- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:1.24.1-1.24.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
爱比克泰德教导人们,困境是神设立的试炼,我们不当做胆怯的斥候,而应效法狄奥根尼从容无畏的姿态。他告诫人们切莫执着于外在的名位财富,看透悲剧君王的虚妄,并在不堪忍受之时牢记“门是开着的”。
αἱ περιστάσεις εἰσὶν αἱ τοὺς ἄνδρας δεικνύουσαι. λοιπὸν ὅταν ἐμπέσῃ περίστασις, μέμνησο ὅτι ὁ θεός σε ὡς ἀλείπτης τραχεῖ νεανίσκῳ συμβέβληκεν. —
困境正是显露人之所是者。因此,每当困境降临,你要记住:神如同训练师一般,将你同一个强悍的年轻人配对相搏。
ἵνα τί; φησίν. — ἵνα Ὀλυμπιονίκης γένῃ· δίχα δʼ ἱδρῶτος οὐ γίγνεται. ἐμοὶ μὲν οὐδεὶς δοκεῖ κρείσσονα ἐσχηκέναι περίστασιν ἧς σὺ ἔσχηκας,1 ἂν θέλῃς ὡς ἀθλητὴς νεανίσκῳ χρῆσθαι.
有人问:“为了什么呢?”“为了让你成为奥林匹亚获胜者;但这若无汗水是无法成就的。”在我看来,只要你愿意像个运动员那样对待这个年轻人,便没有谁所遭遇的境遇比你所遭遇的更为优越。
καὶ νῦν ἡμεῖς γε εἰς τὴν Ῥώμην κατάσκοπον πέμπομεν. οὐδεὶς δὲ δειλὸν κατάσκοπον πέμπει, ἵνʼ, ἂν μόνον ἀκούσῃ ψόφου καὶ σκιάν ποθεν ἴδῃ, τρέχων ἔλθῃ τεταραγμένος καὶ λέγων ἤδη παρεῖναι τοὺς πολεμίους.
眼下,我们正要派一名斥候前往罗马。但没有人会派一个胆怯的斥候,以致他仅仅听见一点响动、在某处瞥见一个阴影,便惊惶失措地飞奔回来,嚷嚷着敌人已经杀到。
οὕτως νῦν καὶ σὺ ἂν ἐλθὼν ἡμῖν εἴπῃς φοβερὰ τὰ ἐν Ῥώμῃ πράγματα, δεινόν ἐστι θάνατος, δεινόν ἐστι φυγή, δεινὸν λοιδορία, δεινὸν πενία· φεύγετε ἄνδρες, πάρεισιν οἱ πολέμιοι, ἐροῦμέν σοι ἄπελθε, σεαυτῷ μαντεύου· ἡμεῖς τοῦτο μόνον ἡμάρτομεν, ὅτι τοιοῦτον κατάσκοπον ἐπέμπομεν.
同样,现在你若是来到我们面前说道: “罗马的事态太可怕了,死亡是可怕的,流放是可怕的,谩骂是可怕的,贫困是可怕的;人们快逃啊,敌人到了!”我们将对你说: “走开吧,为你自己去占卜去!我们唯一的过错,就是派了你这样一个斥候。”
πρὸ σοῦ κατάσκοπος ἀποσταλεὶς Διογένης ἄλλα ἡμῖν ἀπήγγελκεν. λέγει ὅτι ὁ θάνατος οὐκ ἔστι κακόν, οὐδὲ γὰρ αἰσχρόν· λέγει ὅτι ἀδοξία ψόφος ἐστὶ μαινομένων ἀνθρώπων.
而在你之前作为斥候被派出的狄奥根尼,向我们报告的却是另一番景象。他说死亡并不是坏事,因为死亡甚至不是可耻的;他说恶名不过是一帮疯子的嘈杂喧嚷。
οἷα δὲ περὶ πόνου, οἷα δὲ περὶ ἡδονῆς, οἷα περὶ πενίας εἴρηκεν οὗτος ὁ κατάσκοπος. τὸ δὲ γυμνὸν εἶναι λέγει ὅτι κρεῖσσόν ἐστι πάσης περιπορφύρου· τὸ δʼ ἐπʼ ἀστρώτῳ πέδῳ καθεύδειν λέγει ὅτι μαλακωτάτη κοίτη ἐστίν.
