- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:1.29.23-1.29.44
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
爱比克泰德指出哲学教育并非为了防止外在强迫,而是为了确立内在自由;一切艰难处境与既定角色皆是付诸实践以展现受教成果的竞技场。
καὶ ποίαν ἔπραξα ἂν εἰσαγωγήν,1 ἵνʼ, ἂν ἰσχυρότερος ἐπιλάβηταί μου τοῦ ἱματίου, μὴ σύρωμαι; ἵνα, ἄν με δέκα περισπάσαντες εἰς τὸ δεσμωτήριον ἐμβάλωσιν, μὴ ἐμβληθῶ;
那么,我究竟能修习何种入门教程,以便在更强壮的人抓住我的外袍时我不被拖走,或者在十个人围住我并把我投入监牢时我不被投进去呢?
ἄλλο οὖν οὐδὲν ἔμαθον; ἔμαθον, ἵνα πᾶν τὸ γινόμενον ἴδω ὅτι, ἂν ἀπροαίρετον ᾖ, οὐδέν ἐστι πρὸς ἐμέ.
难道我就没有学到别的什么吗?我学到了,是为了让我看到:一切发生的事,若非选择意志所能左右,就与我毫无相干。
πρὸς τοῦτο οὖν οὐκ ὠφέλησαι; τί οὖν ἐν ἄλλῳ ζητεῖς τὴν ὠφέλειαν ἢ ἐν ᾧ ἔμαθες;
那么,在这一点上你难道没有获益吗?既然如此,你为何不在你所学的事情中寻求益处,反而向别处寻求呢?
καθήμενος λοιπὸν ἐν τῇ φυλακῇ λέγω οὗτος ὁ ταῦτα κραυγάζων οὔτε τοῦ σημαινομένου ἀκούει οὔτε τῷ λεγομένῳ παρακολουθεῖ οὔτε ὅλως μεμέληκεν αὐτῷ εἰδέναι περὶ τῶν φιλοσόφων τί λέγουσιν ἢ τί ποιοῦσιν. ἄφες αὐτόν.
因此,我坐在监牢里说道: “大声喊叫这些话的人,既听不懂所指的意思,也跟不上所讲的内容,更全然无心去了解哲学家们在说什么或在做什么。由他去吧。”
ἀλλʼ ἔξελθε πάλιν ἀπὸ τῆς φυλακῆς. εἰ μηκέτι χρείαν ἔχητέ μου ἐν τῇ φυλακῇ, ἐξέρχομαι· ἂν πάλιν σχῆτε, εἰσελεύσομαι.
“不过,你再从监牢里出来吧。” “如果你们在监牢里不再需要我,我就出来;如果你们再次需要,我就进去。”
μέχρι τίνος; μέχρις ἂν οὗ λόγος αἱρῇ2 συνεῖναί με τῷ σωματίῳ· ὅταν δὲ μὴ αἱρῇ, λάβετε αὐτὸ καὶ ὑγιαίνετε.
“直到何时呢?” “直到理性裁定我当与这微不足道的躯体同在为止;而当它不如此裁定时,你们便拿走它,愿你们平安。”
μόνον μὴ ἀλογίστως, μόνον μὴ μαλακῶς, μὴ ἐκ τῆς τυχούσης προφάσεως. πάλιν γὰρ ὁ θεὸς οὐ βούλεται· χρείαν γὰρ ἔχει κόσμου τοιούτου, τῶν ἐπὶ γῆς ἀναστρεφομένων τοιούτων. ἐὰν δὲ σημήνῃ τὸ ἀνακλητικὸν ὡς τῷ Σωκράτει, πείθεσθαι δεῖ τῷ σημαίνοντι ὡς στρατηγῷ.
只要不是无理性的,只要不是懦弱的,不是出于偶然的借口。再者,因为神并不愿如此;他需要这样一个宇宙,需要地上生活着这样的人。但如果他如同对待苏格拉底那样吹响了撤退的号角,人们就必须服从发号施令者,如同服从将军一样。
τί οὖν; λέγειν δεῖ ταῦτα πρὸς τοὺς πολλούς; — ἵνα τί;
那么又如何呢?必须对大众说这些话吗?——为了什么呢?
οὐ γὰρ ἀρκεῖ τὸ αὐτὸν πείθεσθαι; τοῖς γὰρ παιδίοις, ὅταν προσελθόντα κροτῇ καὶ λέγῃ σήμερον Σατορνάλια ἀγαθά, λέγομεν οὐκ ἔστιν ἀγαθὰ ταῦτα; οὐδαμῶς· ἀλλὰ καὶ αὐτοὶ ἐπικροτοῦμεν.
