- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:1.26.1-1.26.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阐述了为何理论训练必须先于生活实践,并强调察觉自身统御机能的软弱乃是哲学的开端。
ἀναγιγνώσκοντος δὲ τοὺς ὑποθετικοὺς ἔφη Νόμος ὑποθετικός ἐστι καὶ οὗτος τὸ ἀκόλουθον τῇ ὑποθέσει παραδέχεσθαι. πολὺ πρότερον δὲ νόμος βιωτικός ἐστιν οὗτος τὸ ἀκόλουθον τῇ φύσει πράττειν.
有人在朗读假言论证时,他说:“这也是一条假言规则,即接受从前提出发而必然得出的结论。但在那之前得多的,是一条生活规则,即践行顺应自然之事。
εἰ γὰρ ἐπὶ πάσης ὕλης καὶ περιστάσεως βουλόμεθα τηρῆσαι τὸ κατὰ φύσιν, δῆλον ὅτι ἐν παντὶ στοχαστέον τοῦ μήτε τὸ ἀκόλουθον ἡμᾶς ἐκφυγεῖν μήτε παραδέξασθαι τὸ μαχόμενον.
因为如果我们在一切质料与处境中都希望恪守顺应自然之事,显然在一切事上,我们的目标都必须既不避开必然的归结,也不接纳相互矛盾之物。
πρῶτον οὖν ἐπὶ τῆς θεωρίας γυμνάζουσιν ἡμᾶς οἱ φιλόσοφοι ὅπου ῥᾷον, εἶτα οὕτως ἐπὶ τὰ χαλεπώτερα ἄγουσιν· ἐνταῦθα γὰρ οὐδέν ἐστι τὸ ἀνθέλκον ὡς πρὸς τὸ ἀκολουθῆσαι τοῖς διδασκομένοις, ἐπὶ δὲ τῶν βιωτικῶν πολλὰ τὰ περισπῶντα. γελοῖος οὖν ὁ λέγων πρῶτον βούλεσθαι ἐπʼ ἐκείνων· οὐ γὰρ ῥᾴδιον ἄρχεσθαι ἀπὸ τῶν χαλεπωτέρων.
因此,哲学家们首先在较为容易的理论中训练我们,然后再以这种方式将我们引向更困难的事物;因为在这里,对于依循所教授的内容而言,没有任何拉扯我们的阻碍,但在生活事务中,分散注意力的事物却很多。因此,声称愿意首先从后者开始的人是可笑的;因为从更困难的事物着手并非易事。
καὶ τοῦτον ἀπολογισμὸν ἔδει φέρειν πρὸς τοὺς γονεῖς τοὺς ἀγανακτοῦντας ἐπὶ τῷ φιλοσοφεῖν τὰ τέκνα. οὐκοῦν ἁμαρτάνω, πάτερ, καὶ οὐκ οἶδα τὸ ἐπιβάλλον ἐμαυτῷ καὶ προσῆκον· εἰ μὲν οὐδὲ μαθητόν ἐστιν οὐδὲ διδακτόν, τί μοι ἐγκαλεῖς; εἰ δὲ διδακτόν, δίδασκε· εἰ δὲ σὺ μὴ δύνασαι, ἄφες με μαθεῖν παρὰ τῶν λεγόντων εἰδέναι.
对于那些因子女研习哲学而愤愤不平的父母,本该提出这样的申辩: ‘父亲,难道我犯了错,不知道什么是我的职责与合宜之事吗?如果这既非可学亦非可教之物,您为何指责我?如果这是可教的,就请教导我;如果您不能,就请准许我向那些声称通晓的人学习。
ἐπεὶ τί δοκεῖς; ὅτι θέλων περιπίπτω κακῷ καὶ ἀποτυγχάνω τοῦ ἀγαθοῦ; μὴ γένοιτο. τί οὖν ἐστι τὸ αἴτιον τοῦ ἁμαρτάνειν με;
毕竟您以为如何?难道我是自愿陷入邪恶、错失至善的吗?绝非如此。那么我犯错的根源何在?
