← 爱比克泰德

谈话录

§1.28.1-1.28.16

对表象的同意与对犯错者的怜悯

从一切同意与行动必然遵循向人显现之事物这一认识论原则出发,爱比克泰德主张对犯错者应予以怜悯而非愤怒,并指出哪怕特洛伊战争等历史浩劫也不过源于表象的使用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.28.1

τί ἐστιν αἴτιον τοῦ συγκατατίθεσθαί τινι; τὸ φαίνεσθαι ὅτι ὑπάρχει.

同意某事的原因是什么?是它显现为确实存在。

§1.28.2

τῷ οὖν φαινομένῳ ὅτι οὐχ ὑπάρχει συγκατατίθεσθαι οὐχ οἷόν τε. διὰ τί; ὅτι ἡ φύσις αὕτη ἐστὶ τῆς διανοίας τοῖς μὲν ἀληθέσιν ἐπινεύειν, τοῖς δὲ ψευδέσι δυσαρεστεῖν, πρὸς δὲ τὰ ἄδηλα ἐπέχειν.

因此,对显现为不存在的事物予以同意是不可能的。为什么?因为心灵的天性就是赞同真实的事物,对虚假的事物感到不快,对不确定的事物悬搁判断。

§1.28.3

τίς τούτου πίστις; πάθε, εἰ δύνασαι, νῦν ὅτι νύξ ἐστιν.1 οὐχ οἷόν τε. ἀπόπαθε ὅτι ἡμέρα ἐστίν. οὐχ οἷόν τε. πάθε ἢ ἀπόπαθε ἀπὸ τοῦ ἀρτίους εἶναι τοὺς ἀστέρας. οὐχ οἷόν τε.

对此有什么凭据呢? 若是能的话,你现在就产生一种印象,以为现在是黑夜吧。 ——不可能。 排除掉现在是白昼的印象吧。 ——不可能。 关于群星的数目是偶数这一事,去产生或排除这种印象吧。 ——不可能。

§1.28.4

ὅταν οὖν τις συγκατατίθηται τῷ ψεύδει, ἴσθι ὅτι οὐκ ἤθελεν ψεύδει συγκαταθέσθαι· πᾶσα γὰρ ψυχὴ ἄκουσα στέρεται τῆς ἀληθείας, ὡς λέγει Πλάτων· ἀλλὰ ἔδοξεν αὐτῷ τὸ ψεῦδος ἀληθές.

因此,当有人同意虚假之事时,你要知道他并不是想要同意虚假;因为正如柏拉图所说,每一颗灵魂都是非自愿地被剥夺真理的;只是那虚假的事物对他而言显得真实罢了。

§1.28.5

ἄγε ἐπὶ δὲ τῶν πράξεων τί ἔχομεν τοιοῦτον οἷον ἐνθάδε τὸ ἀληθὲς ἢ τὸ ψεῦδος; τὸ καθῆκον καὶ παρὰ τὸ καθῆκον, τὸ συμφέρον καὶ τὸ ἀσύμφορον, τὸ κατʼ ἐμὲ καὶ οὐ κατʼ ἐμὲ καὶ ὅσα τούτοις ὅμοια.

来吧,那么在行动的领域中,我们拥有什么东西相当于这里的真或假呢?合乎本分与违背本分的事,有利与不利的事,合乎自己与不合乎自己的事,以及所有与这些相似的事。

§1.28.6

οὐ δύναται οὖν τις δοκεῖν μέν, ὅτι συμφέρει αὐτῷ, μὴ αἱρεῖσθαι δʼ αὐτό; οὐ δύναται.

那么,难道有人能一方面觉得某事对自己有利,另一方面却不选择它吗? ——不能。

§1.28.7

πῶς ἡ λέγουσα "καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά, θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων;" ὅτι αὐτὸ τοῦτο, τῷ θυμῷ χαρίσασθαι καὶ τιμωρήσασθαι τὸν ἄνδρα, συμφορώτερον ἡγεῖται τοῦ σῶσαι τὰ τέκνα.

那么那位说出以下这番话的女子又是怎么回事呢: ‘我固然明白我将要行的是何等恶事,但激情却强于我的思虑’? 因为她认为正是这一点——顺从激情并报复丈夫——比保全孩子更有利。

§1.28.8

ναί· ἀλλʼ ἐξηπάτηται. δεῖξον αὐτῇ ἐναργῶς ὅτι ἐξηπάτηται καὶ οὐ ποιήσει· μέχρι δʼ ἂν οὗ μὴ δεικνύῃς, τίνι ἔχει ἀκολουθῆσαι ἢ τῷ φαινομένῳ;

——是的,但她受了蒙骗。 你向她清晰地指明她受了蒙骗,她便不会去做了;但在你指明之前,除了显现给她的事物之外,她还能遵循什么呢?

§1.28.9

οὐδενί. τί οὖν χαλεπαίνεις αὐτῇ, ὅτι πεπλάνηται ἡ ταλαίπωρος περὶ τῶν μεγίστων καὶ ἔχις ἀντὶ ἀνθρώπου γέγονεν; οὐχὶ δʼ, εἴπερ ἄρα, μᾶλλον ἐλεεῖς, ὡς τοὺς τυφλοὺς ἐλεοῦμεν, ὡς τοὺς χωλούς, οὕτως τοὺς τὰ κυριώτατα τετυφλωμένους καὶ ἀποκεχωλωμένους;

——什么也不能遵循。 那么,既然这可怜的女人在最重大的事情上陷入了迷误,由人变成了毒蛇,你又为何对她发怒呢?真要说的话,难道你不应当更加怜悯她吗?正如我们怜悯盲人、怜悯瘸子一样,去怜悯那些在最主导的官能上盲目与残废的人。

§1.28.10

ὅστις οὖν τούτου μέμνηται καθαρῶς ὅτι ἀνθρώπῳ μέτρον πάσης πράξεως τὸ φαινόμενον2 (λοιπὸν ἢ καλῶς φαίνεται ἢ κακῶς· εἰ καλῶς, ἀνέγκλητός ἐστιν· εἰ κακῶς, αὐτὸς ἐζημίωται· οὐ δύναται γὰρ ἄλλος μὲν εἶναι ὁ πεπλανημένος, ἄλλος δʼ ὁ βλαπτόμενος), οὐδενὶ ὀργισθήσεται, οὐδενὶ χαλεπανεῖ, οὐδένα λοιδορήσει, οὐδένα μέμψεται, οὐ μισήσει, οὐ προσκόψει οὐδενί.

