- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:1.4.1-1.4.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
爱比克泰德论证道,真正的进阶并非在于阅读或注疏哲学论著,而在于对欲望、规避与意志活动的实践掌控。
ὁ προκόπτων μεμαθηκὼς παρὰ τῶν φιλοσόφων ὅτι ἡ μὲν ὄρεξις ἀγαθῶν ἐστιν, ἡ δʼ ἔκκλισις πρὸς κακά, μεμαθηκὼς δὲ καὶ ὅτι οὐκ ἄλλως τὸ εὔρουν καὶ ἀπαθὲς περιγίνεται τῷ ἀνθρώπῳ ἢ ἐν ὀρέξει μὲν μὴ ἀποτυγχάνοντι, ἐν ἐκκλίσει δὲ μὴ περιπίπτοντι, τὴν μὲν ὄρεξιν ἦρκεν1 ἐξ αὑτοῦ εἰσάπαν καὶ ὑπερτέθειται, τῇ ἐκκλίσει δὲ πρὸς μόνα χρῆται τὰ προαιρετικά.
有所进阶之人,既已从哲学家那里学到欲望是针对善事,规避是针对恶事,又学到了唯有在欲望上不落空、在规避上不遭逢所避之物,人才能获得生命的顺遂与免于激情的宁静,便已彻底从自身之中除去了欲望并将其搁置,而仅将规避运用于依于意志之事。
τῶν γὰρ ἀπροαιρέτων ἄν τι ἐκκλίνῃ, οἶδεν ὅτι περιπεσεῖταί ποτέ τινι παρὰ τὴν ἔκκλισιν τὴν αὑτοῦ καὶ δυστυχήσει.
因为他知道,若是规避任何非依于意志之事,他早晚会违背自己的规避而遭逢某种灾难,从而陷入不幸。
εἰ δʼ ἡ ἀρετὴ ταύτην ἔχει τὴν ἐπαγγελίαν εὐδαιμονίαν ποιῆσαι καὶ ἀπάθειαν καὶ εὔροιαν, πάντως καὶ ἡ προκοπὴ ἡ πρὸς αὐτὴν πρὸς ἕκαστον τούτων ἐστὶ προκοπή.
然而,如果美德的许诺正在于带来幸福、免于激情的宁静与顺遂的生活,那么毫无疑问,朝向美德的进阶也就是朝向这当中的每一项的进阶。
ἀεὶ γὰρ πρὸς ὃ ἂν ἡ τελειότης τινὸς καθάπαξ ἄγῃ, πρὸς αὐτὸ ἡ προκοπὴ συνεγγισμός ἐστιν.
因为无论某事物的完满状态究竟引向何方,朝向它的进阶始终就是向着那一目标靠近。
πῶς οὖν τὴν μὲν ἀρετὴν τοιοῦτόν τι ὁμολογοῦμεν, τὴν προκοπὴν δʼ ἐν ἄλλοις ζητοῦμεν καὶ ἐπιδείκνυμεν; τί ἔργον ἀρετῆς;
那么,既然我们承认美德是这样一种东西,为何却在别的事情中寻求进阶并加以炫耀呢?美德的功用究竟是什么?
εὔροια. τίς οὖν προκόπτει; ὁ πολλὰς Χρυσίππου συντάξεις ἀνεγνωκώς;
是顺遂的生活。那么,谁才是在进阶呢?是读了克吕西波诸多论著的人吗?
μὴ γὰρ ἡ ἀρετὴ τοῦτʼ ἔστι Χρύσιππον νενοηκέναι; εἰ γὰρ τοῦτʼ ἔστιν, ὁμολογουμένως ἡ προκοπὴ οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ πολλὰ τῶν Χρυσίππου νοεῖν.
难道美德就在于理解了克吕西波吗?如果真是这样,那么无可否认,进阶就无非是理解克吕西波的大量著作。
νῦν δʼ ἄλλο μέν τι τὴν ἀρετὴν ἐπιφέρειν ὁμολογοῦμεν, ἄλλο δὲ τὸν συνεγγισμόν, τὴν προκοπὴν ἀποφαίνομεν.2
可是现在,我们一方面承认美德带来的是某种果效,另一方面却又宣称作为其靠近途径的进阶是全然不同的东西。
οὗτος, φησίν, ἤδη καὶ διʼ αὑτοῦ δύναται Χρύσιππον ἀναγιγνώσκειν. εὖ, νὴ τοὺς θεούς, προκόπτεις, ἄνθρωπε· ποίαν προκοπήν.
“这个人,”有人说,“如今已经能够完全凭自己去阅读克吕西波了。” 凭诸神起誓,好一个人啊,你可真是有所进阶了——好一个进阶!
τί ἐμπαίζεις αὐτῷ; τί δʼ ἀπάγεις αὐτὸν τῆς συναισθήσεως τῶν αὑτοῦ κακῶν; οὐ θέλεις δεῖξαι αὐτῷ τὸ ἔργον τῆς ἀρετῆς, ἵνα μάθῃ ποῦ τὴν προκοπὴν ζητῇ;
你为何要愚弄他? 你为何要让他远离对自己祸患的自觉呢?难道你不想向他指明美德的功用,好让他懂得该去何处寻找进阶吗?
ἐκεῖ ζήτησον αὐτήν, ταλαίπωρε, ὅπου σου τὸ ἔργον. ποῦ δέ σου τὸ ἔργον; ἐν ὀρέξει καὶ ἐκκλίσει, ἵνʼ ἀναπότευκτος ᾖς καὶ ἀπερίπτωτος, ἐν ὁρμαῖς καὶ ἀφορμαῖς, ἵνʼ ἀναμάρτητος, ἐν προσθέσει καὶ ἐποχῇ,3 ἵνʼ ἀνεξαπάτητος.
