- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:1.25.1-1.25.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
爱比克泰德提醒听众,善恶仅在于道德选择,应当恪守神的训诫并专注于自身之物。他将人生的处境比作节日的国王游戏、戏剧演出及逻辑假设,说明了人在外界角色上当遵从到何种限度,同时绝不可出卖内在的判断与同意。
εἰ ταῦτα ἀληθῆ ἐστι καὶ μὴ βλακεύομεν μηδʼ ὑποκρινόμεθα ὅτι τὸ ἀγαθὸν τοῦ ἀνθρώπου ἐν προαιρέσει καὶ τὸ κακόν, τὰ δʼ ἄλλα πάντα οὐδὲν πρὸς ἡμᾶς, τί ἔτι ταρασσόμεθα, τί ἔτι φοβούμεθα; περὶ ἃ ἐσπουδάκαμεν, τούτων ἐξουσίαν οὐδεὶς ἔχει· ὧν ἐξουσίαν οἱ ἄλλοι ἔχουσιν, τούτων οὐκ ἐπιστρεφόμεθα. ποῖον ἔτι πρᾶγμα ἔχομεν;
如果这些道理是真实的,而我们既非愚昧无知,也非假装懂得人之善恶全在于意志的选择、其他一切皆与我们无关,那么我们为何还要惶恐,为何还要畏惧?凡是我们热切关注之事,无人拥有支配权;凡是他人拥有支配权之事,我们概不挂心。我们究竟还能有什么烦恼?
— ἀλλὰ ἔντειλαί μοι. — τί σοι ἐντείλωμαι; ὁ Ζεύς σοι οὐκ ἐντέταλται; οὐ δέδωκέν σοι τὰ μὲν σὰ ἀκώλυτα καὶ ἀπαραπόδιστα, τὰ δὲ μὴ σὰ κωλυτὰ καὶ παραποδιστά;
——“可是请你给我下个训诫吧。”——“我能给你下什么训诫?宙斯难道没有给你下过训诫吗?他难道没有将属于你自己的事物赐予你,使其不受阻碍、不受妨碍,而将不属于你的事物置于受阻碍、受妨碍的境地吗?
τίνα οὖν ἐντολὴν ἔχων ἐκεῖθεν ἐλήλυθας, ποῖον διάταγμα; τὰ σὰ τήρει ἐκ παντὸς τρόπου, τῶν ἀλλοτρίων μὴ ἐφίεσο. τὸ πιστὸν σόν· τίς οὖν ἀφελέσθαι δύναταί σου ταῦτα; τίς κωλύσει χρῆσθαι αὐτοῖς ἄλλος εἰ μὴ σύ; σὺ δὲ πῶς; ὅταν περὶ τὰ μὴ σαυτοῦ σπουδάσῃς, τὰ σαυτοῦ ἀπώλεσας.1
那么,你携带着那里的何种命令来到世间,携带着何种法度?‘当千方百计守护你自己的事物,莫要觊觎身外之物。忠信是属于你的。’那么,谁能从你那里将这些夺走?除了你自己,还有谁能阻碍你使用它们?可是你是怎么做的呢?每当你热切追求那不属于你自身之物时,你便丧失了属于你自身之物。
τοιαύτας ἔχων ὑποθήκας καὶ ἐντολὰς παρὰ τοῦ Διὸς ποίας ἔτι παρʼ ἐμοῦ θέλεις; κρείσσων εἰμὶ ἐκείνου, ἀξιοπιστότερος;
你既然承受了宙斯这般教诲与命令,还要从我这里索求什么样的命令?难道我比他更尊贵、更值得信赖吗?
ἀλλὰ ταύτας τηρῶν ἄλλων τινῶν προσδέῃ; ἀλλʼ ἐκεῖνος οὐκ ἐντέταλται ταῦτα; φέρε τὰς προλήψεις, φέρε τὰς ἀποδείξεις τὰς τῶν φιλοσόφων, φέρε ἃ πολλάκις ἤκουσας, φέρε δʼ ἃ εἶπας αὐτός, φέρε ἃ ἀνέγνως, φέρε ἃ ἐμελέτησας.
可是,你谨守这些教诫,难道还需要别的什么吗?难道他没有命令过这些吗?拿出你的前见来,拿出哲学家们的论证来,拿出你多次听闻的道理来,拿出你自己讲过的话来,拿出你读过的书来,拿出你钻研过的心得来吧。”
μέχρις οὖν τίνος ταῦτα τηρεῖν καλῶς ἔχει καὶ τὴν παιδιὰν μὴ λύειν;
“那么,要遵守这些规矩、不致砸乱这场游戏,究竟该坚持到何种地步呢?”
μέχρις ἂν κομψῶς διεξάγηται. ἐν Σατορναλίοις λέλογχεν βασιλεύς· ἔδοξε γὰρ παῖξαι ταύτην τὴν παιδιάν. προστάσσει σὺ πίε, σὺ κέρασον, σὺ ᾆσον, σὺ ἄπελθε, σὺ ἐλθέ. ὑπακούω, ἵνα μὴ παρʼ ἐμὲ λύηται ἡ παιδιά.
