- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:1.2.20-1.2.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
通过普里斯库斯和宁死不屈的运动员之例,论述了坚守自身角色与自由意志尊严的重要性。人即使不能达到苏格拉底般的出类拔萃,也不应放弃自我修养与操练。
ἄγε ἀλλʼ εἰσελθών, φησίν, σιώπησον. μή μʼ ἐξέταζε καὶ σιωπήσω. ἀλλὰ δεῖ με ἐξετάσαι. κἀμὲ εἰπεῖν τὸ φαινόμενον δίκαιον.1 ἀλλʼ ἐὰν εἴπῃς, ἀποκτενῶ σε.
“好吧,但你既然进来了,”他说,“就闭上嘴。” “不要向我提问,我就会闭嘴。” “但我必须向你提问。” “而我也必须说出我认为公正的意见。” “但你若敢说,我就杀了你。”
πότε οὖν σοι εἶπον, ὅτι ἀθάνατός εἰμι; καὶ σὺ τὸ σὸν ποιήσεις κἀγὼ τὸ ἐμόν. σόν ἐστιν ἀποκτεῖναι, ἐμὸν ἀποθανεῖν μὴ τρέμοντα· σὸν φυγαδεῦσαι, ἐμὸν ἐξελθεῖν μὴ λυπούμενον.
“我何曾对你说过我是不死的?你做你的分内事,我做我的。杀人是你的事,不颤抖地去死是我的事;流放是你的事,无悲无戚地离开是我的事。”
τί οὖν ὠφέλησε Πρῖσκος εἷς ὤν; τί δʼ ὠφελεῖ ἡ πορφύρα τὸ ἱμάτιον; τί γὰρ ἄλλο ἢ διαπρέπει ἐν αὐτῷ ὡς πορφύρα καὶ τοῖς ἄλλοις δὲ καλὸν παράδειγμα ἔκκειται;
那么,普里斯库斯仅凭一人之身又有何益处呢?紫边对这领斗篷又有何益处呢?除了作为紫边在其中分外显眼,并作为优美的典范展现在其余部分面前之外,还能有什么呢?
ἄλλος δʼ ἂν εἰπόντος αὐτῷ Καίσαρος ἐν τοιαύτῃ περιστάσει μὴ ἐλθεῖν εἰς σύγκλητον εἶπεν2 ἔχω χάριν, ὅτι μου φείδῃ.
若是另一个人,在如此情势下被凯撒告诫不要来元老院,定会这样说: “感谢您饶恕了我。”
τὸν τοιοῦτον οὐδʼ ἂν ἐκώλυεν εἰσελθεῖν, ἀλλʼ ᾔδει, ὅτι ἢ καθεδεῖται ὡς κεράμιον ἢ λέγων ἐρεῖ, ἃ οἶδεν ὅτι ὁ Καῖσαρ θέλει, καὶ προσεπισωρεύσει ἔτι πλείονα.
对于这样的人,凯撒甚至根本不会阻止他入内;相反,凯撒心知肚明,他要么会像陶罐一样干坐着,要么一开口就净说凯撒想听的话,甚至还会变本加厉地阿谀奉承。
τοῦτον τὸν τρόπον καὶ ἀθλητής τις κινδυνεύων ἀποθανεῖν, εἰ μὴ ἀπεκόπη τὸ αἰδοῖον, ἐπελθόντος αὐτῷ τοῦ ἀδελφοῦ (ἦν δʼ ἐκεῖνος φιλόσοφος) καὶ εἰπόντος ἄγε, ἀδελφέ, τί μέλλεις ποιεῖν; ἀποκόπτομεν τοῦτο τὸ μέρος καὶ ἔτι εἰς γυμνάσιον προερχόμεθα; οὐχ ὑπέμεινεν, ἀλλʼ ἐγκαρτερήσας ἀπέθανεν.
同样,有一位运动员,如果不切除私处便有丧命之虞;当他的兄弟(一位哲学家)走上前来对他说: “来吧,兄弟,你打算怎么办?我们是切除这个部位,然后继续抛头露面去角力场吗?” 他并未屈从,而是坚持隐忍,宁死不屈。
πυθομένου δέ τινος· πῶς τοῦτο ἐποίησεν; ὡς ἀθλητὴς ἢ ὡς φιλόσοφος; ὡς ἀνήρ, ἔφη, ἀνὴρ δʼ Ὀλύμπια κεκηρυγμένος καὶ ἠγωνισμένος, ἐν τοιαύτῃ τινὶ χώρᾳ ἀνεστραμμένος, οὐχὶ παρὰ τῷ Βάτωνι ἀλειφόμενος.
当有人问起:“他是以什么身份这样做的?是以运动员还是以哲学家的身份?”他说:“是以一个男人的身份。一个在奥林匹亚被宣告为胜利者并曾在此竞技的男人,一个在这样的竞技场上生活过的人,而不是一个在巴同那里涂抹香油的庸人。”
ἄλλος δὲ κἂν τὸν τράχηλον ἀπετμήθη, εἰ ζῆν ἠδύνατο δίχα τοῦ τραχήλου.
换了别人,哪怕把头颅切下来,只要没有头颅也能活下去,他都会愿意把头颅切掉。
τοιοῦτόν ἐστι τὸ κατὰ πρόσωπον· οὕτως ἰσχυρὸν παρὰ τοῖς εἰθισμένοις αὐτὸ συνεισφέρειν ἐξ αὐτῶν ἐν ταῖς σκέψεσιν.
符合自身角色之事就是如此;在那些习惯于在深思熟虑中主动将自身角色纳入考量的人心中,它就是如此强有力。
ἄγε οὖν, Ἐπίκτητε, διαξύρησαι. ἂν ὦ φιλόσοφος, λέγω οὐ διαξυρῶμαι. ἀλλʼ ἀφελῶ σου τὸν τράχηλον. εἰ σοὶ ἄμεινον, ἄφελε.