可怜的人啊,到你功用所在之处去寻找它吧。而你的功用究竟在何处呢?就在欲望与规避之中,以便让你既不落空也不遭逢灾祸;在冲动与避拒之中,以便让你不犯错误;在同意与悬置判断之中,以便让你不受蒙骗。
πρῶτοι δʼ εἰσὶν οἱ πρῶτοι τόποι καὶ ἀναγκαιότατοι. ἂν δὲ τρέμων καὶ πενθῶν ζητῇς ἀπερίπτωτος εἶναι, ἄρα πῶς προκόπτεις;
而且,最初的领域才是首要且最为必需的。但若你一边战栗哭号,一边企求不遭逢不幸,那你究竟算哪门子的进阶呢?
σὺ οὖν ἐνταῦθά μοι δεῖξόν σου τὴν προκοπήν. καθάπερ εἰ ἀθλητῇ διελεγόμην δεῖξόν μοι τοὺς ὤμους, εἶτα ἔλεγεν ἐκεῖνος ἴδε μου τοὺς ἁλτῆρας. ὄψει σὺ καὶ οἱ ἁλτῆρες,4 ἐγὼ τὸ ἀποτέλεσμα τῶν ἁλτήρων ἰδεῖν βούλομαι.
所以,请你在此处向我展示你的进阶吧。这正如我若对一个运动员说: “向我展示你的双肩,”而他却回答说: “看我的哑铃。” 你和你的哑铃自己去看去吧,我想看的是哑铃所锻炼出的成果!
λάβε τὴν περὶ ὁρμῆς σύνταξιν καὶ γνῶθι πῶς αὐτὴν ἀνέγνωκα. ἀνδράποδον, οὐ τοῦτο ζητῶ, ἀλλὰ πῶς ὁρμᾷς καὶ ἀφορμᾷς, πῶς ὀρέγῃ καὶ ἐκκλίνεις, πῶς ἐπιβάλλῃ καὶ προτίθεσαι καὶ παρασκευάζῃ, πότερα συμφώνως τῇ φύσει ἢ ἀσυμφώνως.
“拿去这篇关于冲动的著作,看我是如何读通它的。” 奴才,我求索的并非这个,而是你如何冲动与避拒,如何欲望与规避,如何着手、图谋并作好准备,是顺应自然还是违背自然。
εἰ γὰρ συμφώνως, τοῦτό μοι δείκνυε καὶ ἐρῶ σοι ὅτι προκόπτεις· εἰ δʼ ἀσυμφώνως, ἄπελθε καὶ μὴ μόνον ἐξηγοῦ τὰ βιβλία, ἀλλὰ καὶ γράφε αὐτὸς τοιαῦτα.
因为若是顺应自然,就把这一点展示给我看,我自会告诉你你正在进阶;但若是违背自然,你就走开吧,不仅去注疏这些书卷,甚至自己去撰写这等文字好了。
καὶ τί σοι ὄφελος; οὐκ οἶδας ὅτι ὅλον τὸ βιβλίον πέντε δηναρίων ἐστίν; ὁ οὖν ἐξηγούμενος αὐτὸ δοκεῖ ὅτι πλείονος ἄξιός ἐστιν ἢ πέντε δηναρίων;
可这对你又有何益处呢?难道你不知整部书卷不过值五个第纳尔吗?那么,解释此书的人,看起来价值会超过五个第纳尔吗?
μηδέποτε οὖν ἀλλαχοῦ τὸ ἔργον ζητεῖτε, ἀλλαχοῦ τὴν προκοπήν.
因此,切莫在一处寻找功用,而在另一处寻找进阶。
- 1.4.1ὁ προκόπτων μεμαθηκὼς ... τὴν μὲν ὄρεξιν ἦρκεν
主句主语 ὁ προκόπτων 被两个并列的完成时分词 μεμαθηκὼς(引导 ὅτι 从句)所修饰,分别表示其前提认知,最终引出主动词 ἦρκεν 与 χρῆται。这一句式在宏观结构上统摄了对进阶者实践状态的完整定义。
- 1.4.8ἄλλο μέν τι τὴν ἀρετὴν ἐπιφέρειν ὁμολογοῦμεν, ἄλλο δὲ τὸν συνεγγισμόν, τὴν προκοπὴν ἀποφαίνομεν
工整的对比句式。前半句中 τὴν ἀρετὴν 为不定式 ἐπιφέρειν 的主语(ἄλλο 为宾语),由 ὁμολογοῦμεν 支配;后半句中 ἄλλο 作宾语补足语,τὴν προκοπήν 为宾语,τὸν συνεγγισμόν 则为其同位语(“即那靠近美德的途径”),揭示出“美德的成效”与“人们自封的进阶”之间的分裂脱节。
- 1.4.11ἐν προσθέσει καὶ ἐποχῇ
斯多亚学派三领域中关乎认识论的第三领域。此处 πρόσθεσις(等同于 συγκατάθεσις)意为对表象的“同意”,而 ἐποχή 指“悬置同意/判断”,二者构成防止判断受蒙骗的心灵能力。
- 1.4.13ὄψει σὺ καὶ οἱ ἁλτῆρες
通俗的惯用表达,动词 ὄψει 为二人称单数将来中相。字面意思是“你和你的哑铃自去看吧”,表达一种不屑与摒绝的态度,意即“你跟你的哑铃爱怎样便怎样,与我何干”。
