- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:1.22.1-1.22.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
人们共有关于善与正义的普遍预见,但在将之运用于具体个案时产生了分歧与冲突。真正的教育在于依据权能之内与外的区分合理运用预见;若将善置于外物之上,则必然破坏与同伴及神灵的和谐。
προλήψεις κοιναὶ πᾶσιν ἀνθρώποις εἰσίν· καὶ πρόληψις προλήψει οὐ μάχεται. τίς γὰρ ἡμῶν οὐ τίθησιν, ὅτι τὸ ἀγαθὸν συμφέρον ἐστὶ καὶ αἱρετὸν καὶ ἐκ πάσης αὐτὸ περιστάσεως δεῖ μετιέναι καὶ διώκειν; τίς δʼ ἡμῶν οὐ τίθησιν, ὅτι τὸ δίκαιον καλόν ἐστι καὶ πρέπον;
预见是所有人所共有的,而且预见与预见之间并不相互冲突。因为我们当中有谁不认定:善是有益的、可选择的,并且在任何情况下都应当追求并索求它?又有谁不认定:正义是美好的、适宜的?
πότʼ οὖν ἡ μάχη γίνεται; περὶ τὴν ἐφαρμογὴν τῶν προλήψεων ταῖς ἐπὶ μέρους οὐσίαις,1 ὅταν ὁ μὲν εἴπῃ καλῶς ἐποίησεν, ἀνδρεῖός ἐστιν· οὔ, ἀλλʼ ἀπονενοημένος. ἔνθεν ἡ μάχη γίνεται τοῖς ἀνθρώποις πρὸς ἀλλήλους.
那么,冲突在何时产生呢?是在将预见运用于个别具体事物之时,当一人说:“他做得很好,他是勇敢的”;而另一人却说: “不,相反他是绝望蛮干的”。 由此,人们彼此之间产生了冲突。
αὕτη ἐστὶν ἡ Ἰουδαίων καὶ Σύρων καὶ Αἰγυπτίων καὶ Ῥωμαίων μάχη, οὐ περὶ τοῦ ὅτι τὸ ὅσιον πάντων προτιμητέον καὶ ἐν παντὶ μεταδιωκτέον, ἀλλὰ πότερόν ἐστιν ὅσιον τοῦτο τὸ χοιρείου φαγεῖν ἢ ἀνόσιον.2
这正是犹太人、叙利亚人、埃及人与罗马人之间的冲突:并不是争论虔敬是否应先于一切受到尊崇并应在万事中予以追求,而是争论吃猪肉这件事情究竟是虔敬的还是不虔敬的。
ταύτην τὴν μάχην εὑρήσετε καὶ Ἀγαμέμνονος καὶ Ἀχιλλέως. κάλει γὰρ αὐτοὺς εἰς τὸ μέσον. τί λέγεις σύ, ὦ Ἀγάμεμνον; οὐ δεῖ γενέσθαι τὰ δέοντα καὶ τὰ καλῶς ἔχοντα;
你们在阿伽门农与阿喀琉斯的冲突中也会发现这一点。不妨将他们召唤到当中来。阿伽门农,你说什么呢?难道不应该行应行之事和正当之事吗?
δεῖ μὲν οὖν. σὺ δὲ τί λέγεις, ὦ Ἀχιλλεῦ; οὐκ ἀρέσκει σοι γίνεσθαι τὰ καλῶς ἔχοντα; ἐμοὶ μὲν οὖν πάντων μάλιστα ἀρέσκει. ἐφαρμόσατε οὖν τὰς προλήψεις. ἐντεῦθεν ἡ ἀρχὴ μάχης.
“当然应该。” 阿喀琉斯,你又说什么呢?行正当之事难道不合你的意愿吗? “对我而言,这最合我的心意不过了。” “那么,请把你们的预见运用起来吧。”冲突便由此开始。
ὁ μὲν λέγει οὐ χρὴ ἀποδιδόναι με τὴν Χρυσηίδα τῷ πατρί, ὁ δὲ λέγει δεῖ μὲν οὖν. πάντως ὁ ἕτερος αὐτῶν κακῶς ἐφαρμόζει τὴν πρόληψιν τοῦ δέοντος.
一个说: “我不应当把克律塞伊斯归还给她的父亲”;另一个却说: “你恰恰应当归还”。 无论如何,他们当中必有一人错误地运用了关于‘应行之事’的预见。
πάλιν ὁ μὲν λέγει οὐκοῦν, εἴ με δεῖ ἀποδοῦναι τὴν Χρυσηίδα, δεῖ με λαβεῖν ὑμῶν τινος τὸ γέρας, ὁ δέ τὴν ἐμὴν οὖν λάβῃς ἐρωμένην;. τὴν σήν φησίν. ἐγὼ οὖν μόνος — ἀλλʼ ἐγὼ μόνος μὴ ἔχω;3 οὕτως μάχη γίνεται.
接着一个又说: “因此,如果我必须归还克律塞伊斯,我就必须取得你们某人的战利品”;另一个则说: “难道你要夺走我心爱的女人吗?” “就要你的”他说。 “难道唯独我……” “难道唯独我要空手吗?” 冲突就这样产生了。
τί οὖν ἐστι τὸ παιδεύεσθαι; μανθάνειν τὰς φυσικὰς προλήψεις ἐφαρμόζειν ταῖς ἐπὶ μέρους οὐσίαις καταλλήλως τῇ φύσει καὶ λοιπὸν διελεῖν, ὅτι τῶν ὄντων τὰ μέν ἐστιν ἐφʼ ἡμῖν, τὰ δὲ οὐκ ἐφʼ ἡμῖν· ἐφʼ ἡμῖν μὲν προαίρεσις καὶ πάντα τὰ προαιρετικὰ ἔργα, οὐκ ἐφʼ ἡμῖν δὲ τὸ σῶμα, τὰ μέρη τοῦ σώματος, κτήσεις, γονεῖς, ἀδελφοὶ, τέκνα, πατρίς, ἁπλῶς οἱ κοινωνοί.
