← 爱比克泰德

谈话录

§1.29.45-1.29.66

作为神的见证人以行动践行学说

本节阐明人应当自知作为神的见证人,不应被无教养的掌权者的判决或恐惧所动摇,而应用实际行动践行学说;既要摒弃逃奴般惶恐的处世态度,又要效仿苏格拉底宽容顺应普通凡人的举止。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.29.45

θὲς τὴν πλατύσημον καὶ ἀναλαβὼν ῥάκη πρόσελθε ἐν προσώπῳ τοιούτῳ. τί οὖν; οὐ δέδοταί μοι καλὴν φωνὴν εἰσενεγκεῖν;

“脱下带有宽紫边的长袍,换上破布衣裳,以此等角色出场吧。” “那么又怎样呢?难道我未曾被赐予献出优美声音的能力吗?”

§1.29.46

πῶς οὖν ἀναβαίνεις νῦν; ὡς μάρτυς ὑπὸ τοῦ θεοῦ κεκλημένος.

“那么你现在又是以何种身份登场呢?” “作为被神所召唤的见证人:

§1.29.47

ἔρχου σὺ καὶ μαρτύρησόν μοι· σὺ γὰρ ἄξιος εἶ προαχθῆναι μάρτυς. ὑπʼ ἐμοῦ. μή τι τῶν ἐκτὸς τῆς προαιρέσεως ἀγαθόν ἐστιν ἢ κακόν; μή τινα βλάπτω; μή τι ἐπʼ ἄλλῳ τὴν ὠφέλειαν ἐποίησα τὴν ἑκάστου ἢ ἐπʼ αὐτῷ;

‘你来,为我作证;因为你配被我引出来作见证。在选择意志之外的事物中,难道有什么是善或恶的吗?我害了什么人吗?难道我把每个人的益处放在他人那里,而不是放在他自己手里了吗?’

§1.29.48

τίνα μαρτυρίαν δίδως τῷ θεῷ; ἐν δεινοῖς εἰμι, κύριε, καὶ δυστυχῶ, οὐδείς μου ἐπιστρέφεται, οὐδείς μοι δίδωσιν οὐδέν, πάντες ψέγουσιν, κακολογοῦσιν.

你向神给出的是何种见证呢?” “‘主啊,我身处险境,我遭遇不幸,没有人理睬我,没有人给我任何东西,所有人都责难我、辱骂我。’

§1.29.49

ταῦτα μέλλεις μαρτυρεῖν καὶ καταισχύνειν τὴν κλῆσιν ἣν κέκληκεν, ὅτι σε ἐτίμησεν ταύτην τὴν τιμὴν καὶ ἄξιον ἡγήσατο προσαγαγεῖν εἰς μαρτυρίαν τηλικαύτην;

难道你打算作这样的见证,并羞辱他所发出的召唤吗?要知他赐予你这等尊荣,并认为你配被带出来作如此重大的见证。”

§1.29.50

ἀλλʼ ἀπεφήνατο ὁ ἔχων τὴν ἐξουσίαν κρίνω σε ἀσεβῆ καὶ ἀνόσιον εἶναι. τί σοι γέγονεν; ἐκρίθην ἀσεβὴς καὶ ἀνόσιος εἶναι.

“‘可是掌权者宣告说:我判定你是不虔敬和不敬神的。’ 临到你身上的究竟是什么呢?” “‘我被判定为不虔敬和不敬神。’

§1.29.51

ἄλλο οὐδέν; οὐδέν. εἰ δὲ περὶ συνημμένου τινὸς ἐπικεκρίκει καὶ ἐδεδώκει ἀπόφασιν τὸ εἰ ἡμέρα ἐστίν, φῶς ἐστιν κρίνω ψεῦδος εἶναι, τί ἐγεγόνει τῷ συνημμένῳ; τίς ἐνθάδε κρίνεται, τίς κατακέκριται; τὸ συνημμένον ἢ ὁ ἐξαπατηθεὶς περὶ αὐτοῦ;

还有别的事吗?” “‘没有了。’ 然而,如果他曾对某个假言命题做出裁决,并给出了判词:‘我判定“若是白天,就有光”这个命题是假的’,那个假言命题会遭遇什么呢?在此处受审判的是谁,被定罪的又是谁?是假言命题,还是在它上面受了蒙蔽的那个人呢?

§1.29.52

οὗτος οὖν τίς ποτε ὁ ἔχων ἐξουσίαν τοῦ ἀποφήνασθαί τι περὶ σοῦ; οἶδεν τί ἐστι τὸ εὐσεβὲς ἢ τὸ ἀσεβές; μεμελέτηκεν αὐτό; μεμάθηκεν; ποῦ; παρὰ τίνι;

那么,这个有权对你做出某种宣告的人,究竟是个什么人?他懂得什么是虔敬或不虔敬吗?他演练过吗?他学习过吗?在哪里学的?师从何人?