ἡ ἄγνοια. οὐ θέλεις οὖν ἀποθῶμαι τὴν ἄγνοιαν; τίνα πώποτε ὀργὴ ἐδίδαξε τὰ κυβερνητικά, τὰ μουσικά; τὰ βιωτικὰ οὖν διὰ τὴν ὀργήν σου δοκεῖς ὅτι μαθήσομαι;
是无知。难道您不希望我褪去无知吗?怒气何曾教会过任何人操舵术或音乐?那么您难道以为凭着您的怒气,我就能学会生活的技艺吗?’
ταῦτα ἐκείνῳ μόνῳ λέγειν ἔξεστι τῷ τοιαύτην ἐπιβολὴν ἐνηνοχότι.
唯有抱持这般宗旨而来的人,才配说出这些话。
εἰ δέ τις μόνον ἐπιδείκνυσθαι θέλων ἐν συμποσίῳ ὅτι οἶδεν τοὺς ὑποθετικοὺς ἀναγιγνώσκει ταῦτα καὶ προσέρχεται τοῖς φιλοσόφοις, οὗτος ἄλλο τι πράσσει ἵνα αὐτὸν συγκλητικὸς παρακατακείμενος θαυμάσει;1
然而,如果有人仅仅为了在宴席上炫耀自己通晓假言论证而阅读这些,并前去拜访哲学家,此人难道不是为了让同席侧卧的元老赞赏他而行事吗?
ἐκεῖ γὰρ τῷ ὄντι αἱ μεγάλαι ὗλαί εἰσι καὶ οἱ ἐνθάδε πλοῦτοι ἐκεῖ παίγνια δοκοῦσιν. διὰ τοῦτο ἐκεῖ δύσκολον κρατῆσαι τῶν αὑτοῦ φαντασιῶν, ὅπου τὰ ἐκσείοντα μεγάλα.
因为在那里才真正存在着重大的质料,此处的财富在彼处显得不过是儿戏。正因如此,在彼处难以掌控自己的表象,因为在那里震撼心神的事物十分巨大。
ἐγώ τινα οἶδα κλαίοντα Ἐπαφροδίτου τῶν γονάτων ἁπτόμενον καὶ λέγοντα ταλαιπωρεῖν· ἀπολελεῖφθαι γὰρ αὐτῷ μηδέν, εἰ μὴ ἑκατὸν πεντήκοντα μυριάδας.
我认识一个人,他抓着厄帕弗洛狄托斯的膝盖痛哭,说自己痛苦不堪;因为除了一百五十万之外,他已一无所有。
τί οὖν ὁ Ἐπαφρόδιτος; κατεγέλασεν ὡς ὑμεῖς; οὔ· ἀλλʼ ἐπιθαυμάσας λέγει τάλας, πῶς οὖν ἐσιώπας, πῶς ἐκαρτέρεις;
那么厄帕弗洛狄托斯作何反应?他也像你们一样嘲笑吗?不;而是带着惊诧说道: ‘可怜的人啊,那你此前怎能保持沉默,怎能忍受得了?’”
ταράξας δὲ τὸν ἀναγιγνώσκοντα τοὺς ὑποθετικοὺς καὶ γελάσαντος τοῦ ὑποθεμένου αὐτῷ τὴν ἀνάγνωσιν2 Σεαυτοῦ, ἔφη, καταγελᾷς· οὐ προεγύμνασας τὸν νεανίσκον οὐδʼ ἔγνως εἰ δύναται τούτοις παρακολουθεῖν, ἀλλʼ ὡς ἀναγνώστῃ αὐτῷ χρῇ.
