← 爱比克泰德

谈话录

§1.27.1-1.27.21

表象的四种类型与应对死亡的恐惧

爱比克泰德阐述了表象的四种类型及针对每种困难(怀疑论、事物的说服力、习惯)的应对之道,指出必须训练对抗不可避免的死亡之恐惧,并将精力集中于紧迫的实践治疗而非理论怀疑论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.27.1

τετραχῶς αἱ φαντασίαι γίνονται ἡμῖν· ἢ γὰρ ἔστι τινὰ καὶ οὕτως φαίνεται ἢ οὐκ ὄντα οὐδὲ φαίνεται ὅτι ἔστιν ἢ ἔστι καὶ οὐ φαίνεται ἢ οὐκ ἔστι καὶ φαίνεται.

表象以四种方式临到我们:事物要么存在并且如此显现;要么不存在,也不显现为存在;要么存在却不显现;要么不存在却显现。

§1.27.2

λοιπὸν ἐν πᾶσι τούτοις εὐστοχεῖν ἔργον ἐστὶ τοῦ πεπαιδευμένου. ὅ τι δʼ ἂν ᾖ τὸ θλῖβον, ἐκείνῳ δεῖ προσάγειν τὴν βοήθειαν. εἰ σοφίσματα ἡμᾶς Πυρρώνεια καὶ Ἀκαδημαικὰ τὰ θλίβοντά ἐστιν, ἐκείνοις προσάγωμεν τὴν βοήθειαν· εἰ αἱ τῶν πραγμάτων πιθανότητες, καθʼ ἃς φαίνεταί τινα ἀγαθὰ οὐκ ὄντα, ἐκεῖ τὴν βοήθειαν ζητῶμεν· εἰ ἔθος ἐστὶ τὸ θλῖβον, πρὸς ἐκεῖνο τὴν βοήθειαν ἀνευρίσκειν πειρατέον.

那么,在所有这些情形中都能切中要领,乃是受过教育之人的本务。而无论使人苦恼的是什么,就必须把解救之道带向它。如果使我们苦恼的是皮浪派和阿卡德米派的诡辩,就让我们把解救之道带向它们;如果是事物的说服力,依之某些并非善的事物显现为善,我们就在那里寻求解救之道;如果是习惯使人苦恼,就必须努力寻找针对它的解救之道。

§1.27.4

τί οὖν πρὸς ἔθος ἔστιν εὑρίσκειν βοήθημα;

那么,针对习惯能找到什么解救之道呢?

§1.27.5

τὸ ἐναντίον ἔθος. ἀκούεις τῶν ἰδιωτῶν λεγόντων τάλας ἐκεῖνος, ἀπέθανεν· ἀπώλετο ὁ πατὴρ αὐτοῦ, ἡ μήτηρ· ἐξεκόπη, ἀλλὰ καὶ ἄωρος καὶ ἐπὶ ξένης.

相反的习惯。你听到平民百姓说: ‘那可怜的人,他死了;他的父亲去世了,母亲也去世了;他被剪除了,而且死得过早,又在异乡。’

§1.27.6

ἄκουσον τῶν ἐναντίων λόγων, ἀπόσπασον σεαυτὸν τούτων τῶν φωνῶν, ἀντίθες τῷ ἔθει τὸ ἐναντίον ἔθος. πρὸς τοὺς σοφιστικοὺς λόγους τὰ λογικὰ καὶ τὴν ἐν τούτοις γυμνασίαν καὶ τριβήν, πρὸς τὰς τῶν πραγμάτων πιθανότητας τὰς προλήψεις ἐναργεῖς ἐσμηγμένας καὶ προχείρους ἔχειν δεῖ.

你要倾听相反的言论,使你自己脱离这些声音,用相反的习惯对抗这习惯。对抗诡辩论证,必须拥有逻辑学以及在其中的训练与磨炼;对抗事物的说服力,必须拥有清晰、磨砺过且随时备好的预先把握。

§1.27.7

ὅταν θάνατος φαίνηται κακόν, πρόχειρον ἔχειν ὅτι τὰ κακὰ ἐκκλίνειν καθήκει καὶ ἀναγκαῖον ὁ θάνατος. τί γὰρ ποιήσω;

当死亡显现为一种恶时,必须随时备好这一条:恶应当回避,而死亡是无可避免的。我究竟能做什么呢?

