶ ἐξ αὐτῶν· ψεῦδος δὲ ὂν οὐδὲν ἧττον συμβαίνει.
“但是确实有些情况,我们合乎理据地给予了前提,而这个结论确实从它们推导出来;尽管它是假的,却依然推导出来了。”
τί οὖν μοι καθήκει ποιεῖν; προσδέχεσθαι τὸ ψεῦδος;
“那么我应当做什么才算恰当呢?接纳这个假结论吗?”
καὶ πῶς οἷόν τʼ; ἀλλὰ λέγειν ὅτι οὐχ ὑγιῶς παρεχώρησα τὰ ὡμολογημένα; καὶ μὴν οὐδὲ τοῦτο δίδοται. ἀλλʼ ὅτι οὐ συμβαίνει διὰ τῶν παρακεχωρημένων; ἀλλʼ οὐδὲ τοῦτο δίδοται.
“这怎么可能呢?抑或应当说: ‘我并未合乎理据地准予那些达成一致的前提’?” “然而连这也不被容许。抑或说: ‘它并非通过准予的前提而得出’?” “但这同样不被容许。”
τί οὖν ἐπὶ τούτων ποιητέον; ἢ μή ποτε ὡς οὐκ ἀρκεῖ τὸ δανείσασθαι πρὸς τὸ ἔτι ὀφείλειν, ἀλλὰ δεῖ προσεῖναι καὶ τὸ ἐπιμένειν ἐπὶ τοῦ δανείου καὶ μὴ διαλελύσθαι αὐτό, οὕτως οὐκ ἀρκεῖ πρὸς τὸ δεῖν παραχωρεῖν τὸ ἐπιφερόμενον τὸ δεδωκέναι τὰ λήμματα, δεῖ δʼ ἐπιμένειν ἐπὶ τῆς παραχωρήσεως αὐτῶν.
“那么在这些情况下应当怎么做呢?或者难道不是这样:正如借债并不足以构成依然负债,而必须加上仍处于借贷状态且尚未清偿;同样地,给出了前提也并不足以构成必须准予结论,而必须是在对前提的准予上始终坚持不变?”
καὶ δὴ μενόντων μὲν αὐτῶν εἰς τέλος ὁποῖα παρεχωρήθη πᾶσα ἀνάγκη ἡμᾶς ἐπὶ τῆς παραχωρήσεως ἐπιμένειν καὶ τὸ ἀκόλουθον αὐτοῖς προσδέχεσθαι
事实上,只要这些前提直到最后仍保持其当初被准予时的状态,我们便有完全的必然性坚持这一准予,并接纳随它们而来的推论。
- 1.7.1λανθάνει τοὺς πολλοὺς περὶ καθήκοντος οὖσα
动词 λανθάνω 搭配宾格(τοὺς πολλούς)与补充分词(οὖσα),表示“……是关乎……的,这一点未被多数人察觉”。主语为句首的 ἡ ... πραγματεία,中间插入的长介词短语使其与表语分词 οὖσα 产生了一定距离的离隔。
- 1.7.4τούτων μηδέτερον προσδεχομένοις ἀναγκαῖον ὁμολογεῖν
与格分词 προσδεχομένοις 在此处充当无人称谓语 ἀναγκαῖον(省略 ἐστίν)以及不定式 ὁμολογεῖν 的关系与格/施事与格,带有条件从属的含义:“对于不接受这二者中任一的人而言,必然要承认……”。
- 1.7.11ἀποδείξειν ἕκαστα ἀποδόντα
分词 ἀποδόντα 为单数阳性宾格,与不定式 ἀποδείξειν 的逻辑主语 τὸν μέλλοντα ... 保持一致。其用法类似于成语 λόγον ἀποδιδόναι(交代理由、给出依据),意为在阐明依据之后来证明各点。
