- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:1.29.1-1.29.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
爱比克泰德阐明善恶的本质不在于外在之物,而在于选择意志(prohairesis);僭主只能威胁身体和财产,绝不能支配意志本身。他依据“较优者在相应方面必胜过较劣者”的自然法则,结合苏格拉底受难及自己油灯失窃的例证,指明了何为真正的得失与受害。
οὐσία τοῦ ἀγαθοῦ προαίρεσις ποιά,1 τοῦ κακοῦ προαίρεσις ποιά.
善的本质是某种选择意志,恶的本质也是某种选择意志。
τί οὖν τὰ ἐκτός; ὗλαι τῇ προαιρέσει, περὶ ἃς ἀναστρεφομένη τεύξεται τοῦ ἰδίου ἀγαθοῦ ἢ κακοῦ. πῶς τοῦ ἀγαθοῦ τεύξεται;
那么,外在之物是什么呢?是选择意志的材料;意志围绕着它们活动,便会获得属于它自身的善或恶。它如何获得善呢?
ἂν τὰς ὕλας μὴ θαυμάσῃ. τὰ γὰρ περὶ τῶν ὑλῶν δόγματα ὀρθὰ μὲν ὄντα ἀγαθὴν ποιεῖ τὴν προαίρεσιν, στρεβλὰ δὲ καὶ διεστραμμένα κακήν.
如果不把这些材料视为可惊叹之物。因为关于材料的见解,若正确便使选择意志变善,若歪曲乖谬便使其变恶。
τοῦτον τὸν νόμον ὁ θεὸς τέθεικεν καὶ φησίν εἰ τι ἀγαθὸν θέλεις, παρὰ σεαυτοῦ λάβε. σὺ λέγεις οὔ· ἀλλὰ παρʼ ἄλλου. μή, ἀλλὰ παρὰ σεαυτοῦ.
神确立了这条法则,并说道: “你若想要任何善,须从你自己那里求得。” 你却说: “不,要从别人那里求得。” “不要如此,而要从你自己那里求得。”
λοιπὸν ὅταν ἀπειλῇ ὁ τύραννος καὶ μὴ καλῇ, λέγω τίνι ἀπειλεῖ; ἂν λέγῃ δήσω σε, φημὶ ὅτι ταῖς χερσὶν ἀπειλεῖ καὶ τοῖς ποσίν.
此后,当僭主发出威胁而不召见我时,我说: “他在威胁谁呢?” 他若说: “我要捆绑你,”我说: “他威胁的是我的双手和双脚。”
ἂν λέγῃ τραχηλοκοπήσω σε, λέγω τῷ τραχήλῳ ἀπειλεῖ. ἂν λέγῃ εἰς φυλακήν σε βαλῶ, ὅλῳ τῷ σαρκιδίῳ· κἂν ἐξορισμὸν ἀπειλῇ, τὸ αὐτό.
他若说: “我要砍你的头,”我说: “他威胁的是我的脖颈。” 他若说: “我要把你投进监牢,” “威胁的是整个微不足道的肉躯。” 他若威胁要流放,也是一样。
— σοὶ οὖν οὐδὲν ἀπειλεῖ; — εἰ πέπονθα ὅτι ταῦτα οὐδέν ἐστι πρὸς ἐμέ, οὐδέν· εἰ δὲ φοβοῦμαί τι τούτων, ἐμοὶ ἀπειλεῖ.
——那么,他对你就毫无威胁吗?——如果我确信这些事对我来说无足轻重,就毫无威胁;但如果我害怕其中的任何一样,他就是在威胁我。
τίνα λοιπὸν δέδοικα; τὸν τίνων ὄντα κύριον; τῶν ἐπʼ ἐμοί; οὐδὲ εἷς ἐστιν. τῶν οὐκ ἐπʼ ἐμοί; καὶ τί μοι αὐτῶν μέλει;
那么,我究竟害怕谁呢?是害怕作为何物之主的人呢?是属于由我作主之物的主人吗?根本没有这样一个人。是不属于由我作主之物的主人吗?那我与它们又有何相干呢?
ὑμεῖς οὖν οἱ φιλόσοφοι διδάσκετε καταφρονεῖν τῶν βασιλέων; — μὴ γένοιτο. τίς ἡμῶν διδάσκει ἀντιποιεῖσθαι πρὸς αὐτούς, ὧν ἐκεῖνοι ἔχουσιν ἐξουσίαν;
——那么,你们哲学家是教人蔑视君王吗?——绝非如此。我们中有谁教导人在他们拥有权柄的事上去与他们争辩呢?
