← 爱比克泰德

谈话录

§1.25.16-1.25.33

源自判断的痛苦与开着的门

本段论述了遭受外部境遇、命令或侮辱的折磨并非源于事物本身,而是源于自身的判断,并指出谨记“门是开着的”以及放下对肉体和财产的执念的重要性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.25.16

ἄλλος λέγει ἐγὼ δειπνῆσαι θέλω μᾶλλον καὶ ἀκούειν αὐτοῦ ὅσα θέλει ἀδολεσχοῦντος.

另一个人则说: “我宁愿去就餐,听他爱怎么胡扯就怎么胡扯。”

§1.25.17

καὶ σὺ σύγκρινε ταύτας τὰς ἀξίας· μόνον μηδὲν βαρούμενος ποίει, μὴ θλιβόμενος μηδʼ ὑπολαμβάνων ἐν κακοῖς εἶναι· τοῦτο γὰρ οὐδείς σε ἀναγκάζει.

你也当权衡这些价值;只要不带任何负担去做,不感到受压迫,也不认为自己身处苦难之中;因为没有人强迫你如此认为。

§1.25.18

καπνὸν πεποίηκεν ἐν τῷ οἰκήματι; ἂν μέτριον, μενῶ· ἂν λίαν πολύν, ἐξέρχομαι. τούτου γὰρ μεμνῆσθαι καὶ κρατεῖν,1 ὅτι ἡ θύρα ἤνοικται.

屋里起烟了吗?若是适度,我便留下;若是太大,我便出去。因为人必须牢记并把握这一点:门是开着的。

§1.25.19

ἀλλὰ μὴ οἴκει ἐν Νικοπόλει. οὐκ οἰκῶ. μηδʼ ἐν Ἀθήναις. οὐδʼ ἐν Ἀθήναις. μηδʼ ἐν Ῥώμῃ. οὐδʼ ἐν Ῥώμῃ. ἐν Γυάροις οἴκει. οἰκῶ. ἀλλὰ πολύς μοι καπνὸς φαίνεται τὸ ἐν Γυάροις οἰκεῖν.

“可是, 不要住在尼科波利斯。” “我不住那里。” “也不要住在雅典。” “也不住在雅典。” “也不要住在罗马。” “也不住在罗马。” “住在吉亚罗斯岛。” “我住。但在吉亚罗斯岛居住,在我看来烟太浓了。”

§1.25.20

ἀποχωρῶ, ὅπου μʼ οὐδεὶς κωλύσει οἰκεῖν· ἐκείνη γὰρ ἡ οἴκησις παντὶ ἤνοικται.

我便离去,去往无人能阻碍我居住之地;因为那所居所对所有人都是敞开的。

§1.25.21

καὶ τὸ τελευταῖον χιτωνάριον, τοῦτʼ ἔστι τὸ σωμάτιον, τούτου ἀνωτέρω οὐδενὶ οὐδὲν εἰς ἐμὲ ἔξεστιν.

至于最后的短衣,也就是这具微不足道的肉体——超出此物之外,任何人都不能对我施加任何作为。

§1.25.22

διὰ τοῦτο ὁ Δημήτριος εἶπεν τῷ Νέρωνι ἀπειλεῖς μοι θάνατον, σοὶ δʼ ἡ φύσις.

正因如此,德米特里乌斯对尼禄说: “你以死亡威胁我,而自然以死亡威胁你。”

§1.25.23

ἂν δὲ τὸ σωμάτιον θαυμάσω, δοῦλον ἐμαυτὸν παραδέδωκα· ἂν τὸ κτησείδιον, δοῦλον.

然而,如果我珍视这具微不足道的肉体,我便将自己交出去做了奴隶;如果珍视那点微薄财产,也是奴隶。

§1.25.24

εὐθὺς γὰρ αὐτὸς κατʼ ἐμαυτοῦ δηλῶ, τίνι ἁλωτός εἰμι. ὡς ὁ ὄφις ἐὰν συσπᾷ τὴν κεφαλήν, λέγω ἐκεῖνο αὐτοῦ τύπτε ὃ φυλάσσει. καὶ σὺ γίγνωσκε, ὅτι ὃ ἂν φυλάσσειν ἐθέλῃς, κατʼ ἐκεῖνο ἐπιβήσεταί σοι ὁ κύριος.

因为我自己立刻揭示出不利于自己的弱点:因何事物我便会被捕获。正如蛇若是缩起脑袋,我便说: “打它护着的那个地方。” 你也当明白,无论你企图护着什么,主人就将凭着那一事物骑到你头上。

§1.25.25

τούτων μεμνημένος τίνα ἔτι κολακεύσεις ἢ φοβήσῃ;

牢记这些,你还会去谄媚谁或畏惧谁呢?

§1.25.26

ἀλλὰ θέλω καθῆσθαι ὅπου οἱ συγκλητικοί.— ὁρᾷς ὅτι σὺ σαυτῷ στενοχωρίαν παρέχεις, σὺ σαυτὸν θλίβεις;

“可是我想坐在元老们坐的地方。”——“你难道看不出是你自己在给自己制造逼仄,自己在压迫自己吗?”

§1.25.27

— πῶς οὖν ἄλλως θεωρήσω καλῶς ἐν τῷ ἀμφιθεάτρῳ; — ἄνθρωπε, καὶ μὴ θεώρει καὶ οὐ μὴ θλιβῇς.2 τί πράγματα ἔχεις; ἢ μικρὸν ἔκδεξαι καὶ ἀχθείσης τῆς θεωρίας κάθισον εἰς τοὺς τῶν συγκλητικῶν τόπους καὶ ἡλιάζου.

