- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:1.4.18-1.4.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
爱比克泰德指出真正的进阶在于砥砺自身意志而非钻研书本知识,以此摆脱对外物的执念,并主张人们理当为获赐指引美好生活的真理而感恩上天。
ποῦ οὖν προκοπή; εἴ τις ὑμῶν ἀποστὰς τῶν ἐκτὸς ἐπὶ τὴν προαίρεσιν ἐπέστραπται τὴν αὑτοῦ, ταύτην ἐξεργάζεσθαι καὶ ἐκπονεῖν, ὥστε σύμφωνον ἀποτελέσαι τῇ φύσει,1 ὑψηλὴν ἐλευθέραν ἀκώλυτον ἀνεμπόδιστον πιστὴν αἰδήμονα· μεμάθηκέν τε, ὅτι ὁ τὰ μὴ ἐφʼ αὑτῷ ποθῶν ἢ φεύγων οὔτε πιστὸς εἶναι δύναται οὔτʼ ἐλεύθερος, ἀλλʼ ἀνάγκη μεταπίπτειν καὶ μεταρριπίζεσθαι ἅμα ἐκείνοις καὶ αὐτόν, ἀνάγκη δὲ καὶ ὑποτεταχέναι ἄλλοις ἑαυτόν, τοῖς ἐκεῖνα περιποιεῖν ἢ κωλύειν δυναμένοις· καὶ λοιπὸν ἕωθεν ἀνιστάμενος ταῦτα τηρεῖ καὶ φυλάσσει, λούεται ὡς πιστός, ὡς αἰδήμων ἐσθίει, ὡσαύτως ἐπὶ τῆς ἀεὶ παραπιπτούσης ὕλης τὰ προηγούμενα ἐκπονῶν,2 ὡς ὁ δρομεὺς δρομικῶς καὶ ὁ φώνασκος φωνασκικῶς· οὗτός ἐστιν ὁ προκόπτων ταῖς ἀληθείαις καὶ ὁ μὴ εἰκῇ ἀποδεδημηκὼς οὗτός ἐστιν.
那么,进阶究竟在何处呢?如果你们当中有人转离外在之物,致力于自身的意志抉择,去耕耘并锻炼它,使之与自然相符,成为高尚、自由、不受阻碍、不受牵绊、忠实且知耻的;并且他懂得,渴求或逃避非依于自身之物的人,既不可能忠实,也不可能自由,反而自身必然要随同那些事物一同转变、漂泊不定,且必然要将自己屈从于他人——即那些能够提供或阻碍这些外物的人;此外,他清晨醒来便持守并护卫这些原则,如忠实之人般沐浴,如知耻之人般进食,同样在随时临到的任何素材上践履其根本之事,犹如跑者以跑者之道奔跑,发声训练师以其本分训练发声;这样的人才真正是有所进阶的人,这样的人才没有徒然离乡出游。
εἰ δʼ ἐπὶ τὴν ἐν τοῖς βιβλίοις ἕξιν τέταται καὶ ταύτην ἐκπονεῖ καὶ ἐπὶ τοῦτο ἐκδεδήμηκε, λέγω αὐτῷ αὐτόθεν πορεύεσθαι εἰς οἶκον καὶ μὴ ἀμελεῖν τῶν ἐκεῖ·
然而,如果他的心力专注在从书卷中获得习性,只在此处下功夫,并为此而出游,我劝他径直回家去,莫要荒废了家里的事务。
τοῦτο γὰρ ἐφʼ ὃ ἀποδεδήμηκεν οὐδέν ἐστιν· ἀλλʼ ἐκεῖνο, μελετᾶν ἐξελεῖν τοῦ αὑτοῦ βίου πένθη καὶ οἰμωγὰς3 καὶ τὸ οἴμοι καὶ τὸ τάλας ἐγὼ καὶ δυστυχίαν καὶ ἀτυχίαν καὶ μαθεῖν, τί ἐστι θάνατος, τί φυγή, τί δεσμωτήριον, τί κώνειον, ἵνα δύνηται λέγειν ἐν τῇ φυλακῇ ὦ φίλε Κρίτων, εἰ ταύτῃ τοῖς θεοῖς φίλον, ταύτῃ γινέσθω καὶ μὴ ἐκεῖνα τάλας ἐγώ, γέρων ἄνθρωπος, ἐπὶ ταῦτά μου τὰς πολιὰς ἐτήρησα.