因此,凡是清醒地记住这一点的人,即对人而言一切行动的尺度就是向他显现者(其余的,要么显现得好,要么显现得坏:若显现得好,他无可指责;若显现得坏,是他自己遭受了损失;因为陷入迷误的人绝不可能是一个,而受伤害的又是另一个),他就不会对任何人动怒,不会对任何人恼火,不会谩骂任何人,不会责备任何人,不会憎恨任何人,也不会对任何人感到愤恨。

§1.28.11

ὥστε καὶ τὰ οὕτω μεγάλα καὶ δεινὰ ἔργα ταύτην ἔχει τὴν ἀρχήν, τὸ φαινόμενον; ταύτην οὐδʼ ἄλλην.

——这么说来,连如此巨大而可怕的事情也是发端于此,发端于向人显现者吗? 正是发端于此,而无其他。

§1.28.12

ἡ Ἰλιὰς οὐδέν ἐστιν ἢ φαντασία καὶ χρῆσις φαντασιῶν. ἐφάνη τῷ Ἀλεξάνδρῳ ἀπάγειν τοῦ Μενελάου τὴν γυναῖκα, ἐφάνη τῇ Ἑλένῃ ἀκολουθῆσαι αὐτῷ.

《伊利亚特》无非是一种表象和对表象的使用。在亚历山大看来,带走墨涅拉俄斯的妻子显得合宜;在海伦看来,跟随他显得合宜。

§1.28.13

εἰ οὖν ἐφάνη τῷ Μενελάῳ παθεῖν ὅτι κέρδος ἐστὶ τοιαύτης γυναικὸς στερηθῆναι, τί ἂν ἐγένετο; ἀπολώλει ἡ Ἰλιὰς οὐ μόνον ἀλλὰ καὶ ἡ Ὀδύσσεια.3 —

那么,如果向墨涅拉俄斯显现的是产生“失去这样的妻子是一种收益”这一印象,会发生什么呢?不仅《伊利亚特》不复存在,连《奥德赛》也会消失殆尽。

§1.28.14

ἐκ τοιούτου οὖν μικροῦ πράγματος ἤρτηται τὰ τηλικαῦτα; — τίνα δὲ καὶ λέγεις τὰ τηλικαῦτα; πολέμους καὶ στάσεις καὶ ἀπωλείας πολλῶν ἀνθρώπων καὶ κατασκαφὰς πόλεων; καὶ τί μέγα ἔχει ταῦτα; — οὐδέν; —

——如此巨大的事态,竟维系在如此微小的事情上吗? ——那你究竟把什么称为如此巨大的事态呢?战争、内讧、众多人的丧生以及城池的毁灭吗?这些事情有什么重大的呢? ——难道没有吗?

§1.28.15

τί δʼ ἔχει μέγα πολλοὺς βοῦς ἀποθανεῖν καὶ πολλὰ πρόβατα καὶ πολλὰς καλιὰς χελιδόνων ἢ πελαργῶν ἐμπρησθῆναι καὶ κατασκαφῆναι;

——许多牛羊死去,许多燕子或鹳鸟的巢穴被烧毁和摧倒,这又有什么重大的呢?

§1.28.16

— ὅμοια οὖν ἐστι ταῦτα ἐκείνοις; — ὁμοιότατα. σώματα ἀπώλετο ἀνθρώπων· καὶ βοῶν καὶ προβάτων. οἰκημάτια ἐνεπρήσθη ἀνθρώπων· καὶ πελαργῶν νεοσσιαί.

——那么这些事情与那些事相似吗? ——极其相似。人的躯体毁灭了;牛羊的躯体也是如此。人的小房屋被烧毁了;鹳鸟的雏巢也是如此。

语法注3 条
  1. 1.28.3πάθε, εἰ δύνασαι, νῦν ὅτι νύξ ἐστιν.

    πάθε 为动词 πάσχω 的第二不定过去时主动命令法第二人称单数。在此认识论语境下,它并非指受苦,而是要求“经历/经受……这种心理印象”。随后的 ἀπόπαθε 则是 ἀποπάσχω(排除/摆脱印象)的命令法。

  2. 1.28.10ὅτι ἀνθρώπῳ μέτρον πάσης πράξεως τὸ φαινόμενον

    对普罗泰戈拉“人是万物的尺度”这一命题的化用。在句法上,ἀνθρώπῳ 为关涉与格(“对人而言”),τὸ φαινόμενον 为主语(“显现者”),μέτρον 为表语(“一切行动的尺度”),系动词 ἐστί 被省略。

  3. 1.28.13ἀπολώλει ἡ Ἰλιὰς οὐ μόνον ἀλλὰ καὶ ἡ Ὀδύσσεια.

    完成过去时主动式(意义为不及物动词,“早已消亡”)ἀπολώλει 在非真实条件句(前件为 εἰ ... ἐφάνη)的归结从句中出现,且未带虚词 ἄν。这种生动的修辞手法凸显了这一未实现结果的确定性与紧迫性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:1.28.1-1.28.16