- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:1.6.22-1.6.43
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
通过对比去往奥林匹亚观看盛会的经历,指出神已赋予人不受阻碍的诸种能力(如宏阔气魄与勇气)来承受一切艰难,并以赫拉克勒斯的试炼为例,告诫人们应当运用自身能力迎面应对境遇,而非自怨自艾并归咎于神。
ὁρᾶτε οὖν, μὴ ἀθέατοι τούτων ἀποθάνητε.1
因此,你们当留心,切勿未曾瞻仰这些事物便死去。
ἀλλʼ εἰς Ὀλυμπίαν μὲν ἀποδημεῖτε, ἵνʼ ἴδητε τὸ ἔργον τοῦ Φειδίου, καὶ ἀτύχημα ἕκαστος ὑμῶν οἴεται τὸ ἀνιστόρητος τούτων ἀποθανεῖν· ὅπου δʼ οὐδʼ ἀποδημῆσαι χρεία ἐστίν, ἀλλʼ ἐστὲ ἤδη καὶ πάρεστε τοῖς ἔργοις, ταῦτα δὲ θεάσασθαι καὶ κατανοῆσαι οὐκ ἐπιθυμήσετε;
你们远赴奥林匹亚,是为了观赏菲狄亚斯的作品,而你们每个人都把对这些杰作一无所知便死去视作不幸;但在甚至无需远行之处,你们却已身在其中,置身于这些造化工程之间,难道你们竟不渴望去瞻仰并领会它们吗?
οὐκ αἰσθήσεσθε τοίνυν, οὔτε τίνες ἐστὲ οὔτʼ ἐπὶ τί γεγόνατε οὔτε τί τοῦτό ἐστιν, ἐφʼ οὗ τὴν θέαν παρείληφθε;
那么,你们难道不会觉察到:你们究竟是谁,你们是为了什么而降生,以及你们领受其观看能力的对象究竟是什么吗?
— ἀλλὰ γίνεταί τινα ἀηδῆ καὶ χαλεπὰ ἐν τῷ βίῳ. — ἐν Ὀλυμπίᾳ δʼ οὐ γίνεται; οὐ καυματίζεσθε; οὐ στενοχωρεῖσθε; οὐ κακῶς λούεσθε; οὐ καταβρέχεσθε, ὅταν βρέχῃ; θορύβου δὲ καὶ βοῆς καὶ τῶν ἄλλων χαλεπῶν οὐκ ἀπολαύετε;
“但在生活中会发生某些令人不悦且艰难的事。” “难道在奥林匹亚就不发生这些事吗?难道你们不会受到酷热煎熬吗?难道你们不会挤在狭窄之处吗?难道你们不会连澡都洗不好吗?难道下雨时你们不会被淋透吗?难道你们不曾尝够喧嚣、呼喊以及其他艰难困苦吗?
ἀλλʼ οἶμαι ὅτι ταῦτα πάντα ἀντιτιθέντες πρὸς τὸ ἀξιόλογον τῆς θέας φέρετε καὶ ἀνέχεσθε.
但我以为,你们正是把这一切与那盛观的崇高价值相互权衡,才承受并忍耐下来的。
ἄγε δυνάμεις δʼ οὐκ εἰλήφατε, καθʼ ἃς οἴσετε πᾶν τὸ συμβαῖνον; μεγαλοψυχίαν οὐκ εἰλήφατε; ἀνδρείαν οὐκ εἰλήφατε;
且慢,难道你们没有领受能够借以承受一切降临之事的诸种能力吗?难道你们没有领受宏阔的气魄吗?难道你们没有领受勇气吗?
καρτερίαν οὐκ εἰλήφατε; καὶ τί ἔτι μοι μέλει μεγαλοψύχῳ ὄντι τῶν ἀποβῆναι δυναμένων; τί μʼ ἐκστήσει ἢ ταράξει ἢ τί ὀδυνηρὸν φανεῖται; οὐ χρήσομαι τῇ δυνάμει πρὸς ἃ εἴληφα αὐτήν, ἀλλʼ ἐπὶ τοῖς ἀποβαίνουσιν πενθήσω καὶ στενάξω;
难道你们没有领受坚忍吗?而作为一个气魄宏阔之人,对于可能发生的事,我还何须在意?有什么能使我失态或惊惶,又有什么会显得痛苦?难道我不应为了领受这能力的目的去使用它,反而要对所发生的事哀痛叹息吗?”