§1.29.53

εἶτα μουσικὸς μὲν οὐκ ἐπιστρέφεται αὐτοῦ ἀποφαινομένου περὶ τῆς νήτης ὅτι ἐστὶν ὑπάτη οὐδὲ γεωμετρικός, ἂν ἐπικρίνῃ τὰς ἀπὸ κέντρου πρὸς τὸν κύκλον προσπιπτούσας μὴ εἶναι ἴσας· ὁ δὲ ταῖς ἀληθείαις πεπαιδευμένος ἀνθρώπου ἀπαιδεύτου ἐπιστραφήσεται ἐπικρίνοντός τι περὶ ὁσίου καὶ ἀνοσίου καὶ ἀδίκου καὶ δικαίου; ὦ πολλῆς ἀδικίας τῶν πεπαιδευμένων.1 ταῦτα οὖν ἔμαθες ἐνταῦθα;

音乐家并不理会那个人将最高音宣告为最低音,几何学家也不理会他判定从圆心到圆周所引的线不相等; 而真正受过教养的人,难道反倒要理会一个没有教养的人就敬神与不敬神、不义与正义所做的裁决吗?教养之士做出这等事,是何等重大的背理!难道这就是你在这里学到的东西吗?

§1.29.55

οὐ θέλεις τὰ μὲν λογάρια τὰ περὶ τούτων ἄλλοις ἀφεῖναι, ἀταλαιπώροις ἀνθρωπαρίοις, ἵνʼ ἐν γωνίᾳ καθεζόμενοι μισθάρια λαμβάνωσιν ἢ γογγύζωσιν, ὅτι οὐδεὶς αὐτοῖς παρέχει οὐδέν, σὺ δὲ χρῆσθαι παρελθὼν οἷς ἔμαθες;

难道你不愿意把关于这些事的琐碎小论辩留给其他人,留给那些无能的卑微之辈,让他们坐在角落里领取微薄的报酬,或者抱怨没有人供给他们任何东西,而你则站出来运用你所学到的东西吗?

§1.29.56

οὐ γὰρ λογάριά ἐστι τὰ λείποντα νῦν, ἀλλὰ γέμει τὰ βιβλία τῶν Στωικῶν λογαρίων. τί οὖν τὸ λεῖπόν ἐστιν; ὁ χρησόμενος, ὁ ἔργῳ μαρτυρήσων τοῖς λόγοις.

因为现在所缺少的并不是小论辩,斯多亚派的小论辩在书本中满目皆是。那么缺少的是什么呢?缺少的是践行者,是在行动中为这些道理作证的人。

§1.29.57

τοῦτό μοι τὸ πρόσωπον ἀνάλαβε, ἵνα μηκέτι παλαιοῖς ἐν τῇ σχολῇ παραδείγμασι χρώμεθα, ἀλλὰ ἔχωμέν τι καὶ καθʼ ἡμᾶς παράδειγμα.

请为我承担起这个角色吧,好让我们在学园里不再总是使用古代的例子,而是也能拥有属于我们当代的某个榜样。

§1.29.58

ταῦτα οὖν τίνος ἐστὶ θεωρεῖν; τοῦ σχολάζοντος. ἔστι γὰρ φιλοθέωρόν τι ζῷον ὁ ἄνθρωπος.

那么,静观这些事情是谁的职分呢?是享有闲暇者的职分;因为人是一种喜好静观的造物。

§1.29.59

ἀλλʼ αἰσχρόν ἐστι θεωρεῖν ταῦτα οὕτως ὡς οἱ δραπέται· ἀλλʼ ἀπερισπάστως καθῆσθαι καὶ ἀκούειν νῦν μὲν τραγῳδοῦ νῦν δὲ κιθαρῳδοῦ, οὐχ ὡς ἐκεῖνοι ποιοῦσιν. ἅμα μὲν ἐπέστη καὶ ἐπῄνεσεν τὸν τραγῳδόν, ἅμα δὲ περιεβλέψατο· εἶτα ἄν τις φθέγξηται κύριον, εὐθὺς σεσόβηνται, ταράσσονται.

然而,像逃奴那样去静观这些事情是可耻的;人们应当毫无分心地坐着,时而聆听悲剧演员,时而聆听竖琴乐师,而不是像那些逃奴那样行事。逃奴站下来赞美悲剧演员,同时却四下张望;随后如果有人喊一声‘主人’,他们立刻惊惶失措、惶恐不安。

§1.29.60

αἰσχρόν ἐστιν οὕτως καὶ τοὺς φιλοσόφους θεωρεῖν τὰ ἔργα τῆς φύσεως. τί γάρ ἐστι κύριος; ἄνθρωπος ἀνθρώπου κύριος οὐκ ἔστιν, ἀλλὰ θάνατος καὶ ζωὴ καὶ ἡδονὴ καὶ πόνος.

