- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:1.28.17-1.28.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
爱比克泰德指出人与禽兽的本质区别在于理性与德性(如信义和知耻),真正的毁灭在于德性的丧失而非外在的灾难。他阐明悲剧的灾祸皆源于盲目顺从表象,并告诫人们若无客观准则而任由表象驱使,便与疯子无异。
τί μέγα ἢ δεινόν; ἢ δεῖξόν μοι τί διαφέρει οἰκία ἀνθρώπου καὶ νεοσσιὰ πελαργοῦ ὡς οἴκησις.
有什么重大或可怕的呢?抑或你向我指出,人类的房屋与鹳鸟的巢穴作为住所究竟有何不同。
— ὅμοιον οὖν ἐστι πελαργὸς καὶ ἄνθρωπος; — τί λέγεις; κατὰ τὸ σῶμα ὁμοιότατον.
——那么鹳鸟和人类是一样的吗? ——你说的是什么话?就躯体而言,是极其相似的。
οὐδενὶ οὖν διαφέρει ἄνθρωπος πελαργοῦ;— μὴ γένοιτο· ἀλλὰ τούτοις οὐ διαφέρει. — τίνι οὖν διαφέρει;
——那么人与鹳鸟在任何方面都没有区别吗? ——绝非如此;只是在这些方面没有区别。 ——那么究竟在什么上有区别呢?
— ζήτει καὶ εὑρήσεις, ὅτι ἄλλῳ διαφέρει. ὅρα μὴ τῷ παρακολουθεῖν οἷς ποιεῖ,1 ὅρα μὴ τῷ κοινωνικῷ, μὴ τῷ πιστῷ, τῷ αἰδήμονι, τῷ ἀσφαλεῖ, τῷ συνετῷ.
——去探寻吧,你会发现人在别的事上有区别。想想看,是不是在能自觉关注自己所做的事上?想想看,是不是在社群性上,在信义上,在羞耻心上,在坚稳性上,在明达上?
ποῦ οὖν τὸ μέγα ἐν ἀνθρώποις κακὸν καὶ ἀγαθόν; ὅπου ἡ διαφορά. ἂν σῴζηται τοῦτο καὶ περιτετειχισμένον μένῃ καὶ μὴ διαφθείρηται τὸ αἰδῆμον μηδὲ τὸ πιστὸν μηδὲ τὸ συνετόν, τότε σῴζεται καὶ αὐτός· ἂν δʼ ἀπολλύηταί τι τούτων καὶ ἐκπολιορκῆται, τότε καὶ αὐτὸς ἀπόλλυται. καὶ τὰ μεγάλα πράγματα ἐν τούτῳ ἐστίν.
那么,人类中重大的善与恶究竟在何处呢?就在有区别的地方。如果这一点得以保全,保持城防完好,羞耻心、信义和明达都不被破坏,那么他自身也就得以保全;但如果其中任何一样丧失并被围困攻陷,那么他自身也就毁灭了。重大的事态就在于此。
ἔπταισεν μεγάλα ὁ Ἀλέξανδρος, ὅτʼ ἐπῆλθον φασιν οἱ Ἕλληνες καὶ ὅτε ἐπόρθουν τὴν Τροίαν καὶ ὅτε οἱ ἀδελφοὶ αὐτοῦ ἀπώλλυντο;
当人们所说的希腊人来攻,当他们洗劫特洛伊,当亚历山大的兄弟们相继送命时,亚历山大遭受了重大的跌踬吗?
οὐδαμῶς· διʼ ἀλλότριον γὰρ ἔργον πταίει οὐδείς· ἀλλὰ τότε πελαργῶν νεοσσιαὶ ἐπορθοῦντο. πταῖσμα δʼ ἦν, ὅτε ἀπώλεσε τὸν αἰδήμονα, τὸν πιστόν, τὸν φιλόξενον, τὸν κόσμιον.
绝没有;因为没有谁会因他人的作为而遭受跌踬;当时被洗劫的不过是鹳鸟的巢穴罢了。真正的跌踬,是在他丧失了知耻、守信、好客、规矩的人性之时。
πότʼ ἔπταισεν ὁ Ἀχιλλεύς; ὅτε ἀπέθανεν ὁ Πάτροκλος; μὴ γένοιτο· ἀλλʼ ὅτε ὠργίζετο, ὅτε κορασίδιον ἔκλαεν, ὅτʼ ἐπελάθετο ὅτι πάρεστιν οὐκ ἐπὶ τὸ ἐρωμένας κτᾶσθαι, ἀλλʼ ἐπὶ τὸ πολεμεῖν.
阿喀琉斯是在何时跌踬的呢?是在帕特罗克洛斯死去之时吗?绝非如此;而是在他动怒之时,在他为一个小姑娘哭泣之时,在他忘记了自己身在此处不是为了获取情人,而是为了打仗之时。
ταῦτʼ ἐστὶ τὰ ἀνθρωπικὰ πταίσματα, τοῦτό ἐστιν ἡ πολιορκία, τοῦτό ἐστι κατασκαφή, ὅταν τὰ δόγματα τὰ ὀρθὰ καθαιρῆται, ὅταν ἐκεῖνα διαφθείρηται.
这些才是人类的跌踬,这才是围城,这才是摧毁——当正确的见解被推翻,当那些见解被败坏之时。
— ὅταν οὖν γυναῖκες ἄγωνται καὶ παιδία αἰχμαλωτίζηται καὶ ὅταν αὐτοὶ κατασφάζωνται, ταῦτα οὐκ ἔστι κακά;
——那么,当妇女被掳走、儿童被俘虏、男人们自己被屠杀时,这些难道不是恶吗?