“那么来吧,爱比克泰德,刮掉你的胡须。” 如果我是一个哲学家,我就会说:“我绝不刮。” “那我就砍下你的头颅。” “如果这对你更有利,那就砍吧。”
ἐπύθετό τις· πόθεν οὖν αἰσθησόμεθα τοῦ κατὰ πρόσωπον ἕκαστος; — πόθεν δʼ ὁ ταῦρος, ἔφη, λέοντος ἐπελθόντος μόνος αἰσθάνεται τῆς αὑτοῦ παρασκευῆς καὶ προβέβληκεν ἑαυτὸν ὑπὲρ τῆς ἀγέλης πάσης; ἢ δῆλον ὅτι εὐθὺς ἅμα τῷ τὴν παρασκευὴν ἔχειν ἀπαντᾷ καὶ συναίσθησις αὐτῆς;
有人问道:“那么,我们每个人从何处感知何者符合自身的角色呢?”他说:“当狮子逼近时,雄牛又是从何处独自感知到自己的实力与准备,并挺身而出保卫整个牛群的呢?难道不是很显然,一旦具备了这种实力,对其实力的自觉便随之而来了吗?”
καὶ ἡμῶν τοίνυν ὅστις ἂν ἔχῃ τοιαύτην παρασκευήν, οὐκ ἀγνοήσει αὐτήν.
因此,我们当中无论谁具备了这种实力,都绝不会对它浑然不知。
ἄφνω δὲ ταῦρος οὐ γίνεται οὐδὲ γενναῖος ἄνθρωπος, ἀλλὰ δεῖ χειμασκῆσαι, παρασκευάσασθαι καὶ μὴ εἰκῇ προσπηδᾶν ἐπὶ τὰ μηδὲν προσήκοντα.
然而,雄牛并非一蹴而就,高尚的人也并非骤然铸就;一个人必须经历严冬的苦训,做好充分的准备,不可贸然跳入毫无干系之事中。
μόνον σκέψαι, πόσου πωλεῖς τὴν σεαυτοῦ προαίρεσιν. ἄνθρωπε, εἰ μηδὲν ἄλλο, μὴ ὀλίγου αὐτὴν πωλήσῃς. τὸ δὲ μέγα καὶ ἐξαίρετον ἄλλοις τάχα προσήκει, Σωκράτει καὶ τοῖς τοιούτοις.
你只需思量,你以怎样的代价出售自己的自由意志。人啊,即便别无他求,也切莫将它贱卖!至于伟大而出类拔萃之事,或许属于他人,属于苏格拉底以及诸如此类的人。
— διὰ τί οὖν, εἰ πρὸς τοῦτο πεφύκαμεν, οὐ πάντες ἢ πολλοὶ γίνονται τοιοῦτοι; — ἵπποι γὰρ ὠκεῖς ἅπαντες γίνονται, κύνες γὰρ ἰχνευτικοὶ πάντες;
“那么,如果我们生来就适于此道,为何并非所有人或多数人都成为这般人物呢?” “难道所有的马都能成为骏马,所有的狗都能成为猎犬吗?”
τί οὖν; ἐπειδὴ ἀφυής εἰμι, ἀποστῶ τῆς ἐπιμελείας τούτου ἕνεκα;
“那么又怎样呢?难道因为我天资愚钝,就因此放弃自我修养吗?”
μὴ γένοιτο. Ἐπίκτητος κρείσσων Σωκράτους οὐκ ἔσται· εἰ δὲ μή, οὐ χείρων,3 τοῦτό μοι ἱκανόν ἐστιν.
绝不能这样!爱比克泰德固然不会强于苏格拉底;但即使不能,只要不逊色于他,这对我而言就已足够。
οὐδὲ γὰρ Μίλων ἔσομαι καὶ ὅμως οὐκ ἀμελῶ τοῦ σώματος· οὐδὲ Κροῖσος καὶ ὅμως οὐκ ἀμελῶ τῆς κτήσεως· οὐδʼ ἁπλῶς ἄλλου τινὸς τῆς ἐπιμελείας διὰ τὴν ἀπόγνωσιν τῶν ἄκρων ἀφιστάμεθα.
因为我也不会成为米隆,但我并不因此忽视身体;我也不会成为克罗伊斯,但我并不因此忽视财产;总之,我们绝不会因为对登峰造极感到绝望,就放弃对任何其他事情的修持照顾。
- 1.2.20κἀμὲ εἰπεῖν τὸ φαινόμενον δίκαιον
承接前句中的非人称动词 δεῖ(ἀλλὰ δεῖ με ἐξετάσαι),此处的宾格加不定式结构(κἀμέ + εἰπεῖν)同受 δεῖ 的支配,意为“而我也必须说出我认为公正的意见”。
- 1.2.23ἄλλος δʼ ἂν εἰπόντος αὐτῷ Καίσαρος ἐν τοιαύτῃ περιστάσει μὴ ἐλθεῖν εἰς σύγκλητον εἶπεν
ἄν ... εἶπεν 构成了与过去事实相反的虚拟条件句(反事实假定)的归结从句。前置的独立属格结构(εἰπόντος αὐτῷ Καίσαρος...)充当了条件从句的作用(“若凯撒曾对他说……”)。
- 1.2.36εἰ δὲ μή, οὐ χείρων
惯用短语 εἰ δὲ μή(“若非如此/即使不然”)后接谓语短语 οὐ χείρων(省略了 ἔσομαι)。表达一种让步或退一步求其次的语气:“若不能胜过苏格拉底,但哪怕不逊色于他,(这对我来说也足够了)”。