τὸ σωμάτιον λάβε, τὴν κτῆσιν λάβε, τὴν φήμην λάβε, τοὺς περὶ ἐμὲ λάβε. ἄν τινας τούτων ἀναπείθω ἀντιποιεῖσθαι, τῷ ὄντι ἐγκαλείτω μοι.
拿走微不足道的躯体吧,拿走财产吧,拿走声誉吧,拿走我身边的人吧。如果我劝说这些人中的任何一个去争辩,就让他名副其实地告发我吧。
ναί· ἀλλὰ καὶ τῶν δογμάτων ἄρχειν θέλω. καὶ τίς σοι ταύτην τὴν ἐξουσίαν δέδωκεν;
“是的;但我还想统治你的见解。” “又是谁赐予你这项权柄的呢?
ποῦ δύνασαι νικῆσαι δόγμα ἀλλότριον; προσάγων, φησίν, αὐτῷ φόβον νικήσω. ἀγνοεῖς ὅτι αὐτὸ αὑτὸ ἐνίκησεν, οὐχ ὑπʼ ἄλλου ἐνικήθη·2 προαίρεσιν δὲ οὐδὲν ἄλλο νικῆσαι δύναται, πλὴν αὐτὴ ἑαυτήν.
你何以能够战胜他人的见解呢?” “通过带来恐惧,”他说,“我就能战胜它。” “你难道不知道,是那见解自己战胜了自己,而不是被别人战胜的吗?除了选择意志本身之外,没有任何别的东西能战胜选择意志。”
διὰ τοῦτο καὶ ὁ τοῦ θεοῦ νόμος κράτιστός ἐστι καὶ δικαιότατος· τὸ κρεῖσσον ἀεὶ περιγινέσθω τοῦ χείρονος.
正因如此,神的法则也是最坚固、最公正的:“较优者当永远胜过较劣者。”
κρείττονές εἰσιν οἱ δέκα τοῦ ἑνός. πρὸς τί; πρὸς τὸ δῆσαι, πρὸς τὸ ἀποκτεῖναι, πρὸς τὸ ἀπαγαγεῖν ὅπου θέλουσιν, πρὸς τὸ ἀφελέσθαι τὰ ὄντα. νικῶσιν τοίνυν οἱ δέκα τὸν ἕνα ἐν τούτῳ, ἐν ᾧ κρείσσονές εἰσιν.
“十个人胜过一个人。” 在何事上?在捆绑上,在杀戮上,在随心所欲押送到何处上,在剥夺现有的财物上。因此,十个人是在他们较为优越的这一点上战胜了一个人。
ἐν τίνι οὖν χείρονές εἰσιν; ἂν ὁ μὲν ἔχῃ δόγματα ὀρθά, οἱ δὲ μή. τί οὖν; ἐν τούτῳ δύνανται νικῆσαι; πόθεν; εἰ δʼ ἱστάμεθα ἐπὶ ζυγοῦ, οὐκ ἔδει τὸν βαρύτερον καθελκύσαι;
“那么,他们在何处更为低劣呢?”若一人拥有正确的见解,而其他人没有。那又如何?在这一点上他们能战胜吗?怎能呢?如果我们站到天秤上,较重者难道不必然压沉秤盘吗?
Σωκράτης οὖν ἵνα πάθῃ ταῦτα ὑπʼ Ἀθηναίων;3— ἀνδράποδον, τί λέγεις τὸ Σωκράτης; ὡς ἔχει τὸ πρᾶγμα λέγε· ἵνʼ οὖν τὸ Σωκράτους σωμάτιον ἀπαχθῇ καὶ συρῇ ὑπὸ τῶν ἰσχυροτέρων εἰς δεσμωτήριον καὶ κώνειόν τις δῷ τῷ σωματίῳ τῷ Σωκράτους κἀκεῖνο ἀποψυγῇ;
“那么,难道苏格拉底就该遭受雅典人这样的对待吗?”奴隶啊,你为何提“苏格拉底”这个名字?按事情的实情来说吧:“那么,难道苏格拉底那微不足道的躯体就该被更强壮的人押送并拖进监狱,难道某人就该把毒芹汁给苏格拉底那微不足道的躯体,而那躯体就该冷却变僵吗?”
ταῦτά σοι φαίνεται θαυμαστά, ταῦτα ἄδικα, ἐπὶ τούτοις ἐγκαλεῖς τῷ θεῷ; οὐδὲν οὖν εἶχε Σωκράτης ἀντὶ τούτων; ποῦ ἦν ἡ οὐσία αὐτῷ τοῦ ἀγαθοῦ;
这在你看来是令人惊异的吗?这是不公正的吗?为了这些你就要责怪神吗?难道苏格拉底在这些之外就没有得到任何补偿吗?对他而言善的本质究竟在何处呢?
