← 爱比克泰德

谈话录

§1.23.1-1.23.10

论伊壁鸠鲁对天伦之乐与社会性的否定

作者驳斥了伊壁鸠鲁学派的矛盾立场:指出他们内心虽明白人有天生的亲情与社会性,却因其快乐学说而不得不主张弃养子女和不问政事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.23.1

ἐπινοεῖ καὶ Ἐπίκουρος ὅτι φύσει ἐσμὲν κοινωνικοί, ἀλλʼ ἅπαξ ἐν τῷ κελύφει θεὶς τὸ ἀγαθὸν ἡμῶν1 οὐκέτι δύναται ἄλλο οὐδὲν εἰπεῖν.

伊壁鸠鲁内心也意识到我们在本性上是具有社会性的;但一旦将我们的善置于外壳之中,他便再也说不出别的任何话了。

§1.23.2

πάλιν γὰρ ἐκείνου λίαν κρατεῖ, ὅτι οὐ δεῖ ἀπεσπασμένον οὐδὲν τῆς τοῦ ἀγαθοῦ οὐσίας οὔτε θαυμάζειν οὔτʼ ἀποδέχεσθαι· καὶ καλῶς αὐτοῦ κρατεῖ.

因为他极力坚守那一条原则:凡与善的本质相脱离之物,既不应当赞赏,也不应当接受;而他坚守这一点本是无可厚非的。

§1.23.3

πῶς οὖν ὑπονοητικοί ἐσμεν, οἷς μὴ φυσικὴ ἔστι πρὸς τὰ ἔγγονα φιλοστοργία;2 διὰ τί ἀποσυμβουλεύεις τῷ σοφῷ τεκνοτροφεῖν; τί φοβῇ μὴ διὰ ταῦτα εἰς λύπας ἐμπέσῃ;

那么,若是对后代没有天然的慈爱之情,我们又怎会对他人心存猜忌呢?你为何劝告智者不要抚养子女?你为何害怕智者会因他们而陷入悲痛?

§1.23.4

διὰ γὰρ τὸν μῦν τὸν ἔσω τρεφόμενον ἐμπίπτει; τί οὖν αὐτῷ μέλει, ἂν μυίδιον μικρὸν ἔσω κατακλαίῃ αὐτοῦ;

难道智者会因为家里养的那只老鼠而陷入悲痛吗?家里有一只小老鼠向着他唧唧悲啼,对他又何干呢?

§1.23.5

ἀλλʼ οἶδεν, ὅτι, ἂν ἅπαξ γένηται παιδίον, οὐκέτι ἐφʼ ἡμῖν ἐστι μὴ στέργειν μηδὲ φροντίζειν ἐπʼ αὐτῷ.

但他心知肚明:一旦婴儿降生,不去爱他、不为他操心,便不再是由我们权能决定的事了。

§1.23.6

διὰ τοῦτο φησὶν οὐδὲ πολιτεύσεσθαι τὸν νοῦν ἔχοντα· οἶδεν γὰρ τίνα δεῖ ποιεῖν τὸν πολιτευόμενον· ἐπείτοι εἰ ὡς ἐν μυίαις μέλλεις ἀναστρέφεσθαι, τί κωλύει;

因此他说,有头脑的人甚至不会参政;因为他知道一个从政者必须做些什么。不过,如果你打算像在苍蝇群中那样混迹度日,又有什么能阻拦呢?

§1.23.7

ἀλλʼ ὅμως εἰδὼς ταῦτα τολμᾷ λέγειν ὅτι μὴ ἀναιρώμεθα τέκνα.3 ἀλλὰ πρόβατον μὲν οὐκ ἀπολείπει τὸ αὑτοῦ ἔγγονον οὐδὲ λύκος, ἄνθρωπος δʼ ἀπολείπει;

然而,尽管知晓这一切,他竟敢宣称: “我们切莫抱养孩子。” 可是,绵羊尚且不遗弃自己的后代,豺狼尚且不遗弃,难道人竟会遗弃吗?

§1.23.8

τί θέλεις; μωροὺς ἡμᾶς εἶναι ὡς τὰ πρόβατα; οὐδʼ ἐκεῖνα ἀπολείπει. θηριώδεις ὡς τοὺς λύκους; οὐδʼ ἐκεῖνοι ἀπολείπουσιν.

你想怎样?要我们像绵羊一般愚蠢吗?连它们都不遗弃幼崽。要我们像豺狼一般凶残吗?连它们也不会遗弃幼兽。

§1.23.9

ἄγε, τίς δέ σοι πείθεται ἰδὼν παιδίον αὐτοῦ κλαῖον ἐπὶ τὴν γῆν πεπτωκός;

来吧,当目睹自己的幼子摔倒在地上啼哭时,又有谁会听从你的话呢?

§1.23.10

ἐγὼ μὲν οἶμαι ὅτι εἰ καὶ ἐμαντεύσατο ἡ μήτηρ σου καὶ ὁ πατήρ, ὅτι μέλλεις ταῦτα λέγειν, οὐκ ἄν σε ἔρριψαν.4

依我看,即便你的父母曾得到神谕,预知你会说出这等言辞,他们当年也绝不会将你弃置荒野。

语法注4 条
  1. 1.23.1ἐν τῷ κελύφει θεὶς τὸ ἀγαθὸν ἡμῶν

    名词 τὸ κέλῠφος(“壳”、“外皮”)在此隐喻“肉体”或“肉体感官之快”。承接上文关于将善置于外部事物与肉体上的批判,此处直指伊壁鸠鲁派将人类的善限定在肉体躯壳之中的根本前提。

  2. 1.23.3οἷς μὴ φυσικὴ ἔστι πρὸς τὰ ἔγγονα φιλοστοργία

    关系代词 οἷς 起限定或因果说明作用(“如果我们对后代并不具备天然的亲情……”)。此处使用否定词 μή 而非 οὐ,是因为该从句带有泛指与假设性的语意色彩。

  3. 1.23.7μὴ ἀναιρώμεθα τέκνα

    ἀναιρέομαι(中动相)在希腊语习俗中为专属术语,指婴儿降生后父亲将其“抱起”(即承认并决定抚养),反之则为“遗弃”(expositio)。此处 μὴ ἀναιρώμεθα 为现在时第一人称复数劝勉虚拟式,作为直接引语出现(“让我们不要抱养孩子”)。

  4. 1.23.10εἰ καὶ ἐμαντεύσατο ... οὐκ ἄν σε ἔρριψαν

    与过去事实相反的虚拟条件句(条件从句用 εἰ καί 搭配直陈式不定过去时 ἐμαντεύσατο,结论从句用 οὐκ ἄν 搭配直陈式不定过去时 ἔρριψαν)。动词 ῥίπτω(“抛弃、扔掉”)具体指古代遗弃婴儿的行为。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:1.23.1-1.23.10