难道自己深信不疑还不够吗?当孩子们跑过来鼓掌并说: “今天农神节好!” 难道我们会说: “这些算不得好”吗? 绝不如此;相反,我们自己也跟着鼓掌。
καὶ σὺ τοίνυν, ὅταν μεταπεῖσαί τινα μὴ δύνῃ, γίγνωσκε ὅτι παιδίον ἐστὶ καὶ ἐπικρότει αὐτῷ· ἂν δὲ μὴ τοῦτο θέλῃς, σιώπα λοιπόν.
所以,当你无法劝说某人改变心意时,要知道他是个孩子,并跟着他鼓掌;如果你不愿这样做,那就保持沉默吧。
τούτων δεῖ μεμνῆσθαι καὶ κληθέντα εἴς τινα τοιαύτην περίστασιν εἰδέναι, ὅτι ἐλήλυθεν ὁ καιρὸς τοῦ ἀποδεῖξαι, εἰ πεπαιδεύμεθα.
人们必须牢记这些,并且在被召唤进某种此类艰难处境时要知道,检验我们是否受过教养的时机已经到来。
νέος γὰρ ἀπὸ σχολῆς ἀπιὼν εἰς περίστασιν ὅμοιός ἐστι τῷ μεμελετηκότι συλλογισμοὺς ἀναλύειν, κἄν τις εὔλυτον αὐτῷ προτείνῃ, λέγει μᾶλλόν μοι πεπλεγμένον κομψῶς προτείνατε, ἵνα γυμνασθῶ. καὶ οἱ ἀθληταὶ τοῖς κούφοις νεανίσκοις δυσαρεστοῦσιν·
因为一个青年从学园走向艰难处境,就像一个练习过分析三段论的人,如果有人给他出一个容易解开的问题,他会说: “请给我出一个更巧妙复杂的,好让我得到锻炼。” 运动员们也对没有分量的年轻人感到不满:
οὐ βαστάζει με, φησίν. οὗτός ἐστιν εὐφυὴς νέος. οὔ· ἀλλὰ καλέσαντος τοῦ καιροῦ κλάειν δεῖ καὶ λέγειν ἤθελον ἔτι μανθάνειν. τίνα; εἰ ταῦτα οὐκ ἔμαθες ὥστʼ ἔργῳ δεῖξαι, πρὸς τί αὐτὰ ἔμαθες;
“他经受不住我,”他说。这才是资质优异的青年。难道应该在时机召唤时哭哭啼啼地说: “我还想继续学习”吗? 学什么?如果你学这些不是为了在行动中展现出来,你究竟是为了什么而学它们呢?
ἐγώ τινα οἶμαι τῶν καθημένων ἐνταῦθα ὠδίνειν αὐτὸν ἐφʼ ἑαυτοῦ καὶ λέγειν ἐμοὶ νῦν περίστασιν μὴ ἔρχεσθαι τοιαύτην,3 ὁποία τούτῳ ἐλήλυθεν; ἐμὲ νῦν κατατριβῆναι καθήμενον ἐν γωνίᾳ δυνάμενον στεφανωθῆναι Ὀλύμπια; πότε τις ἐμοὶ καταγγελεῖ τοιοῦτον ἀγῶνα; οὕτως ἔχειν ἔδει πάντας ὑμᾶς.
我想,坐在这里的人当中有人暗自焦虑地说道: “难道我现在就不会遇到像临到这个人身上的那种艰难处境吗?难道我现在能赢得奥林匹亚桂冠,却要坐在一角虚度年华吗?何时会有人为我宣布这样一场竞技呢?” 你们所有人都本该怀有这种态度。
ἀλλʼ ἐν μὲν τοῖς Καίσαρος μονομάχοις εἰσί τινες οἱ ἀγανακτοῦντες ὅτι οὐδεὶς αὐτοὺς προάγει οὐδὲ ζευγνύει καὶ εὔχονται τῷ θεῷ καὶ προσέρχονται τοῖς ἐπιτρόποις δεόμενοι μονομαχῆσαι, ἐξ ὑμῶν δʼ οὐδεὶς φανήσεται τοιοῦτος;
然而,在凯撒的角斗士中尚且有人因为无人让他们出场比试而愤愤不平,他们向神祈祷,跑到总管那里恳求允许单打独斗;难道在你们当中竟没有一个人表现出这种态度吗?
ἤθελον πλεῦσαι ἐπʼ αὐτὸ τοῦτο καὶ ἰδεῖν, τί μου ποιεῖ ὁ ἀθλητής, πῶς μελετᾷ τὴν ὑπόθεσιν.