ναί· ἀλλʼ αἱ μύξαι μου ῥέουσιν. τίνος οὖν ἕνεκα χεῖρας ἔχεις, ἀνδράποδον; οὐχ ἵνα καὶ ἀπομύσσῃς σεαυτόν;
“是的,但我的鼻涕流下来了。” “那么,奴才,你为什么长着双手?难道不是为了擦你自己的鼻涕吗?”
— τοῦτο οὖν εὔλογον μύξας γίνεσθαι ἐν τῷ κόσμῳ;
“那么,在世间存在鼻涕也是合情合理的吗?”
— καὶ πόσῳ κρεῖττον ἀπομύξασθαί σε ἢ ἐγκαλεῖν; ἢ τί οἴει ὅτι ὁ Ἡρακλῆς ἂν ἀπέβη, εἰ μὴ λέων τοιοῦτος ἐγένετο καὶ ὕδρα καὶ ἔλαφος καὶ σῦς καὶ ἄδικοί τινες ἄνθρωποι καὶ θηριώδεις, οὓς ἐκεῖνος ἐξήλαυνεν καὶ ἐκάθαιρεν;
“而你去擦鼻涕,岂不比抱怨好得多!或者你以为,若没有那样的狮子、九头蛇、牝鹿、野猪,以及被赫拉克勒斯驱逐并扫除的那些不义而野兽般的人,赫拉克勒斯会成为什么样的人?
καὶ τί ἂν ἐποίει μηδενὸς τοιούτου γεγονότος; ἢ δῆλον ὅτι ἐντετυλιγμένος ἂν ἐκάθευδεν; οὐκοῦν πρῶτον μὲν οὐκ ἂν ἐγένετο Ἡρακλῆς ἐν τρυφῇ τοιαύτῃ καὶ ἡσυχίᾳ νυστάζων ὅλον τὸν βίον· εἰ δʼ ἄρα καὶ ἐγένετο, τί ὄφελος αὐτοῦ;
若没有发生任何诸如此类的事,他又会做些什么?岂不明摆着,他只会裹着毯子大睡特睡吗?因此,首先他就绝不会成为赫拉克勒斯,在整日浑浑噩噩的享乐与安逸中虚度一生;退一步讲,就算他成了赫拉克勒斯,他又有什么益处?
τίς δὲ χρῆσις τῶν βραχιόνων τῶν ἐκείνου καὶ τῆς ἄλλης ἀλκῆς καὶ καρτερίας καὶ γενναιότητος, εἰ μὴ τοιαῦταί τινες αὐτὸν περιστάσεις καὶ ὗλαι διέσεισαν καὶ ἐγύμνασαν;
若是没有此类境遇与素材来震动并锤炼他,他的双臂,以及他其余的力量、坚忍与高贵品格,又能有什么用武之地呢?
τί οὖν; αὑτῷ ταύτας ἔδει κατασκευάζειν καὶ ζητεῖν ποθεν λέοντα εἰσαγαγεῖν εἰς τὴν χώραν τὴν αὑτοῦ καὶ σῦν καὶ ὕδραν;
那么又如何呢?难道他应当亲自筹备这些,四处搜寻好把狮子、野猪和九头蛇引到自己的国土上来吗?
μωρία τοῦτο καὶ μανία. γενόμενα δὲ καὶ εὑρεθέντα εὔχρηστα ἦν πρὸς τὸ δεῖξαι καὶ γυμνάσαι τὸν Ἡρακλέα.
那是愚蠢与疯狂。但既然它们已经产生并被碰上,它们便十分有益于彰显并锤炼赫拉克勒斯。
ἄγε οὖν καὶ σὺ τούτων αἰσθόμενος ἀπόβλεψον εἰς τὰς δυνάμεις ἃς ἔχεις καὶ ἀπιδὼν εἰπὲ φέρε νῦν, ὦ Ζεῦ, ἣν θέλεις περίστασιν· ἔχω γὰρ παρασκευὴν ἐκ σοῦ μοι δεδομένην καὶ ἀφορμὰς πρὸς τὸ κοσμῆσαι διὰ τῶν ἀποβαινόντων ἐμαυτόν οὔ· ἀλλὰ κάθησθε τὰ μὲν μὴ συμβῇ τρέμοντες, τῶν δὲ συμβαινόντων ὀδυρόμενοι2 καὶ πενθοῦντες καὶ στένοντες· εἶτα τοῖς θεοῖς ἐγκαλεῖτε.
