- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:1.6.1-1.6.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节通过感觉、知性的精巧构造以及人与动物本性的差异,论证了摄理的存在,指出人不仅要使用表象,更作为神及其工程的观照者与解释者,被赋予了理解领悟和顺应自然而生活的使命。
ἀφʼ ἑκάστου τῶν ἐν τῷ κόσμῳ γινομένων ῥᾴδιόν ἐστιν ἐγκωμιάσαι τὴν πρόνοιαν, ἂν δύο ἔχῃ τις ταῦτα ἐν ἑαυτῷ, δύναμίν τε συνορατικὴν τῶν γεγονότων ἑκάστῳ1 καὶ τὸ εὐχάριστον.
从世间所发生的每一件事中,都很容易赞颂摄理,只要人自身具备这两样东西:一是能够总体洞察发生在各人身上之事的能力,二是感恩之心。
εἰ δὲ μή, ὁ μὲν οὐκ ὄψεται τὴν εὐχρηστίαν τῶν γεγονότων, ὁ δʼ οὐκ εὐχαριστήσει ἐπʼ αὐτοῖς οὐδʼ ἂν ἴδῃ.
否则,一人将看不到所发生之事的效用,另一人即便看到了也不会为此心存感激。
χρώματα ὁ θεὸς εἰ πεποιήκει, δύναμιν δὲ θεατικὴν αὐτῶν μὴ πεποιήκει, τί ἂν ἦν ὄφελος;
假使神造了颜色,却没有造观看颜色的能力,那会有什么用处呢?
— οὐδʼ ὁτιοῦν. — ἀλλʼ ἀνάπαλιν εἰ τὴν μὲν δύναμιν πεποιήκει, τὰ ὄντα δὲ μὴ τοιαῦτα οἷα ὑποπίπτειν τῇ δυνάμει τῇ ὁρατικῇ, καὶ οὕτως τί ὄφελος;
“毫无用处。” “反过来,假使祂造了这种能力,但存在之物却不是那种能纳入视觉能力之下的东西,即使如此,又有什么用处呢?”
— οὐδʼ ὁτιοῦν.
“毫无用处。”
— τί δʼ, εἰ καὶ ἀμφότερα ταῦτα πεποιήκει, φῶς δὲ μὴ πεποιήκει; — οὐδʼ οὕτως τι ὄφελος. — τίς οὖν ὁ ἁρμόσας τοῦτο πρὸς ἐκεῖνο κἀκεῖνο πρὸς τοῦτο; τίς δʼ ὁ ἁρμόσας τὴν μάχαιραν πρὸς τὸ κολεὸν καὶ τὸ κολεὸν πρὸς τὴν μάχαιραν;
“假使祂把这两者都造了,却没有造光,那又如何呢?” “即便如此,也毫无用处。” 那么,是谁把此物与彼物、彼物与此物互相契合起来的?又是谁把剑契合于鞘,把鞘契合于剑的呢?
οὐδείς; καὶ μὴν ἐξ αὐτῆς τῆς κατασκευῆς τῶν ἐπιτετελεσμένων ἀποφαίνεσθαι εἰώθαμεν, ὅτι τεχνίτου τινὸς πάντως τὸ ἔργον, οὐχὶ δʼ εἰκῇ κατεσκευασμένον.
难道没有人吗?然而,从已完成之物的构造本身出发,我们向来都断定这必定是某个工匠的作品,而不是凭空胡乱构造出来的。
ἆρʼ οὖν τούτων μὲν ἕκαστον ἐμφαίνει τὸν τεχνίτην, τὰ δʼ ὁρατὰ καὶ ὅρασις καὶ φῶς οὐκ ἐμφαίνει;
难道这些器物各自显明了工匠,而可见之物、视觉与光却没有显明吗?
τὸ δʼ ἄρρεν καὶ τὸ θῆλυ καὶ ἡ προθυμία ἡ πρὸς τὴν συνουσίαν ἑκατέρου καὶ δύναμις ἡ χρηστικὴ τοῖς μορίοις τοῖς κατεσκευασμένοις οὐδὲ ταῦτα ἐμφαίνει τὸν τεχνίτην;
雄性与雌性、二者对于结合的渴望,以及使用那些被构造出的器官的能力——难道连这些也没有显明工匠吗?