我本想专为此事渡海前去,看看我的运动员在做什么,他如何演练给定的课题。
οὐ θέλω, φησίν, τοιαύτην. ἐπὶ σοὶ γάρ ἐστι λαβεῖν ἣν θέλεις ὑπόθεσιν; δέδοταί σοι σῶμα τοιοῦτον, γονεῖς τοιοῦτοι, ἀδελφοὶ τοιοῦτοι, πατρὶς τοιαύτη, τάξις ἐν αὐτῇ τοιαύτη· εἶτά μοι λέγεις ἐλθὼν ἄλλαξόν μοι τὴν ὑπόθεσιν. εἶτα οὐκ ἔχεις ἀφορμὰς πρὸς τὸ χρήσασθαι τοῖς δοθεῖσιν;
“我不想要,”他说,“这样的课题。” 难道接受何种课题是由你作主的吗?你被赋予了这样的躯体、这样的父母、这样的兄弟、这样的祖国、在其中这样的地位;然后你却跑来对我说: “给我换个课题吧。” 难道你没有手段来运用所赐予你的东西吗?
σόν ἐστι προτεῖναι, ἐμὸν μελετῆσαι καλῶς. οὔ· ἀλλὰ μὴ τοιοῦτό μοι προβάλῃς τροπικόν, ἀλλὰ τοιοῦτον· μὴ τοιαύτην ἐπενέγκῃς τὴν ἐπιφοράν, ἀλλὰ τοιαύτην.
“提出课题是您的事,演练妥当是我的事。”不,相反〔你却说〕: “不要给我出这样的前提命题,给出那样一个;不要带来这样的推论,带来那样一个。”
ἔσται χρόνος τάχα, ἐν ᾧ οἱ τραγῳδοὶ οἰήσονται ἑαυτοὺς εἶναι προσωπεῖα καὶ ἐμβάδας καὶ τὸ σύρμα. ἄνθρωπε, ταῦτα ὕλην ἔχεις καὶ ὑπόθεσιν.
或许很快就会有那么一天,悲剧演员们会以为自己就是面具、长靴和拖地长袍。人啊,你拥有这些乃是作为材料和演出的课题。
φθέγξαι τι, ἵνα εἰδῶμεν πότερον τραγῳδὸς εἶ ἢ γελωτοποιός· κοινὰ γὰρ ἔχουσι τὰ ἄλλα ἀμφότεροι.
发出声音来吧,好让我们知道你究竟是悲剧演员还是小丑;因为其余的一切两者都是共有的。
διὰ τοῦτο ἂν ἀφέλῃ τις αὐτοῦ καὶ τὰς ἐμβάδας καὶ τὸ προσωπεῖον καὶ ἐν εἰδώλῳ4 αὐτὸν προαγάγῃ, ἀπώλετο ὁ τραγῳδὸς ἢ μένει; ἂν φωνὴν ἔχῃ, μένει.
正因如此,如果有人剥去他的长靴和面具,让他作为幽灵出场,这悲剧演员就毁灭了吗,还是依然存在?如果他还有声音,他就依然存在。
καὶ ἐνθάδε. λάβε ἡγεμονίαν. λαμβάνω καὶ λαβὼν δεικνύω, πῶς ἄνθρωπος ἀναστρέφεται πεπαιδευμένος.
在此处也是一样: “去担任省督吧。” “我接受;并且接受之后,我将展现一个受过教养的人是如何行事的。”
- 1.29.23καὶ ποίαν ἔπραξα ἂν εἰσαγωγήν
带有 ἄν 的直陈式过去时(不定过去时)ἔπραξα 与疑问词 ποίαν 连用,构成反事实或潜势修辞疑问句:“我究竟能修习何种入门教程呢(显然绝无可能)”。
- 1.29.28μέχρις ἂν οὗ λόγος αἱρῇ
成语表达 λόγος αἱρεῖ 意为“理性判定/要求/裁定”。虚拟式 αἱρῇ 由时间连词 μέχρις ἂν οὗ(“直到……为止/只要……就”)所引出。
- 1.29.36ἐμοὶ νῦν περίστασιν μὴ ἔρχεσθαι τοιαύτην
带有否定词 μή 的不定式(ἔρχεσθαι 以及后文的 κατατριβῆναι)构成表示感叹与愤慨的不定式句(infinitive in exclamations),生动表达说话者因未能面临挑战而感到的懊恼不平。
- 1.29.43ἐν εἰδώλῳ
在戏剧比喻的语境中,ἐν εἰδώλῳ 指剥除了长靴和面具等厚重戏装后,以“幽灵或幻影般的形象”出场。