§1.27.8

ποῦ γὰρ αὐτὸν φύγω; ἔστω ἐμὲ εἶναι Σαρπηδόνα τὸν τοῦ Διός, ἵνʼ οὕτως γενναίως εἴπω ἀπελθὼν ἢ αὐτὸς ἀριστεῦσαι θέλω ἢ ἄλλῳ παρασχεῖν ἀφορμὴν τοῦ ἀριστεῦσαι· εἰ μὴ δύναμαι κατορθῶσαί τι αὐτός, οὐ φθονήσω ἄλλῳ τοῦ ποιῆσαί τι γενναῖον· ἔστω ταῦτα ὑπὲρ ἡμᾶς, ἐκεῖνο οὐ πίπτει εἰς ἡμᾶς;

我究竟能逃往何处以避开它呢?假定我是宙斯之子萨耳珀冬,以便我能如此高尚地说道: ‘出击之后,我若非自己欲立奇功,便是欲给他人提供立下奇功的机会;如果我自己不能成功,我也不会嫉妒他人去成就高尚之举。’ 假定这些超出了我们的能力;难道那另一番话不切中我们吗?

§1.27.9

καὶ ποῦ φύγω τὸν θάνατον; μηνύσατέ μοι τὴν χώραν, μηνύσατε ἀνθρώπους, εἰς οὓς ἀπέλθω, εἰς οὓς οὐ παραβάλλει, μηνύσατε ἐπαοιδήν· εἰ μὴ ἔχω, τί με θέλετε ποιεῖν;

‘我究竟能逃往何处以避开死亡呢?请给我指出那地方,指出我能去往、而死亡不会临近的人民,指出一道咒符;如果我没有这些,你们要我做什么呢?’

§1.27.10

οὐ δύναμαι τὸν θάνατον ἀποφυγεῖν· τὸ φοβεῖσθαι αὐτὸν μὴ ἀποφύγω, ἀλλʼ ἀποθάνω πενθῶν καὶ τρέμων;1 αὕτη γὰρ γένεσις πάθους θέλειν τι καὶ μὴ γίνεσθαι.

我无法逃避死亡;难道我连对它的畏惧都无法逃避,反倒要一边哀叹战栗一边死去吗?因为欲求某事而它却不发生,这正是激情的起源。

§1.27.11

ἔνθεν ἂν μὲν δύνωμαι τὰ ἐκτὸς μετατιθέναι πρὸς τὴν βούλησιν τὴν ἐμαυτοῦ, μετατίθημι· εἰ δὲ μή, τὸν ἐμποδίζοντα ἐκτυφλῶσαι θέλω.

由此,如果我能够把外在事物依照我自己的意愿加以改变,我就改变它们;但若不能,我便想挖出阻碍者的眼睛。

§1.27.12

πέφυκε γὰρ ὁ ἄνθρωπος μὴ ὑπομένειν ἀφαιρεῖσθαι τοῦ ἀγαθοῦ, μὴ ὑπομένειν περιπίπτειν τῷ κακῷ.

因为人的天性就是忍受不了被剥夺善,忍受不了陷入恶。

§1.27.13

εἶτα τὸ τελευταῖον, ὅταν μήτε τὰ πράγματα μεταθεῖναι δυνηθῶ μήτε τὸν ἐμποδίζοντα ἐκτυφλῶσαι, κάθημαι καὶ στένω καὶ ὃν δύναμαι λοιδορῶ, τὸν Δία καὶ τοὺς θεοὺς τοὺς ἄλλους· εἰ γὰρ μὴ ἐπιστρέφονταί μου, τί ἐμοὶ καὶ αὐτοῖς;

然后到了最后,当我既不能改变事物,又不能挖出阻碍者的眼睛时,我便坐下来呻吟,并咒骂我所能咒骂者——宙斯与其他众神;因为如果他们不顾及我,我和他们又有什么相干?

§1.27.14

ναί· ἀλλʼ ἀσεβὴς ἔσῃ. τί οὖν μοι χεῖρον ἔσται, ὧν ἔστι μοι νῦν;2 τὸ σύνολον ἐκείνου μεμνῆσθαι,3 ὅτι, ἐὰν μὴ ἐν τῷ αὐτῷ ᾖ τὸ εὐσεβὲς καὶ συμφέρον, οὐ δύναται σωθῆναι τὸ εὐσεβὲς ἔν τινι. ταῦτα οὐ δοκεῖ ἐπείγοντα;

‘是的;但你将成为不敬神的。’ 那么对我而言,还有什么会比我现在所有的处境更糟糕呢?总而言之,必须记住那一点:如果虔敬与有利不重合在同一事物中,虔敬便无法在任何人身上得以保全。这些难道看起来不紧迫吗?

§1.27.15

ἐρχέσθω καὶ ἀπαντάτω Πυρρώνειος καὶ Ἀκαδημαικός. ἐγὼ μὲν γὰρ τὸ ἐμὸν μέρος οὐκ ἄγω σχολὴν πρὸς ταῦτα οὐδὲ δύναμαι συνηγορῆσαι τῇ συνηθείᾳ.