——“那不然在圆形剧场里我怎样才能看好戏呢?”——“朋友,索性别去看,你就绝不会受压迫。你有什么烦恼?或者稍微等一等,等演出结束后,坐到元老们的席位上晒太阳。”

§1.25.28

καθόλου γὰρ ἐκείνου μέμνησο, ὅτι ἑαυτοὺς θλίβομεν, ἑαυτοὺς στενοχωροῦμεν, τοῦτʼ ἔστιν τὰ δόγματα ἡμᾶς θλίβει καὶ στενοχωρεῖ.

因为你总要牢记那个普遍原则:是我们自己在压迫自己,我们在使自己陷入狭隘——也就是说,是我们的判断在压迫并逼仄我们。

§1.25.29

ἐπεὶ τί ἐστιν αὐτὸ τὸ λοιδορεῖσθαι; παραστὰς λίθον λοιδόρει· καὶ τί ποιήσεις; ἂν οὖν τις ὡς λίθος ἀκούῃ, τί ὄφελος τῷ λοιδοροῦντι; ἂν δʼ ἔχῃ τὴν ἀσθένειαν τοῦ λοιδορουμένου ὁ λοιδορῶν ἐπιβάθραν,3 τότε ἀνύει τι.

毕竟,受辱骂本身究竟是什么?站在石头旁边去辱骂石头吧;你能做出什么名堂?那么,如果有人像石头一样听着,对辱骂者又有何用处?可如果辱骂者将受辱骂者的弱点作为跳板,那时他才有所得逞。

§1.25.30

περίσχισον αὐτόν. τί λέγεις αὐτόν; τὸ ἱμάτιον λάβε, περίσχισον.

“把衣服从他身上撕下来。” “你说‘他’是什么意思?拿走斗篷,把它撕下来吧。”

§1.25.31

ὕβριν σοι πεποίηκα. καλῶς σοι γένοιτο. ταῦτα ἐμελέτα Σωκράτης, διὰ τοῦτο ἓν ἔχων πρόσωπον ἀεὶ διετέλει. ἡμεῖς δὲ θέλομεν πάντα μᾶλλον ἀσκεῖν καὶ μελετᾶν ἢ ὅπως ἀπαραπόδιστοι καὶ ἐλεύθεροι ἐσόμεθα.4

“我侮辱了你。” “愿你安好。”这些正是苏格拉底所操练的,因此他始终保持着同一种神态。而我们却宁可操练并钻研一切其他事物,也不愿操练如何成为不受阻碍且自由的人。

§1.25.32

παράδοξα λέγουσιν οἱ φιλόσοφοι. ἐν δὲ ταῖς ἄλλαις τέχναις οὐκ ἔστι παράδοξα; καὶ τί παραδοξότερόν ἐστιν ἢ κεντεῖν τινος τὸν ὀφθαλμόν, ἵνα ἴδῃ; εἴ τις ἀπείρῳ τῶν ἰατρικῶν τοῦτο εἶπεν, οὐκ ἂν κατεγέλα τοῦ λέγοντος;

“哲学家们说的是悖论。” 可是在其他技艺中难道就没有悖论吗?还有什么比为了让人看见而刺戳他的眼睛更像悖论的呢?如果有人对不懂医术的人说这话,难道他不会嘲笑说话的人吗?

§1.25.33

τί οὖν θαυμαστὸν εἰ καὶ ἐν φιλοσοφίᾳ πολλὰ τῶν ἀληθῶν παράδοξα φαίνεται τοῖς ἀπείροις;

那么,在哲学中许多真理对缺乏经验的人显得像是悖论,又有什么值得惊奇的呢?

语法注4 条
  1. 1.25.18τούτου γὰρ μεμνῆσθαι καὶ κρατεῖν

    不定式 μεμνῆσθαι 与 κρατεῖν 作祈使式不定式(命令性不定式)使用,或承前文省略的 δεῖ / καλῶς ἔχει 等无人称表达。其后的 ὅτι 从句与属格指示代词 τούτου 构成同位语,说明其具体内容。

  2. 1.25.27καὶ μὴ θεώρει καὶ οὐ μὴ θλιβῇς

    前半句的祈使语气(μὴ θεώρει)由 καί 连接后半句的 οὐ μή 加上第二不定过去时被动语态虚拟式(θλιβῇς),构成强烈的否定性后果表达(“不要去看,你就绝不会受压迫”)。此为并列连接条件与必然结果的惯用句式。

  3. 1.25.29ἂν δʼ ἔχῃ τὴν ἀσθένειαν τοῦ λοιδορουμένου ὁ λοιδορῶν ἐπιβάθραν

    此处出现语序倒装(hyperbaton)。主语是后置的 ὁ λοιδορῶν(辱骂者),谓语动词是 ἔχῃ,直接宾语是 τὴν ἀσθένειαν τοῦ λοιδορουμένου(受辱骂者的软弱),句末的 ἐπιβάθραν(踏板、跳板)作宾语补足语(“如果辱骂者以受辱者的软弱作为跳板”)。

  4. 1.25.31πάντα μᾶλλον ἀσκεῖν καὶ μελετᾶν ἢ ὅπως ἀπαραπόδιστοι καὶ ἐλεύθεροι ἐσόμεθα

    这是由 μᾶλλον ... ἤ(宁可……而不愿……)构成的比较句,其中 ἤ 之后并未并列不定式,而是接了表示顾虑/目标的从句 ὅπως 加上将来直陈式(ἐσόμεθα)。此句将“操练一切其他事物”与“关注我们如何才能不受阻碍且自由”进行对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:1.25.16-1.25.33