来吧,你既然意识到了这些,就请正视你所拥有的诸种能力,正视之后便说: ‘宙斯啊,现在就带来你所愿带来的任何境遇吧;因为我拥有由你所赐的完备武装,以及借由所发生的一切来使自己光彩照人的资财。’不,相反,你们却坐在那里,战战兢兢地唯恐某些事发生,并对已经发生的事哀悼、悲叹、呻吟;然后你们就去怪罪众神。
τί γάρ ἐστιν ἄλλο ἀκόλουθον τῇ τοιαύτῃ ἀγεννείᾳ ἢ καὶ ἀσέβεια;
因为除了甚至是不敬虔之外,还有什么会伴随着这种卑劣懦弱而来呢?
καίτοι ὅ γε θεὸς οὐ μόνον ἔδωκεν ἡμῖν τὰς δυνάμεις ταύτας, καθʼ ἃς οἴσομεν πᾶν τὸ ἀποβαῖνον μὴ ταπεινούμενοι μηδὲ συγκλώμενοι ὑπʼ αὐτοῦ, ἀλλʼ ὃ ἦν ἀγαθοῦ βασιλέως καὶ ταῖς ἀληθείαις πατρός,3 ἀκώλυτον τοῦτο ἔδωκεν, ἀνανάγκαστον, ἀπαραπόδιστον, ὅλον αὐτὸ ἐφʼ ἡμῖν ἐποίησεν οὐδʼ αὑτῷ τινα πρὸς τοῦτο ἰσχὺν ἀπολιπών, ὥστε κωλῦσαι ἢ ἐμποδίσαι.
然而,神不仅赐予了我们这些能力,使我们能借以承受所发生的一切而不至卑躬屈膝、不被其击垮,而且——正如一位仁慈的君王与真正的父亲那样——祂把这一切赐予我们时不受阻碍、不受强迫、毫无滞碍,使其完全取决于我们自身,连祂自己也未曾留存任何加以阻碍或妨碍的权能。
ταῦτα ἔχοντες ἐλεύθερα καὶ ὑμέτερα μὴ χρῆσθε αὐτοῖς μηδʼ αἰσθάνεσθε τίνα εἰλήφατε καὶ παρὰ τίνος, ἀλλὰ κάθησθε πενθοῦντες καὶ στένοντες οἱ μὲν πρὸς αὐτὸν τὸν δόντα ἀποτετυφλωμένοι μηδʼ ἐπιγινώσκοντες τὸν εὐεργέτην, οἱ δʼ ὑπʼ ἀγεννείας εἰς μέμψεις καὶ τὰ ἐγκλήματα τῷ θεῷ ἐκτρεπόμενοι.
你们既然自由地、作为自身之物拥有这些能力,却不去使用它们,也不去省察你们领受了什么、领受自何人; 反而坐在那里哀叹呻吟,一些人面对那位赐予者自身变得目盲,甚至不去认清自己的恩人;另一些人则出于卑劣懦弱,转而向神发出埋怨与指责。
καίτοι πρὸς μεγαλοψυχίαν μὲν καὶ ἀνδρείαν ἐγὼ σοὶ δείξω ὅτι ἀφορμὰς καὶ παρασκευὴν ἔχεις, πρὸς δὲ τὸ μέμφεσθαι καὶ ἐγκαλεῖν ποίας ἀφορμὰς ἔχεις σὺ δʼ ἐμοὶ δείκνυε.
然而,对于宏阔气魄与勇气而言,我将向你证明你拥有资财与完备武装;但对于埋怨与指责而言,你拥有何种资财,倒请你向我证明!”
- 1.6.22ὁρᾶτε οὖν, μὴ ἀθέατοι τούτων ἀποθάνητε.
ὁρᾶτε 为表示“留心、当心”的祈使语气,直接接带虚拟语气的否定从句 μὴ ἀποθάνητε(以免……),构成警诫句式。ἀθέατοι 用作修饰虚拟语气主语的表语性形容词,表“未曾瞻仰……”。
- 1.6.38τὰ μὲν μὴ συμβῇ τρέμοντες, τῶν δὲ συμβαινόντων ὀδυρόμενοι
此处采用对称结构。τὰ μὲν 作为话题提前,充当后文虚拟语气从句 μὴ συμβῇ(用于表示忧虑或害怕的词后)的语义主语,并与下文由分词 ὀδυρόμενοι 所支配的客体属格 τῶν δὲ συμβαινόντων 形成明确对照。
- 1.6.40ἀλλʼ ὃ ἦν ἀγαθοῦ βασιλέως καὶ ταῖς ἀληθείαις πατρός
关系代词 ὃ 引导名词性关系从句,指代后文神所赐予之方式(ἀκώλυτον τοῦτο ἔδωκεν...),具有先导或插入性质。属格短语 ἀγαθοῦ βασιλέως 是典型的表特征或合宜性的表语属格(“正如一位仁慈君王……所当有的”)。