ἀλλὰ ταῦτα μέν· ἡ δὲ τοιαύτη τῆς διανοίας κατασκευή, καθʼ ἣν οὐχ ἁπλῶς ὑποπίπτοντες τοῖς αἰσθητοῖς τυπούμεθα ὑπʼ αὐτῶν, ἀλλὰ καὶ ἐκλαμβάνομέν τι καὶ ἀφαιροῦμεν καὶ προστίθεμεν καὶ συντίθεμεν τάδε τινὰ διʼ αὐτῶν καὶ νὴ Δία μεταβαίνομεν ἀπʼ ἄλλων ἐπʼ ἄλλα τινὰ οὕτω πως παρακείμενα, οὐδὲ ταῦτα ἱκανὰ κινῆσαί τινας καὶ διατρέψαι πρὸς τὸ ἀπολιπεῖν τὸν τεχνίτην;2
就算这些显明了,但心灵的这样一种构造——依据它,我们不仅仅是被动地纳入感觉对象之下并被它们印刻,而且还能从中汲取某些东西,进行删减、增添,借由它们将这些特定之物组合起来,甚至指着宙斯发誓,还能从某些事物过渡到某种与之邻近的其他事物——难道连这些也不足以打动某些人,使他们回心转意而不至于舍弃那位工匠吗?
ἢ ἐξηγησάσθωσαν ἡμῖν τί τὸ ποιοῦν ἐστιν ἕκαστον τούτων ἢ πῶς οἷόν τε τὰ οὕτω θαυμαστὰ καὶ τεχνικὰ εἰκῇ καὶ ἀπὸ ταὐτομάτου γίνεσθαι.
否则,就让他们向我们解释:究竟是什么在造就这其中的每一项,或者如此奇妙而精巧的事物,怎可能凭空碰巧而自发产生。
τί οὖν; ἐφʼ ἡμῶν μόνων γίνεται ταῦτα; πολλὰ μὲν ἐπὶ μόνων, ὧν ἐξαιρέτως χρείαν εἶχεν τὸ λογικὸν ζῷον, πολλὰ δὲ κοινὰ εὑρήσεις ἡμῖν καὶ πρὸς τὰ ἄλογα.
那么又如何呢?这些事仅仅发生在我们身上吗?许多理性动物专门需要的事确实仅仅发生在我们身上,但你也会发现许多事是我们与非理性动物所共有的。
ἆρʼ οὖν καὶ παρακολουθεῖ τοῖς γινομένοις ἐκεῖνα; οὐδαμῶς. ἄλλο γάρ ἐστι χρῆσις καὶ ἄλλο παρακολούθησις. ἐκείνων χρείαν εἶχεν ὁ θεὸς χρωμένων ταῖς φαντασίαις, ἡμῶν δὲ παρακολουθούντων τῇ χρήσει.3
难道那些动物也理解领悟所发生的事吗?绝非如此。因为使用是一回事,理解领悟则是另一回事。神需要它们作为表象的使用者,而需要我们作为使用的理解领悟者。
διὰ τοῦτο ἐκείνοις μὲν ἀρκεῖ τὸ ἐσθίειν καὶ πίνειν καὶ τὸ ἀναπαύεσθαι καὶ ὀχεύειν καὶ τἆλλʼ ὅσα ἐπιτελεῖ τῶν αὑτῶν ἕκαστον, ἡμῖν δʼ, οἷς καὶ τὴν παρακολουθητικὴν δύναμιν ἔδωκεν, οὐκέτι ταῦτʼ ἀπαρκεῖ, ἀλλʼ ἂν μὴ κατὰ τρόπον καὶ τεταγμένως καὶ ἀκολούθως τῇ ἑκάστου φύσει καὶ κατασκευῇ πράττωμεν, οὐκέτι τοῦ τέλους τευξόμεθα τοῦ ἑαυτῶν.
正因如此,对它们而言,吃、喝、休息、交配,以及各自完成属于自身的其他事情,就已经足够了;但对于我们这些同时被赋予了理解领悟能力的人而言,这些事就不再足够了,我们若不以适当的方式、井然有序地、顺应各自的本性与构造去行事,我们就再也无法达到自身的终极目的。
ὧν γὰρ αἱ κατασκευαὶ διάφοροι, τούτων καὶ τὰ ἔργα καὶ τὰ τέλη.