τίνι προσσχῶμεν; σοὶ ἢ αὐτῷ; καὶ τί λέγει ἐκεῖνος; ἐμὲ δʼ Ἄνυτος καὶ Μέλητος ἀποκτεῖναι μὲν δύνανται, βλάψαι δʼ οὔ. καὶ πάλιν εἰ ταύτῃ τῷ θεῷ φίλον, ταύτῃ γινέσθω.
我们该听从谁呢?听你的还是听他的?而那个人又是怎么说的呢? “阿纽托斯和美勒托斯能杀我,但不能害我。” 他又说: “若神意如此,便听任如此吧。”
ἀλλὰ δεῖξον ὅτι χείρονα ἔχων δόγματα κρατεῖ τοῦ κρείττονος ἐν δόγμασιν. οὐ δείξεις· οὐδʼ ἐγγύς. νόμος γὰρ τῆς φύσεως. καὶ τοῦ θεοῦ οὗτος τὸ κρεῖσσον ἀεὶ περιγινέσθω τοῦ χείρονος. ἐν τίνι; ἐν ᾧ κρεῖσσόν ἐστιν.
然而,你且指出,怀有较劣见解的人能在见解上胜过较优者。你指不出来的;甚至边都沾不上。因为自然和神的法则是这样的:“较优者当永远胜过较劣者。”在何事上?“在它较为优越的事上。”
σῶμα σώματος ἰσχυρότερον, οἱ πλείονες τοῦ ἑνός, ὁ κλέπτης τοῦ μὴ κλέπτου.
躯体强于躯体,多数人强于一人,小偷强于非小偷。
διὰ τοῦτο κἀγὼ τὸν λύχνον ἀπώλεσα, ὅτι ἐν τῷ ἀγρυπνεῖν μου κρείσσων ἦν ὁ κλέπτης. ἀλλʼ ἐκεῖνος τοσούτου ὠνήσατο λύχνον· ἀντὶ λύχνου κλέπτης ἐγένετο, ἀντὶ λύχνου ἄπιστος, ἀντὶ λύχνου θηριώδης. τοῦτο ἔδοξεν αὐτῷ λυσιτελεῖν.
正因如此,我也丢了油灯,因为在保持警醒上小偷胜过了我。但他买下这盏灯付出了何等代价啊:为了换得一盏灯,他成了贼;为了换得一盏灯,他成了无信之徒;为了换得一盏灯,他成了野兽。这在他看来是划算的。
ἔστω· ἀλλʼ εἴληπταί μού τις τοῦ ἱματίου4 καὶ ἕλκει μʼ εἰς τὴν ἀγοράν, εἶτα ἐπικραυγάζουσιν ἄλλοι φιλόσοφε, τί σε ὠφέληκε τὰ δόγματα; ἰδοὺ σύρῃ εἰς τὸ δεσμωτήριον, ἰδοὺ μέλλεις τραχηλοκοπεῖσθαι.
随他去吧。但假定有人抓住我的外袍,把我拖进广场,然后其他人大声喊叫: “哲学家啊,你的那些见解对你有何益处?看哪,你正被拖进监狱;看哪,你就要被砍头了。”
- 1.29.1προαίρεσις ποιά
ποιά 在此非疑问代词 ποῖος,而是用作不定代词,意为“某种性质的”或“处于特定状态的”(系动词 ἐστίν 被省略)。这构成了核心主张:善与恶的本质都不在材料本身,而在于选择意志具有某种特定的品质。
- 1.29.12ἀγνοεῖς ὅτι αὐτὸ αὑτὸ ἐνίκησεν, οὐχ ὑπʼ ἄλλου ἐνικήθη·
中性代名词 αὐτό 与反身代名词 αὑτό 指代前文的 δόγμα(见解)。针对对方声称用恐惧征服他人见解的说法,爱比克泰德指出,见解表面上的屈服实则是见解自身战胜了自身,而非被外在之人所征服,从而彰显了心灵的内在自律性。
- 1.29.16Σωκράτης οὖν ἵνα πάθῃ ταῦτα ὑπʼ Ἀθηναίων;
ἵνα 搭配虚拟式(πάθῃ)独立使用,没有主句,构成表示愤慨或荒谬反讽的疑问句(“难道苏格拉底竟该遭受……吗?”)。这是省略了主句谓语(如 ἄξιόν ἐστιν 等)的一种紧缩句结构。
- 1.29.22ἀλλʼ εἴληπταί μού τις τοῦ ἱματίου
εἴληπται 是动词 λαμβάνω 的完成时中动态/被动态第三人称单数。在抓住身体某部位或所带之物的结构中,被抓住之物采用部分属格(τοῦ ἱματίου),所有者则由利益属格或所有属格(μού)表示。