— πόθεν τοῦτο προσδοξάζεις; κἀμὲ δίδαξον. — οὔ· ἀλλὰ πόθεν σὺ λέγεις ὅτι οὐκ ἔστι κακά;
——你从哪里附加上这种看法的?也请指教我。 ——不,倒是你从哪里说它们不是恶的?
— ἔλθωμεν ἐπὶ τοὺς κανόνας, φέρε τὰς προλήψεις. διὰ τοῦτο γὰρ οὐκ ἔστιν ἱκανῶς θαυμάσαι τὸ γινόμενον. ὅπου βάρη κρῖναι θέλομεν, οὐκ εἰκῇ κρίνομεν· ὅπου τὰ εὐθέα καὶ στρεβλά, οὐκ εἰκῇ· ἁπλῶς ὅπου διαφέρει ἡμῖν γνῶναι τὸ κατὰ τὸν τόπον ἀληθές, οὐδέποθʼ ἡμῶν οὐδεὶς οὐδὲν εἰκῇ ποιήσει.
——让我们求助于准则吧,把你原本的观念拿出来。 因为正是为此,对于所发生的事怎么惊叹都不为过。在我们要评判重量的地方,我们不会草率评判;在要评判笔直与歪斜的地方,我们不会草率;简言之,凡是对我们弄清该领域的真理至关重要的地方,我们中绝没有任何人会草率行事。
ὅπου δὲ τὸ πρῶτον καὶ μόνον αἴτιόν ἐστι τοῦ κατορθοῦν ἢ ἁμαρτάνειν, τοῦ εὐροεῖν ἢ δυσροεῖν, τοῦ ἀτυχεῖν ἢ εὐτυχεῖν, ἐνθάδε μόνον εἰκαῖοι καὶ προπετεῖς. οὐδαμοῦ ὅμοιόν τι ζυγῷ, οὐδαμοῦ ὅμοιόν τι κανόνι, ἀλλά τι ἐφάνη καὶ εὐθὺς ποιῶ τὸ φανέν.
然而,唯独在作为行事端正或犯错、生活顺遂或蹇滞、遭遇不幸或幸运的最初且唯一的根源之处,我们却偏偏草率而轻浮。没有任何类似于秤的东西,没有任何类似于尺的东西,而是一旦某种表象显现,我立刻就照着所显现的去行。
κρείσσων γάρ εἰμι τοῦ Ἀγαμέμνονος ἢ τοῦ Ἀχιλλέως, ἵνʼ ἐκεῖνοι μὲν διὰ τὸ ἀκολουθῆσαι τοῖς φαινομένοις τοιαῦτα κακὰ ποιήσωσι καὶ πάθωσιν, ἐμοὶ δὲ μὴ ἀρκῇ τὸ φαινόμενον;2
难道我比阿伽门农或阿喀琉斯更卓越,以至于他们因依顺显现给他们的事物而做出并承受如此的恶事,而显现之物对我而言反倒不充分了吗?
καὶ ποία τραγῳδία ἄλλην ἀρχὴν ἔχει; Ἀτρεὺς Εὐριπίδου τί ἐστιν; τὸ φαινόμενον. Οἰδίπους Σοφοκλέους τί ἐστιν; τὸ φαινόμενον. Φοῖνιξ;
哪一部悲剧又有别的起源呢?欧里庇得斯的《阿特柔斯》是什么?是显现之物。索福克勒斯的《俄狄浦斯》是什么?是显现之物。《福尼克斯》呢?
τὸ φαινόμενον. Ἱππόλυτος; τὸ φαινόμενον. τούτου οὖν μηδεμίαν ἐπιμέλειαν ποιεῖσθαι τίνος ὑμῖν δοκεῖ;3 τίνες δὲ λέγονται οἱ παντὶ τῷ φαινομένῳ ἀκολουθοῦντες; — μαινόμενοι. — ἡμεῖς οὖν ἄλλο τι ποιοῦμεν;
是显现之物。《希波吕托斯》呢?是显现之物。那么,对这显现之物丝毫不加照料,在你们看来是属于什么样的人呢?顺从一切显现之物的人又被称为什么? ——疯子。 ——那么我们现在所做的,难道是别的什么事吗?
- 1.28.20ὅρα μὴ τῷ παρακολουθεῖν οἷς ποιεῖ
ὅρα μή 句式用于引起审慎反思(“看看是否在于……”)。随后的带定冠词与格不定词 τῷ παρακολουθεῖν 是表示方面或方式的与格,用以回答前文的 τίνι διαφέρει;(“是否在自觉跟进……方面产生区别”)。其后的 οἷς ποιεῖ 属于关系词吸引,相当于 τούτοις ἃ ποιεῖ。
- 1.28.31ἵνʼ ἐκεῖνοι μὲν διὰ τὸ ἀκολουθῆσαι τοῖς φαινομένοις τοιαῦτα κακὰ ποιήσωσι καὶ πάθωσιν, ἐμοὶ δὲ μὴ ἀρκῇ τὸ φαινόμενον;
此处的 ἵνα 加虚拟式从句依附于主句 κρείσσων γάρ εἰμι...,构成反讽性的目的/结果修辞(“难道我比亚伽门农更高明,以至于他们遭受这等灾祸,而显现之物对我反倒不够充分了吗?”),借由 μὲν ... δὲ 的鲜明对比指出对方自命不凡的荒谬。
- 1.28.33τούτου οὖν μηδεμίαν ἐπιμέλειαν ποιεῖσθαι τίνος ὑμῖν δοκεῖ;
τούτου 作 ἐπιμέλειαν 的宾格性属格,指代前文的“表象”(τὸ φαινόμενον)或其审察。句中 τίνος 是带有特征或归属意义的表语属格,与省略的不定词 εἶναι 连用,受 δοκεῖ 统辖(“在你们看来,对这不加任何照料是属于什么样的人的作为?”)。