让皮浪派和阿卡德米派来迎战吧。因为就我自己而言,我对这些事情没有闲暇,也无法为日常共识辩护。

§1.27.16

εἰ καὶ περὶ ἀγριδίου πραγμάτιον εἶχον, ἄλλον ἂν παρεκάλεσα τὸν συνηγορήσοντα· τίνι οὖν ἀρκοῦμαι κατὰ τὸν τόπον;

哪怕我有一桩关于一小块田地的微小诉讼,我也会请别人来替我辩护;那么,关于这个论题我以什么为满足呢?

§1.27.17

πῶς μὲν αἴσθησις γίνεται, πότερον διʼ ὅλων ἢ ἀπὸ μέρους, ἴσως οὐκ οἶδα ἀπολογίσασθαι, ταράσσει δέ με ἀμφότερα. ὅτι δʼ ἐγὼ καὶ σὺ οὐκ ἐσμὲν οἱ αὐτοί, λίαν ἀκριβῶς οἶδα.

感觉究竟是如何产生的,是通过整体还是来自部分,我也许不知道如何解释,两者都让我感到困惑。但是我和你并非同一人,这一点我极其准确地知晓。

§1.27.18

πόθεν τοῦτο; οὐδέποτε καταπίνειν τι θέλων ἐκεῖ φέρω τὸν ψωμόν, ἀλλʼ ὧδε· οὐδέποτʼ ἄρτον θέλων λαβεῖν τὸ σάρον ἔλαβον, ἀλλʼ ἀεὶ ἐπὶ τὸν ἄρτον ἔρχομαι ὡς πρὸς σκοπόν.

从何得知?在想要咽下东西时,我绝不会把那口食物送到那里,而是送到这里;想要拿面包时,我绝不会去拿扫帚,而是始终如对准靶子一样奔着面包而去。

§1.27.19

ὑμεῖς δʼ αὐτοὶ οἱ τὰς αἰσθήσεις ἀναιροῦντες ἄλλο τι ποιεῖτε; τίς ὑμῶν εἰς βαλανεῖον ἀπελθεῖν θέλων εἰς μυλῶνα ἀπῆλθεν;

你们这些否定感觉的人自己,难道做的是别样的事吗?你们当中有谁想去浴室却走到了磨坊?

§1.27.20

— τί οὖν; οὐ δεῖ κατὰ δύναμιν καὶ τούτων ἀντέχεσθαι, τοῦ τηρῆσαι τὴν συνήθειαν, τοῦ πεφράχθαι πρὸς τὰ κατʼ αὐτῆς;

‘——那么怎样?难道不应当按能力也紧抓住这些不放,恪守日常共识,并防范针对它的攻击吗?’

§1.27.21

— καὶ τίς ἀντιλέγει; ἀλλὰ τὸν δυνάμενον, τὸν σχολάζοντα· τὸν δὲ τρέμοντα καὶ ταρασσόμενον καὶ ῥηγνύμενον ἔσωθεν τὴν καρδίαν ἄλλῳ τινὶ δεῖ προσευκαιρεῖν.4

‘——又有谁反对呢?但这属于有能力、有闲暇的人;至于那内心战栗、动摇而心碎的人,则应当把时间专门用于别的事情。’

语法注4 条
  1. 1.27.10τὸ φοβεῖσθαι αὐτὸν μὴ ἀποφύγω, ἀλλʼ ἀποθάνω πενθῶν καὶ τρέμων;

    虚拟式动词 ἀποφύγω 与 ἀποθάνω 为表愤慨或驳斥的审思/拒斥性虚拟式(repudiating/deliberative subjunctive),意为“我无法逃避死亡,难道我连畏惧死亡都不能逃避,反倒要一边悲叹战栗一边死去吗?”。

  2. 1.27.14ὧν ἔστι μοι νῦν;

    由比较级 χεῖρον 所支配的比较属格。关系代词 ὧν 发生了格的吸引(attraction),并省略了先行词,相当于 τούτων ἃ ἔστι μοι νῦν(“比起我现在所遭受的处境”)。

  3. 1.27.14τὸ σύνολον ἐκείνου μεμνῆσθαι

    不定式 μεμνῆσθαι 作祈使/指令性不定式(imperatival infinitive),充当句子的主要指令。τὸ σύνολον 是副词性对格,意为“总而言之”或“大体上”。

  4. 1.27.21ἀλλὰ τὸν δυνάμενον, τὸν σχολάζοντα· τὸν δὲ τρέμοντα καὶ ταρασσόμενον καὶ ῥηγνύμενον ἔσωθεν τὴν καρδίαν ἄλλῳ τινὶ δεῖ προσευκαιρεῖν.

    承接前句 οὐ δεῖ ... ἀντέχεσθαι 的结构,前半句(ἀλλὰ τὸν δυνάμενον, τὸν σχολάζοντα)省略了 δεῖ ἀντέχεσθαι,宾格分词为其逻辑主语。后半句则完整表达为 τὸν δὲ τρέμοντα... ἄλλῳ τινὶ δεῖ προσευκαιρεῖν,构成鲜明的对照结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:1.27.1-1.27.21