因为构造各异者,其职能与目的亦各异。
οὗ τοίνυν ἡ κατασκευὴ μόνον χρηστική, τούτῳ4 χρῆσθαι ὁπωσοῦν ἀπαρκεῖ· οὗ δὲ καὶ παρακολουθητικὴ τῇ χρήσει, τούτῳ τὸ κατὰ τρόπον ἂν μὴ προσῇ οὐδέποτε τεύξεται τοῦ τέλους.
因此,凡构造仅在于使用的,以任何方式使用都已足够;但凡构造亦在于理解领悟这一使用的,若不具备适当的方式,就绝不可能达到其终极目的。
τί οὖν; ἐκείνων ἕκαστον κατασκευάζει τὸ μὲν ὥστʼ ἐσθίεσθαι, τὸ δʼ ὥστε ὑπηρετεῖν εἰς γεωργίαν, τὸ δʼ ὥστε τυρὸν φέρειν, τὸ δʼ ἄλλο ἐπʼ ἄλλῃ χρείᾳ παραπλησίῳ, πρὸς ἃ τίς χρεία τοῦ παρακολουθεῖν ταῖς φαντασίαις καὶ ταύτας διακρίνειν δύνασθαι;
那么又如何呢?神构造它们中的每一个,有的用于被食用,有的用于服役农耕,有的用于产乳酪,有的用于其他类似的用途;对于这些,哪里需要理解领悟表象并能够辨别它们呢?
τὸν δʼ ἄνθρωπον θεατὴν εἰσήγαγεν αὐτοῦ τε καὶ τῶν ἔργων τῶν αὐτοῦ, καὶ οὐ μόνον θεατήν, ἀλλὰ καὶ ἐξηγητὴν αὐτῶν.
但神将人作为祂自身及其工程的观照者引入世间,而且不仅是观照者,更是它们的解释者。
διὰ τοῦτο αἰσχρόν ἐστι τῷ ἀνθρώπῳ ἄρχεσθαι καὶ καταλήγειν ὅπου καὶ τὰ ἄλογα, ἀλλὰ μᾶλλον ἔνθεν μὲν ἄρχεσθαι, καταλήγειν δὲ ἐφʼ ὃ κατέληξεν ἐφʼ ἡμῶν καὶ ἡ φύσις.
因此,人若始于非理性动物所始之处,又止于它们所止之处,乃是可耻的;人反倒应当始于那里,而终结于自然在我们身上所设定的终点。
κατέληξεν δʼ ἐπὶ θεωρίαν καὶ παρακολούθησιν καὶ σύμφωνον διεξαγωγὴν τῇ φύσει.
而自然所设定的终点,乃是沉思、理解领悟,以及与自然相一致的生活实践。
- 1.6.1δύναμίν τε συνορατικὴν τῶν γεγονότων ἑκάστῳ
ἑκάστῳ 可作为关系与格依附于 τῶν γεγονότων,解作“发生在各人/各物身上的事情”;亦可理解为修饰事情本身的个体分布(“洞察所发生的每一件事”)。它指全面总揽并领悟具体发生之事的认知能力。
- 1.6.10διατρέψαι πρὸς τὸ ἀπολιπεῖν τὸν τεχνίτην
διατρέπω 意为“使转向”、“使改变心意”。介词短语 πρὸς τὸ ἀπολιπεῖν 直译为“朝向舍弃工匠”,在修辞上可视为反问(“难道这还不足以打动人,反而使人走向舍弃工匠吗?”),或者引申为“使人转意而不再舍弃工匠(从舍弃工匠的念头中折转回来)”。
- 1.6.13ἐκείνων χρείαν εἶχεν ὁ θεὸς χρωμένων ταῖς φαντασίαις, ἡμῶν δὲ παρακολουθούντων τῇ χρήσει
短语 χρείαν εἶχεν(“需要”)支配属格 ἐκείνων 与 ἡμῶν,分词 χρωμένων 与 παρακολουθούντων 作表语性修饰,分别限定两者的功能与状态(“神需要它们作为表象的使用者,而需要我们作为使用的理解领悟者”)。
- 1.6.17οὗ τοίνυν ἡ κατασκευὴ μόνον χρηστική, τούτῳ
关系代词 οὗ 为所有格,与后文的指示代词 τούτῳ 构成呼应,指代结构属于中性或泛指之物(“凡其构造仅用于使用之物,对它而言……”)。
