- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:1.5.1-1.5.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
论述了面对昭然之真理却执意抗拒、丧失知耻之心而固执于自相矛盾者的精神石化,指出这种状态比肉体的麻痹更为恶劣。
ἄν τις, φησίν, ἐνίστηται πρὸς τὰ ἄγαν ἐκφανῆ, πρὸς τοῦτον οὐ ῥᾴδιόν ἐστιν εὑρεῖν λόγον, διʼ οὗ μεταπείσει τις αὐτόν.
他说,如果有人抗拒那些极其显而易见之事,便不容易找到说服他改变心意的论证。
τοῦτο δʼ οὔτε παρὰ τὴν ἐκείνου γίνεται δύναμιν1 οὔτε παρὰ τὴν τοῦ διδάσκοντος ἀσθένειαν, ἀλλʼ ὅταν ἀπαχθεὶς ἀπολιθωθῇ, πῶς ἔτι χρήσηταί τις αὐτῷ διὰ λόγου;2
而这既非由于那人的能力,亦非由于施教者的软弱;然而,当一个人被带入歧途而石化之后,人们还能如何通过言论来对待他呢?
Ἀπολιθώσεις δʼ εἰσὶ διτταί· ἡ μὲν τοῦ νοητικοῦ ἀπολίθωσις, ἡ δὲ τοῦ ἐντρεπτικοῦ, ὅταν τις παρατεταγμένος ᾖ μὴ ἐπινεύειν τοῖς ἐναργέσι μηδʼ ἀπὸ τῶν μαχομένων ἀφίστασθαι.
石化有两种:一种是智解力的石化,另一种则是知耻之心的石化,即当有人固执地准备好既不赞同明晰之物,也不从自相矛盾中退让的时候。
οἱ δὲ πολλοὶ τὴν μὲν σωματικὴν ἀπονέκρωσιν φοβούμεθα καὶ πάντʼ ἂν μηχανησαίμεθα ὑπὲρ τοῦ μὴ περιπεσεῖν τοιούτῳ τινί, τῆς ψυχῆς δʼ ἀπονεκρουμένης οὐδὲν ἡμῖν μέλει.
然而我们大多数人只害怕肉体的麻痹,并且会为了不陷入这等境地而用尽心机,但对于灵魂的麻痹,我们却毫不在意。
καὶ νὴ Δία ἐπὶ αὐτῆς τῆς ψυχῆς ἂν μὲν ᾖ οὕτως διακείμενος, ὥστε μηδενὶ παρακολουθεῖν μηδὲ συνιέναι μηδέν, καὶ τοῦτον κακῶς ἔχειν οἰόμεθα· ἂν δέ τινος τὸ ἐντρεπτικὸν καὶ αἰδῆμον ἀπονεκρωθῇ, τοῦτο ἔτι καὶ δύναμιν καλοῦμεν. Καταλαμβάνεις ὅτι ἐγρήγορας;
指着宙斯发誓,单就灵魂本身而言,若有人处于完全无法理解、一无所悟的境况,我们也认为此人的状态极为糟糕;可若是一个人的知耻与恭谨之心陷入了麻痹,我们甚至还称之为有力量。 “你把握到自己醒着吗?”
οὔ, φησίν· οὐδὲ γάρ, ὅταν ἐν τοῖς ὕπνοις φαντάζωμαι, ὅτι ἐγρήγορα. οὐδὲν οὖν διαφέρει αὕτη ἡ φαντασία ἐκείνης; οὐδέν. ἔτι τούτῳ διαλέγομαι;
“没有,”他说,“因为我在睡梦中产生自己醒着的表象时,同样没有把握到。” “那么,这个表象与那个表象毫无区别吗?” “毫无区别。” 我还继续与这样的人对话吗?
καὶ ποῖον αὐτῷ πῦρ ἢ ποῖον σίδηρον προσαγάγω, ἵνʼ αἴσθηται ὅτι νενέκρωται; αἰσθανόμενος οὐ προσποιεῖται·3 ἔτι χείρων ἐστὶ τοῦ νεκροῦ. μάχην οὗτος οὐ συνορᾷ· κακῶς ἔχει. συνορῶν οὗτος οὐ κινεῖται οὐδὲ προκόπτει· ἔτι ἀθλιώτερον ἔχει.
我要用什么样的火或什么样的烙铁触碰他,好让他察觉自己已经麻木了呢?若他已察觉却假装不知,那他比死人还要恶劣。若此人看不出矛盾所在,他的状态很糟糕;若他看出了矛盾却不为所动,亦不求进阶,那他的境遇更加悲惨。
ἐκτέτμηται τὸ αἰδῆμον αὐτοῦ καὶ ἐντρεπτικὸν καὶ τὸ λογικὸν οὐκ ἀποτέτμηται, ἀλλʼ ἀποτεθηρίωται.
他的恭谨与知耻之心已被切除,其理性能力虽未被割弃,却已沦为兽性。
ταύτην ἐγὼ δύναμιν εἴπω; μὴ γένοιτο, εἰ μὴ καὶ τὴν τῶν κιναίδων,4 καθʼ ἣν πᾶν τὸ ἐπελθὸν ἐν μέσῳ καὶ ποιοῦσι καὶ λέγουσι.
我会把这称为力量吗?绝非如此,除非人们把那些无耻之徒的力量也称作力量——依凭这种力量,凡是脑中所浮现的事,他们都在大庭广众之下照做照说。
- 1.5.2οὔτε παρὰ τὴν ἐκείνου γίνεται δύναμιν
介词 παρά 接宾格表示原因(“由于……”、“因……之故”)。与后面的 οὔτε παρὰ τὴν τοῦ διδάσκοντος ἀσθένειαν 相并列,说明无法说服对方的原因既不在于论敌的能力强大,也不在于施教者的能力孱弱。
- 1.5.2πῶς ἔτι χρήσηταί τις αὐτῷ διὰ λόγου;
χρήσηται 为熟虑虚拟语气(deliberative subjunctive),用于以不定代词 τις 为主语的修辞性疑问句中,表达通过理性言辞去对待或处理这种人是根本不可能的。
- 1.5.7αἰσθανόμενος οὐ προσποιεῖται
προσποιοῦμαι 通常意为“假装”,在此处与否定词 οὐ 连用,配合分词 αἰσθανόμενος,构成“虽已察觉却装作未察觉/不予承认”的习语表达,与后文单由智力缺陷所致的“看不出矛盾”(μάχην οὐ συνορᾷ)形成道德程度上的对比。
- 1.5.10εἰ μὴ καὶ τὴν τῶν κιναίδων
省略句结构。承接前句 ταύτην ἐγὼ δύναμιν εἴπω; 省略了动词 εἴπω(或 καλέσω)以及名词 δύναμιν,意为“除非[我也将]无耻之徒的那种[能力称为力量]”。
