← 爱比克泰德

谈话录

§1.3.1-1.3.9

人与神明的亲缘以及对沦为兽性的警惕

论述人类兼具源于神明的理性与源于动物的肉体这双重亲缘,告诫人们切勿偏向肉体而沦为豺狼狐狸般的次品,当以神圣智性为荣。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3.1

εἴ τις τῷ δόγματι τούτῳ συμπαθῆσαι κατʼ ἀξίαν δύναιτο,1 ὅτι γεγόναμεν ὑπὸ τοῦ θεοῦ πάντες προηγουμένως καὶ ὁ θεὸς πατήρ ἐστι τῶν τʼ ἀνθρώπων καὶ τῶν θεῶν, οἶμαι ὅτι οὐδὲν ἀγεννὲς οὐδὲ ταπεινὸν ἐνθυμηθήσεται περὶ ἑαυτοῦ.

如果有人能真正深刻领会这一信条——即我们所有人首要地都是由神所生,且神既是人类之父也是诸神之父——我认为他绝不会对自己产生任何卑贱或自卑的想法。

§1.3.2

ἀλλʼ ἂν μὲν Καῖσαρ εἰσποιήσηταί σε, οὐδείς σου τὴν ὀφρῦν βαστάσει· ἂν δὲ γνῷς, ὅτι τοῦ Διὸς υἱὸς εἶ, οὐκ ἐπαρθήσῃ;

然而,若是凯撒将你收为养子,任谁也受不了你的傲慢神气;但若你知道自己是宙斯之子,难道你不会意气昂扬吗?

§1.3.3

νῦν δʼ οὐ ποιοῦμεν,2 ἀλλʼ ἐπειδὴ δύο ταῦτα ἐν τῇ γενέσει ἡμῶν ἐγκαταμέμικται, τὸ σῶμα μὲν κοινὸν πρὸς τὰ ζῷα, ὁ λόγος δὲ καὶ ἡ γνώμη κοινὸν πρὸς τοὺς θεούς,3 ἄλλοι μὲν ἐπὶ ταύτην ἀποκλίνουσιν τὴν συγγένειαν τὴν ἀτυχῆ καὶ νεκράν, ὀλίγοι δέ τινες ἐπὶ τὴν θείαν καὶ μακαρίαν.

可实际上我们并没有这样做。相反,既然在我们受造之初交织着这两样东西——一方面是与动物共通的肉体,另一方面则是与神明共通的理性与智虑——有些人便偏向了那不幸而死寂的血缘,唯有极少数人偏向了那神圣而福乐的血缘。

§1.3.4

ἐπειδὴ τοίνυν ἀνάγκη πάνθʼ ὁντινοῦν οὕτως ἑκάστῳ χρῆσθαι ὡς ἂν περὶ αὐτοῦ ὑπολάβῃ, ἐκεῖνοι μὲν οἱ ὀλίγοι, ὅσοι πρὸς πίστιν οἴονται γεγονέναι καὶ πρὸς αἰδῶ καὶ πρὸς ἀσφάλειαν τῆς χρήσεως τῶν φαντασιῶν, οὐδὲν ταπεινὸν οὐδʼ ἀγεννὲς ἐνθυμοῦνται περὶ αὑτῶν, οἱ δὲ πολλοὶ τἀναντία.

因此,既然任何人都必然按照自己对事物的理解去对待每一件事物,那么那少数自认是为了忠信、为了羞耻心、为了确凿使用表象而生的人,对自己绝不会有任何自卑或卑贱的想法;然而多数人却恰恰相反:

§1.3.5

τί γὰρ εἰμί; ταλαίπωρον ἀνθρωπάριον καὶ τὰ δύστηνά μου σαρκίδια.

“我究竟算什么呢?不过是个可怜的凡夫俗子, 还有我那微不足道的凄惨皮囊。”

§1.3.6

τῷ μὲν ὄντι δύστηνα, ἀλλὰ ἔχεις τι καὶ κρεῖσσον τῶν σαρκιδίων. τί οὖν ἀφεὶς ἐκεῖνο τούτοις προστέτηκας;

确实凄惨。可是你还拥有一种比微小肉躯更为优越的东西。那么,你为何舍弃那个〔优越的东西〕而死死依附于这些〔肉躯〕呢?

§1.3.7

διὰ ταύτην τὴν συγγένειαν οἱ μὲν ἀποκλίναντες λύκοις ὅμοιοι γινόμεθα, ἄπιστοι καὶ ἐπίβουλοι καὶ βλαβεροί, οἱ δὲ λέουσιν, ἄγριοι καὶ θηριώδεις καὶ ἀνήμεροι, οἱ πλείους δʼ ἡμῶν ἀλώπεκες καὶ ὡς ἐν ζῴοις ἀτυχήματα.4

因着这种亲缘关系,偏向〔此方〕的我们当中,有些人就变得如同豺狼,背信弃义、心怀叵测、有害于人;有些人则如同狮子,凶残、野蛮、桀骜不驯;而我们当中的大多数人却成了狐狸,成了动物界的次品。

§1.3.8

τί γάρ ἐστιν ἄλλο λοίδορος καὶ κακοήθης ἄνθρωπος ἢ ἀλώπηξ ἢ τί ἄλλο ἀτυχέστερον καὶ ταπεινότερον;

因为一个口出恶言、居心不良的人,除了是狐狸之外还能是什么,或者还有什么别的更不幸、更卑劣呢?

§1.3.9

ὁρᾶτε οὖν καὶ προσέχετε, μή τι τούτων ἀποβῆτε τῶν ἀτυχημάτων.

所以你们要警惕并当心,切莫沦为这些次品中的一员。

语法注4 条
  1. 1.3.1τῷ δόγματι τούτῳ συμπαθῆσαι κατʼ ἀξίαν δύναιτο

    这是一个混合条件句:条件从句使用 εἰ 搭配希求式(δύναιτο),以婉转或假定的方式提出前提;而主句则由 οἶμαι 引导直陈式将来时(ἐνθυμηθήσεται),表达一旦假设成立则结果必然发生。此外,接在后面的 ὅτι 从句作为 τῷ δόγματι τούτῳ 的同位语从句,解释该信条的具体内容。

  2. 1.3.3νῦν δʼ οὐ ποιοῦμεν

    此处的 νῦν δέ 并非表示时间上的“而现在”,而属于逻辑用法,意为“然而在现实中 / 事实却并非如此”,用来否定前文的潜在假定,引出与现实相对照的实情。其后的 ἀλλά 则进一步引出人们在现实中的实际偏向。

  3. 1.3.3τὸ σῶμα μὲν κοινὸν πρὸς τὰ ζῷα, ὁ λόγος δὲ καὶ ἡ γνώμη κοινὸν πρὸς τοὺς θεούς

    这两个短语与前文的 δύο ταῦτα(这两样东西)构成同位语展开。谓语形容词 κοινόν 在修饰包含两个阴/阳性名词的 ὁ λόγος δὲ καὶ ἡ γνώμη 时依然保持中性单数,是因为它以泛指的中性概念形式将两者概括为一种“共有之物”。

  4. 1.3.7ἀλώπεκες καὶ ὡς ἐν ζῴοις ἀτυχήματα

    ἀτύχημα 字面意为“不幸”或“灾难”,但在谈及自然造物或生物时,带有“次品”、“残次之物”或“造化弄人的失败品”之意。ὡς ἐν ζῴοις 则是一个限定副词短语,意为“在动物之中(算作残次品的存在)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:1.3.1-1.3.9