当他使朗读假言论证的人感到困窘,而指定他朗读的那个人笑起来时,他说:“你是在嘲笑你自己;你没有预先训练这个年轻人,也没有弄清他是否能跟上这些内容,而只是把他当作一个朗诵奴隶来使唤。
τί οὖν, ἔφη, μὴ δυναμένῃ διανοίᾳ συμπεπλεγμένου ἐπικρίσει παρακολουθεῖν ἔπαινον πιστεύομεν,3 ψόγον πιστεύομεν, ἐπίκρισιν περὶ τῶν καλῶς ἢ κακῶς γινομένων; κἄν τινα κακῶς λέγῃ, οὗτος ἐπιστρέφεται, κἂν ἐπαινῇ τινα, ἐπαίρεται; ἐν τοῖς οὕτως μικροῖς μὴ εὑρίσκων τὸ ἑξῆς;
那么,”他说,“对于一个连复合命题的判定都无法跟上的心智,我们难道要托付赞扬、托付指责,托付关于行事之善恶的判定吗?而且如果〔它〕说某人坏话,此人就心神不宁;如果赞美某人,此人就得意忘形——难道要在如此细小之事上都找不出逻辑推论的心智上寄托这些吗?
αὕτη οὖν ἀρχὴ τοῦ φιλοσοφεῖν, αἴσθησις τοῦ ἰδίου ἡγεμονικοῦ πῶς ἔχει· μετὰ γὰρ τὸ γνῶναι ὅτι ἀσθενῶς οὐκ ἔτι θελήσει χρῆσθαι αὐτῷ πρὸς τὰ μεγάλα.
因此,这就是哲学的开端:对自己统御机能处于何种状态的觉察。因为在认识到它是软弱的之后,人便不会再愿意将它用于重大的事务。
νῦν δὲ μὴ δυνάμενοί τινες τὸν ψωμὸν καταπίνειν σύνταξιν ἀγοράσαντες ἐπιβάλλονται ἐσθίειν. διὰ τοῦτο ἐμοῦσιν ἢ ἀπεπτοῦσιν· εἶτα στρόφοι καὶ κατάρροιαι καὶ πυρετοί. ἔδει δʼ ἐφιστάνειν, εἰ δύνανται.
然而如今,有些人连一小口面包都咽不下,却买来一部全书并企图将它吞食。正因如此,他们呕吐或者消化不良;随之而来的是肠绞痛、腹泻与发烧。但他们本应当审视自己是否具备这种能力。
ἀλλʼ ἐν μὲν θεωρίᾳ ῥᾴδιον ἐξελέγξαι τὸν οὐκ εἰδότα, ἐν δὲ τοῖς κατὰ τὸν βίον οὔτε παρέχει ἑαυτόν τις ἐλέγχῳ τόν τʼ ἐξελέγξαντα μισοῦμεν.
然而,在理论中驳倒一个无知者是容易的,但在生活事务中,没有人会把自己交由检验,并且我们怨恨那驳倒我们的人。
ὁ δὲ Σωκράτης ἔλεγεν ἀνεξέταστον βίον μὴ ζῆν.
但苏格拉底曾说,人不应当过一种未经省察的生活。”
- 1.26.9οὗτος ἄλλο τι πράσσει ἵνα αὐτὸν συγκλητικὸς παρακατακείμενος θαυμάσει;
短语 ἄλλο τι(常省略 ἤ)为惯用的反问句式,意为“难道他在做别的什么吗?(不,正是在做……)”,表达强烈的肯定语气。此处接由 ἵνα 引导的目的从句(搭配将来直陈式 θαυμάσει)。
- 1.26.13ταράξας δὲ τὸν ἀναγιγνώσκοντα τοὺς ὑποθετικοὺς καὶ γελάσαντος τοῦ ὑποθεμένου αὐτῷ τὴν ἀνάγνωσιν
此处出现不对称的连词并列结构:与主句主语(埃庇克泰德)一致的主格分词 ταράξας,通过连词 καί 与表示另一主体动作的独立属格结构(γελάσαντος τοῦ ὑποθεμένου...)并列,均作为主动词 ἔφη 的前置状语。
- 1.26.14μὴ δυναμένῃ διανοίᾳ συμπεπλεγμένου ἐπικρίσει παρακολουθεῖν ἔπαινον πιστεύομεν
与格短语 μὴ δυναμένῃ διανοίᾳ 作为动词 πιστεύομεν 的间接宾语(“我们难道要把……托付给一个无法……的心智吗”)。不定式 παρακολουθεῖν 支配与格 ἐπικρίσει,而属格 συμπεπλεγμένου 则是斯多亚逻辑学中指代“复合命题”的专门术语。