这位斥候谈及劳苦,谈及享乐,谈及贫困时,说了多么了不起的话!他说一丝不挂胜过任何带紫边的宽袍;在光秃秃的地上露宿是最柔软的床榻。
καὶ ἀπόδειξιν φέρει περὶ ἑκάστου τὸ θάρσος τὸ αὑτοῦ, τὴν ἀταραξίαν, τὴν ἐλευθερίαν, εἶτα καὶ τὸ σωμάτιον στίλβον καὶ συνεστραμμένον.
作为对每一件事的证明,他展现出自己的勇气、笃定无惊、自由,还有那容光焕发、紧致精干的身躯。
οὐδείς, φησίν, πολέμιος ἐγγύς ἐστιν· πάντα εἰρήνης γέμει. πῶς, ὦ Διόγενες; ἰδού, φησίν, μή τι βέβλημαι, μή τι τέτρωμαι, μή τινα πέφευγα;
他说:“没有敌人在附近,一切都充满了和平。” “怎么会呢,狄奥根尼?” 他说:“瞧啊,我难道被击中了吗?我难道负伤了吗?我难道从谁面前逃走过吗?”
τοῦτʼ ἔστιν οἷος δεῖ κατάσκοπος, σὺ δʼ ἡμῖν ἐλθὼν ἄλλα ἐξ ἄλλων λέγεις. οὐκ ἀπελεύσῃ πάλιν καὶ ὄψει ἀκριβέστερον δίχα τῆς δειλίας;
这才是应有的斥候模样!而你跑到我们跟前,却前言不搭后语。你难道不该再次折返回去,抛开胆怯,更准确地查看一番吗?
τί οὖν ποιήσω;— τί ποιεῖς, ἐκ πλοίου ὅταν ἐξίῃς; μή τι τὸ πηδάλιον αἴρεις, μή τι τὰς κώπας; τί οὖν αἴρεις; τὰ σά, τὴν λήκυθον, τὴν πήραν. καὶ νῦν ἂν ᾖς μεμνημένος τῶν σῶν, οὐδέποτε τῶν ἀλλοτρίων ἀντιποιήσῃ.
“那么我该做什么呢?”——你下船的时候会做什么?你难道会把船舵抬走吗?难道会把船桨抬走吗?那你带走什么呢?带走你自己的东西:油瓶和皮囊。同样地,现在你若时刻谨记什么是属于你自己的,就绝不会去觊觎身外之物。
λέγει σοι θὲς τὴν πλατύσημον· ἰδοὺ στενόσημος. θὲς καὶ ταύτην· ἰδοὺ ἱμάτιον μόνον. θὲς τὸ ἱμάτιον·
有人对你说: “脱下你的宽紫边长袍。” “瞧,这是窄紫边的。” “把这件也脱了。” “瞧,只剩一件外袍了。” “把外袍脱了。”
ἰδοὺ γυμνός. ἀλλὰ φθόνον μοι κινεῖς. λάβε τοίνυν ὅλον τὸ σωμάτιον. ᾧ δύναμαι ῥῖψαι τὸ σωμάτιον, ἔτι τοῦτον φοβοῦμαι;2
“瞧,我已经赤条条了。” “可你引起了我的嫉恨。” “那就把整副躯体都拿去吧。”既然我能将躯体整个抛弃给他,我还害怕此人做什么呢?
ἀλλὰ κληρονόμον μʼ οὐκ ἀπολείψει. τί οὖν; ἐπελαθόμην ὅτι τούτων οὐδὲν ἐμὸν ἦν; πῶς οὖν ἐμὰ αὐτὰ λέγομεν; ὡς τὸν κράβαττον ἐν τῷ πανδοκείῳ. ἂν οὖν ὁ πανδοκεὺς ἀποθανὼν ἀπολίπῃ σοι τοὺς κραβάττους· ἂν δʼ ἄλλῳ, ἐκεῖνος ἕξει,3 σὺ δʼ ἄλλον ζητήσεις·
“可是他不会留我作继承人。”那又怎样?难道我忘记了这些东西本没有一样是属于我的吗?那么我们凭何称它们为己物呢?就如同我们在客栈里称客床为我们的一样。因此,倘若客栈掌柜死去并把床留给你[你便占有它们];但若留给别人,那人自会拥有,而你再去寻别处便是。
ἂν οὖν μὴ εὕρῃς, χαμαὶ κοιμήσῃ μόνον θαρρῶν καὶ ῥέγκων καὶ μεμνημένος ὅτι ἐν τοῖς πλουσίοις καὶ βασιλεῦσι καὶ τυράννοις αἱ τραγῳδίαι τόπον ἔχουσιν, οὐδεὶς δὲ πένης τραγῳδίαν συμπληροῖ εἰ μὴ ὡς χορευτής.