哲学家们若以此种方式静观自然的造化,同样是可耻的。因为主人是什么呢?人不是人的主人,死与生、快乐与痛苦才是主人。

§1.29.61

ἐπεὶ χωρὶς τούτων ἄγαγέ μοι τὸν Καίσαρα καὶ ὄψει πῶς εὐσταθῶ.2 ὅταν δὲ μετὰ τούτων ἔλθῃ βροντῶν καὶ ἀστράπτων, ἐγὼ δὲ ταῦτα φοβῶμαι, τί ἄλλο ἢ ἐπέγνωκα τὸν κύριον ὡς ὁ δραπέτης;

既然如此,只要除去这些,把凯撒带到我面前来,你就会看到我是多么从容镇定。但当他带着这些、伴着雷鸣闪电而来,而我又害怕这些东西时,我和那个认出了主人的逃奴又有何分别呢?

§1.29.62

μέχρι δʼ ἂν οὗ τινα ἀνοχὴν ἀπὸ τούτων ἔχω, ὡς δραπέτης ἐφίσταται θεάτρῳ οὕτως κἀγώ· λούομαι, πίνω, ᾁδω, πάντα δὲ μετὰ φόβου καὶ ταλαιπωρίας.

只要我从这些东西中获得片刻喘息,我就像逃奴站在剧场里一样:我沐浴,我饮酒,我歌唱,但一切都在恐惧与折磨中进行。

§1.29.63

ἐὰν δʼ ἐμαυτὸν ἀπολύσω τῶν δεσποτῶν, τοῦτʼ ἔστιν ἐκείνων, διʼ ἃ οἱ δεσπόται εἰσὶ φοβεροί,3 ποῖον ἔτι πρᾶγμα ἔχω, ποῖον ἔτι κύριον;

然而,如果我把自己从这些主人手中释放出来——也就是说,从那些使主人变得可怕的事物中释放出来——我还能有什么麻烦,还能有什么主人呢?

§1.29.64

τί οὖν; κηρύσσειν δεῖ ταῦτα πρὸς πάντας; — οὔ, ἀλλὰ τοῖς ἰδιώταις συμπεριφέρεσθαι καὶ λέγειν οὗτος ὃ αὑτῷ ἀγαθὸν οἴεται τοῦτο κἀμοὶ συμβουλεύει· συγγιγνώσκω αὐτῷ.

那么又如何呢?必须向所有人宣扬这些话吗?——不,而应当顺应普通人,并说: ‘这个人是在把他自以为于己有益的事也劝告于我;我宽恕他。’

§1.29.65

καὶ γὰρ Σωκράτης συνεγίγνωσκεν τῷ ἐπὶ τῆς φυλακῆς κλάοντι, ὅτι ἔμελλεν πίνειν τὸ φάρμακον, καὶ λέγει ὡς γενναίως ἡμᾶς ἀποδεδάκρυκεν.

因为苏格拉底也曾宽恕过那位因他即将饮下毒药而哭泣的狱卒,并说道: ‘他为我们哭得多么高尚啊!’

§1.29.66

μή τι οὖν ἐκείνῳ λέγει ὅτι διὰ τοῦτο τὰς γυναῖκας ἀπελύσαμεν; ἀλλὰ τοῖς γνωρίμοις, τοῖς δυναμένοις αὐτὰ ἀκοῦσαι· ἐκείνῳ δὲ συμπεριφέρεται ὡς παιδίῳ.

难道苏格拉底对那狱卒说了‘我们正是为此才把妇人们打发走的’吗?并没有,而是对他的熟人、对那些能够听懂这些话的人说的;对那狱卒,他则是如同对待孩子一样顺应相待。”

语法注3 条
  1. 1.29.54ὦ πολλῆς ἀδικίας τῶν πεπαιδευμένων

    感叹词 ὦ 引出的感叹属格句式(genitive of exclamation),表示教养之士竟然在意无教养之人的评判是何等荒谬不公。属格 τῶν πεπαιδευμένων 作为主格性属格依附于名词 ἀδικίας(意即“受过教养之人所做出的极大背理/不当”)。

  2. 1.29.61ἄγαγέ μοι τὸν Καίσαρα καὶ ὄψει πῶς εὐσταθῶ

    祈使语气动词 ἄγαγε 与连词 καί 及将来时直陈语气 ὄψει 相结合,在逻辑上相当于条件从句的前件(“把凯撒带到我面前来,你就会看到……”)。与格 μοι 为情态与格(ethical dative),强化了说话者富有挑战意味的语气。

  3. 1.29.63ἐὰν δʼ ἐμαυτὸν ἀπολύσω τῶν δεσποτῶν, τοῦτʼ ἔστιν ἐκείνων, διʼ ἃ οἱ δεσπόται εἰσὶ φοβεροί

    夺格性(分离)属格 τῶν δεσποτῶν 通过插入语 τοῦτʼ ἔστιν(即)由指示代词 ἐκείνων 同位接续。该代词 ἐκείνων 充当紧随其后的关系代词从句 διʼ ἃ οἱ δεσπόται εἰσὶ φοβεροί 的先行词,指代使主人变得可怕的外在事物(生死、苦乐)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:1.29.45-1.29.66