因为他离家出游所求取的这桩事算不得什么;相反,那件大事乃是:操练从自己的生活中除掉哀恸、号哭以及“哎呀”和“可怜的我啊”这等呼喊,除掉不幸与厄运,并且去懂得:何为死亡,何为流放,何为监牢,何为毒堇,好使他在狱中能够说: “亲爱的克力同,若诸神意愿如此,那就照此成全吧”,而绝不会说出那等话: “可怜的我啊,一个老迈之人,我保留这一头白发难道就是为了这等下场吗?”
τίς λέγει ταῦτα; δοκεῖτε ὅτι ὑμῖν ἄδοξόν τινα ἐρῶ καὶ ταπεινόν; Πρίαμος αὐτὰ οὐ λέγει; Οἰδίπους οὐ λέγει; ἀλλʼ ὁπόσοι βασιλεῖς λέγουσιν;
是谁说出这等话的?你们以为我会向你们提及某个微不足道、出身卑贱之人的名字吗?难道普里阿摩斯没有说过这些话吗?俄狄浦斯没有说过这些话吗?乃至有多少国王曾这样说过呢?
τί γάρ εἰσιν ἄλλο τραγῳδίαι ἢ ἀνθρώπων πάθη τεθαυμακότων τὰ ἐκτὸς διὰ μέτρου τοιοῦδʼ ἐπιδεικνύμενα;
因为悲剧若不是用这种诗律所展现的、那些对身外之物叹为观止之人的苦难,还能是什么呢?
εἰ γὰρ ἐξαπατηθέντα τινὰ ἔδει μαθεῖν, ὅτι τῶν ἐκτὸς καὶ ἀπροαιρέτων οὐδέν ἐστι πρὸς ἡμᾶς, ἐγὼ μὲν ἤθελον τὴν ἀπάτην ταύτην, ἐξ ἧς ἤμελλον εὐρόως καὶ ἀταράχως βιώσεσθαι, ὑμεῖς δʼ ὄψεσθʼ αὐτοὶ τί θέλετε.
即便人必须通过受骗才能懂得,外在之物与意志之外之物皆与我们无干,那我宁愿要这种骗局,借此我得以顺遂且安宁地度日;但你们自己想要什么,还需你们自己斟酌。
τί οὖν ἡμῖν παρέχει Χρύσιππος; ἵνα γνῷς, φησίν, ὅτι οὐ ψευδῆ ταῦτά ἐστιν, ἐξ ὧν ἡ εὔροιά ἐστι καὶ ἀπάθεια ἀπαντᾷ, λάβε μου τὰ βιβλία καὶ γνώσῃ ὡς τε καὶ σύμφωνά ἐστι τῇ φύσει τὰ ἀπαθῆ με ποιοῦντα. ὦ μεγάλης εὐτυχίας, ὦ μεγάλου εὐεργέτου τοῦ δεικνύοντος τὴν ὁδόν.
“那么克吕西波究竟为我们提供了什么呢?”他说:“为了让你懂得,顺遂的生活由此而来、免于激情的宁静由此而遇的这些道理并非虚妄,拿去我的书卷吧,你便会知道,那些让我免于激情的道理是何其真确且顺应自然。”哦,何等巨大的幸运!哦,指明道路的何其伟大的恩人!