所以,如果你找不到床,那就安然高卧地上,放声打鼾,并记住:唯在富豪、君王和僭主之中,悲剧才有用武之地;没有任何穷人能充当悲剧的角色,除非是作为歌队队员。
οἱ δὲ βασιλεῖς ἄρχονται μὲν ἀπʼ ἀγαθῶν· "στέψατε δώματα·" εἶτα περὶ τρίτον ἢ τέταρτον μέρος· "ἰὼ Κιθαιρών, τί μʼ ἐδέχου;" ἀνδράποδον, ποῦ οἱ στέφανοι, ποῦ τὸ διάδημα;
而君王们开场总是顺风顺水: “给殿宇戴上花冠吧!” 随后到了第三幕或第四幕前后: “呜呼奇泰隆,你为何收留了我?” 奴才啊,花冠何在,王冠何在?
οὐδέν σε ὠφελοῦσιν οἱ δορυφόροι;
卫兵们对你毫无用处了吗?
ὅταν οὖν ἐκείνων τινὶ προσίῃς, τούτων μέμνησο, ὅτι τραγῳδῷ προσέρχῃ, οὐ τῷ ὑποκριτῇ, ἀλλʼ αὐτῷ τῷ Οἰδίποδι.
因此,每当你走近那些大人物中的某一位时,要记住:你走近的是一个悲剧人物,不是那个演员,而是俄狄浦斯本人。
ἀλλὰ μακάριος ὁ δεῖνα· μετὰ πολλῶν γὰρ περιπατεῖ. κἀγὼ συγκατατάττω ἐμαυτὸν σὺν τοῖς πολλοῖς καὶ μετὰ πολλῶν περιπατῶ.
“可是某某人多有福气啊,因为他出行时簇拥者甚众。” 我也把自己排入大众的行列,我也与众人同行。
τὸ δὲ κεφάλαιον· μέμνησο ὅτι ἡ θύρα ἤνοικται. μὴ γίνου τῶν παιδίων δειλότερος, ἀλλʼ ὡς ἐκεῖνα, ὅταν αὐτοῖς μὴ ἀρέσκῃ τὸ πρᾶγμα, λέγει οὐκέτι παίξω, καὶ σύ, ὅταν σοι φαίνηταί τινα εἶναι τοιαῦτα, εἰπὼν οὐκέτι παίξω ἀπαλλάσσου, μένων δὲ μὴ θρήνει.
最核心的一点是:要记住,门是开着的。莫要比孩童还要怯懦;正如他们玩得不称心时便说: “我不玩了。” 你也一样,当你觉得事情到了这般地步,只消说一声: “我不玩了。” 然后抽身离去便是;但若留下来,就休要怨天尤人。
- 1.24.2ἧς σὺ ἔσχηκας
由比较级 κρείσσονα 引出的比较属格。先行词 περίστασιν 为单数宾格,而关系代词 ἧς 在关系节内本应作宾语(ἣν σὺ ἔσχηκας),此处因受到省略的比较属格成分的吸引,或直接作为比较属格承担比较基准的作用。
- 1.24.13ᾧ δύναμαι ῥῖψαι τὸ σωμάτιον, ἔτι τοῦτον φοβοῦμαι;
关系从句先于主句的代词 τοῦτον 出现的倒装结构。关系代词 ᾧ 是动词 ῥῖψαι 所要求的与格(“对之抛弃肉体的那个人”),而主句中的指示代词 τοῦτον 则是 φοβοῦμαι 的直接宾语(宾格)。
- 1.24.14ἂν οὖν ὁ πανδοκεὺς ἀποθανὼν ἀπολίπῃ σοι τοὺς κραβάττους· ἂν δʼ ἄλλῳ, ἐκεῖνος ἕξει
首个条件从句 ἂν οὖν ... ἀπολίπῃ 对应的归结从句(主句)发生了省略。根据后文紧接着的对比从句 ἂν δʼ ἄλλῳ, ἐκεῖνος ἕξει(“若是留给别人,那人自会拥有”),可以顺理成章地补出“你便会拥有它们”这一未言明的结论。