“只要它进行得得体雅致即可。在农神节上有人抽签当上了国王,因为大家商定要玩这个游戏。他发号施令: ‘你,喝酒;你,调酒;你,唱歌;你,走开;你,过来。’ 我遵命照办,免得游戏因我而砸场。
ἀλλὰ σὺ ὑπολάμβανε ὅτι ἐν κακοῖς εἶ. οὐχ ὑπολαμβάνω· καὶ τίς μʼ ἀναγκάσει ὑπολαμβάνειν;
‘可是,你当认为自己正身陷苦难之中。’ 我可不这么认为;又有谁能强迫我认为呢?
πάλιν συνεθέμεθα παῖξαι τὰ περὶ Ἀγαμέμνονα καὶ Ἀχιλλέα. καταταγεὶς Ἀγαμέμνων λέγει μοι πορεύου πρὸς τὸν Ἀχιλλέα καὶ ἀπόσπασον τὴν Βρισηίδα. πορεύομαι.
再者,我们约定演一出关于阿伽门农与阿喀琉斯的戏剧。被派定扮演阿伽门农的人对我说: ‘去到阿喀琉斯那里,把布里塞伊斯抢夺过来。’ 我去。
ἔρχου. ἔρχομαι. ὡς γὰρ ἐπὶ τῶν ὑποθετικῶν λόγων ἀναστρεφόμεθα, οὕτως δεῖ καὶ ἐπὶ τοῦ βίου. ἔστω νύξ. ἔστω. τί οὖν; ἡμέρα ἐστίν; οὔ· ἔλαβον γὰρ ὑπόθεσιν τοῦ νύκτα εἶναι.2
‘过来。’ 我来。因为正如我们在假言推理中行事一般,在生活中也当如此行事。 ‘假定现在是黑夜。’ ‘假定如此。’ ‘那又如何?现在是白天吗?’ ‘不,因为我已经接受了黑夜的假设。’
ἔστω σε ὑπολαμβάνειν ὅτι νύξ ἐστιν. ἔστω. ἀλλὰ καὶ ὑπόλαβε ὅτι νύξ ἐστιν. οὐκ ἀκολουθεῖ τῇ ὑποθέσει.3
‘假定你认为现在是黑夜。’ ‘假定如此。’ ‘可是,在现实中你也当认为现在是黑夜。’ ‘这并不由假设所推导出来。’
οὕτως καὶ ἐνταῦθα. ἔστω σε εἶναι δυστυχῆ. ἔστω. ἆρʼ οὖν ἀτυχὴς εἶ; ναί. τί οὖν; κακοδαιμονεῖς; ναί. ἀλλὰ καὶ ὑπόλαβε ὅτι ἐν κακοῖς εἶ. οὐκ ἀκολουθεῖ τῇ ὑποθέσει· καὶ ἄλλος με κωλύει.
在这里也是同样道理。 ‘假定你是不幸的。’ ‘假定如此。’ ‘那么你命运不济吗?’ ‘是的。’ ‘那又如何?你凄惨不堪吗?’ ‘是的。’ ‘可是,在现实中你也当认为自己身处苦难之中。’ ‘这并不由假设所推导出来;况且另有一位阻止我如此认为。’
μέχρι πόσου οὖν ὑπακουστέον τοῖς τοιούτοις; μέχρις ἂν οὗ λυσιτελῇ, τοῦτο δʼ ἔστιν μέχρις ἂν οὗ σῴζω τὸ πρέπον καὶ κατάλληλον.
那么,对于此类指令该顺从到何种程度呢?直到其于我有益为止——也就是说,只要我还能保全合宜与相称之节操即可。
λοιπὸν οἱ μέν εἰσι κακαύστηροι καὶ κακοστόμαχοι καὶ λέγουσιν ἐγὼ οὐ δύναμαι παρὰ τούτῳ δειπνεῖν, ἵνʼ αὐτοῦ ἀνέχομαι καθʼ ἡμέραν διηγουμένου, πῶς ἐν Μυσίᾳ ἐπολέμησεν· διηγησάμην σοι, ἀδελφέ, πῶς ἐπὶ τὸν λόφον ἀνέβην· πάλιν ἄρχομαι πολιορκεῖσθαι.
然而,有些人脾气暴躁、挑剔多怨,他们说道: ‘我绝不能在此人处就餐,忍受他每天唠叨他在密细亚是如何作战的:“兄弟啊,我曾跟你讲过我是怎样攻上那座山头的;如今我又开始被包围了。”’”。
- 1.25.4ὅταν περὶ τὰ μὴ σαυτοῦ σπουδάσῃς, τὰ σαυτοῦ ἀπώλεσας
主句针对带有虚拟式的 ὅταν 从句,使用了直陈式过去不定时 ἀπώλεσας。这属于格言性过去不定时(gnomic aorist),用以陈述普遍而恒常的道德规律,表明只要人一热衷于身外之物,其自身的善(如信义与自主)便立刻且必然地丧失殆尽。
- 1.25.11τοῦ νύκτα εἶναι
带冠词不定式的属格置于名词 ὑπόθεσιν 之后,充当同格(或解释性)属格,指明该假设的具体内容,即“现在是黑夜这一假设”。
- 1.25.12οὐκ ἀκολουθεῖ τῇ ὑποθέσει
ἀκολουθεῖ 在此为逻辑学专门术语,意为“从……在逻辑上必然推导出来”(支配与格)。它指明了一个关键区分:在论辩或游戏中作为前提接受“假定是黑夜”(或扮演认为现在是黑夜的人),并不能在逻辑上必然推导出主体在现实中给予内在判断与赞同(ὑπολαμβάνειν)。