εἶτα Τριπτολέμῳ μὲν ἱερὰ καὶ βωμοὺς πάντες ἄνθρωποι ἀνεστάκασιν, ὅτι τὰς ἡμέρους τροφὰς ἡμῖν ἔδωκεν, τῷ δὲ τὴν ἀλήθειαν εὑρόντι καὶ φωτίσαντι καὶ εἰς πάντας ἀνθρώπους ἐξενεγκόντι, οὐ τὴν περὶ τὸ ζῆν, ἀλλὰ τὴν πρὸς τὸ εὖ ζῆν, τίς ὑμῶν ἐπὶ τούτῳ βωμὸν ἱδρύσατο ἢ ναὸν ἢ ἄγαλμα ἀνέθηκεν ἢ τὸν θεὸν ἐπὶ τούτῳ προσκυνεῖ;
然而,全人类都为特里普托勒摩斯设立了神殿与祭坛,因为他把驯化栽培的食粮赐予了我们;可是对于那位发现真理、照亮真理并将之向全人类宣明的人——不是关于仅仅生存的真理,而是关于美好生活的真理——你们当中有谁为此给他立过祭坛,或奉献过神庙与雕像,或为此敬拜神呢?
ἀλλʼ ὅτι μὲν ἄμπελον ἔδωκαν ἢ πυρούς, ἐπιθύομεν τούτου ἕνεκα, ὅτι δὲ τοιοῦτον ἐξήνεγκαν καρπὸν ἐν ἀνθρωπίνῃ διανοίᾳ, διʼ οὗ τὴν ἀλήθειαν τὴν περὶ εὐδαιμονίας δείξειν ἡμῖν ἤμελλον, τούτου δʼ ἕνεκα οὐκ εὐχαριστήσωμεν τῷ θεῷ;4
反之,〔诸神〕赐下了葡萄藤或小麦,我们便为此献祭;而他们在人类的理智中结出了这等果实,并借此向我们昭示关于幸福的真理,难道我们反倒不为此向神献上感恩吗?
- 1.4.18εἴ τις ὑμῶν ἀποστὰς τῶν ἐκτὸς ἐπὶ τὴν προαίρεσιν ἐπέστραπται τὴν αὑτοῦ, ταύτην ἐξεργάζεσθαι καὶ ἐκπονεῖν, ὥστε σύμφωνον ἀποτελέσαι τῇ φύσει
条件从句 εἴ τις ... ἐπέστραπται 构成了一个长周期句,其主句在穿插了 μεμάθηκέν τε 与 καὶ λοιπὸν ... τηρεῖ 等并列句之后,直到后文的 οὗτός ἐστιν ὁ προκόπτων ταῖς ἀληθείαις(这样的人才是真正有所进阶的人)才得以收束呼应。不定式 ἐξεργάζεσθαι καὶ ἐκπονεῖν 直接依附于动词 ἐπέστραπται,作目的或说明性的补足不定式(“致力于……以耕耘并锻炼它”)。
- 1.4.20τὰ προηγούμενα ἐκπονῶν
τὰ προηγούμενα 在此斯多亚语境中意指“首要之事”、“根本之务”,与前面的介词短语 ἐπὶ τῆς ἀεὶ παραπιπτούσης ὕλης(“在随时偶发临到的素材上”)形成对照,表示无论面对何种临时的外在遭遇,皆要着力锻炼最核心的道德抉择。
- 1.4.23ἀλλʼ ἐκεῖνο, μελετᾶν ἐξελεῖν τοῦ αὑτοῦ βίου πένθη καὶ οἰμωγὰς
与前面的 τοῦτο ... οὐδέν ἐστιν(“这事算不得什么”)相对照,ἀλλʼ ἐκεῖνο(“相反,那是另一件大事”)起到了承接作用,其后直接跟有作同位语的不定式短语 μελετᾶν 与 μαθεῖν。指示代词 ἐκεῖνο 在此起到了前瞻(cataphoric)指示的作用,统摄其后表明哲学真正目标的整组不定式。
- 1.4.32τούτου δʼ ἕνεκα οὐκ εὐχαριστήσωμεν τῷ θεῷ;
οὐκ εὐχαριστήσωμεν 为第一人称复数不定过去时熟议/审慎虚拟语气(deliberative subjunctive),在此用于修辞性疑问句中,表达强烈的反问与应当之情:“难道我们反倒不当向神献上感恩吗?”