那么,受教育究竟是什么呢?就是学习将自然的预见按照自然的方式运用于个别具体事物,并进而做出划分: 存在的事物中,有些在我们的权能之内,有些不在我们的权能之内。在权能之内的是意志抉择以及一切出于抉择的行为;不在权能之内的则是肉体、肉体的各部分、财产、父母、兄弟、子女、祖国,简言之,即我们一切的共同交往者。
ποῦ οὖν θῶμεν τὸ ἀγαθόν; ποίᾳ οὐσίᾳ αὐτὸ ἐφαρμόσομεν; τῇ ἐφʼ ἡμῖν;
那么,我们应当把善置于何处呢?应当把它运用于何种实体呢?运用于在权能之内的实体吗?
— εἶτα οὐκ ἔστιν ἀγαθὸν ὑγίεια καὶ ἀρτιότης καὶ ζωή, ἀλλʼ οὐδὲ τέκνα οὐδὲ γονεῖς οὐδὲ πατρίς; — καὶ τίς σου ἀνέξεται;
——“难道健康、肢体健全与生命不是善,甚至子女、父母与祖国也不是善了吗?谁能受得了你这种说法?”
μεταθῶμεν οὖν αὐτὸ πάλιν ἐνθάδε. ἐνδέχεται οὖν βλαπτόμενον καὶ ἀποτυγχάνοντα τῶν ἀγαθῶν εὐδαιμονεῖν; — οὐκ ἐνδέχεται. — καὶ τὴν πρὸς τοὺς κοινωνοὺς οἵαν δεῖ ἀναστροφήν; καὶ πῶς ἐνδέχεται;
——那么,让我们再把善移回到这些事物上来吧。那么,一个人遭受损害且得不到善物时,还可能幸福吗?——“不可能。”——还能对同伴保持应有的得体交往吗?这又怎可能呢?
ἐγὼ γὰρ πέφυκα πρὸς τὸ ἐμὸν συμφέρον. εἰ συμφέρει μοι ἀγρὸν ἔχειν, συμφέρει μοι καὶ ἀφελέσθαι αὐτὸν τοῦ πλησίον· εἰ συμφέρει μοι ἱμάτιον ἔχειν, συμφέρει μοι καὶ κλέψαι αὐτὸ ἐκ βαλανείου. ἔνθεν πόλεμοι, στάσεις, τυραννίδες, ἐπιβουλαί.
因为我生就倾向于我自身的利益。如果拥有一块田地对我有利,那么从邻人那里夺取它对我也是有利的;如果拥有一件外衣对我有利,那么从公共浴场偷窃它对我也是有利的。由此产生了战争、内讧、僭政与阴谋。
πῶς δʼ ἔτι δυνήσομαι τὸ πρὸς τὸν Δία καθῆκον; εἰ γὰρ βλάπτομαι καὶ ἀτυχῶ, οὐκ ἐπιστρέφεταί μου. καὶ τί μοι καὶ αὐτῷ,4 εἰ οὐ δύναταί μοι βοηθῆσαι; καὶ πάλιν τί μοι καὶ αὐτῷ, εἰ θέλει μʼ ἐν τοιούτοις εἶναι ἐν οἷς εἰμι; ἄρχομαι λοιπὸν μισεῖν αὐτόν.
我又怎能继续恪守对宙斯的责任呢?因为如果我遭受损害且厄运连连,他就并不眷顾我。而且,“如果他不能帮助我,我和他还有什么相干?” 再者,“如果他希望我处于如今这般境地,我和他还有什么相干?” 接下来我便开始憎恨他了。
τί οὖν ναοὺς ποιοῦμεν, τί οὖν ἀγάλματα, ὡς κακοῖς δαίμοσιν, ὡς πυρετῷ τῷ Διί; καὶ πῶς ἔτι Σωτὴρ καὶ πῶς Ὑέτιος καὶ πῶς Ἐπικάρπιος; καὶ μήν, ἂν ἐνταῦθά που θῶμεν τὴν οὐσίαν τοῦ ἀγαθοῦ, πάντα ταῦτα ἐξακολουθεῖ.
那么,我们为何建造神殿,为何树立雕像,难道如同对待恶魔或热病一般对待宙斯吗?他又怎能仍是‘救主’,怎能仍是‘降雨者’,怎能仍是‘赐果实者’?然而,如果我们把善的实质置于这里的某些事物上,所有这些后果便必然相随而至。
τί οὖν ποιήσωμεν;— αὕτη ἐστὶ ζήτησις τοῦ φιλοσοφοῦντος τῷ ὄντι καὶ ὠδίνοντος· νῦν ἐγὼ οὐχ ὁρῶ τί ἐστι τὸ ἀγαθὸν καὶ τὸ κακόν· οὐ μαίνομαι;
“那么我们该怎么办呢?”——这正是真正从事哲学思考且饱受阵痛之人的探求:“现在我看不清什么是善、什么是恶。我难道不是疯了吗?”
ναί· ἀλλʼ ἂν ἐνταῦθά που θῶ τὸ ἀγαθόν, ἐν τοῖς προαιρετικοῖς, πάντες μου καταγελάσονται. ἥξει τις γέρων πολιὸς χρυσοῦς δακτυλίους ἔχων πολλούς, εἶτα ἐπισείσας τὴν κεφαλὴν ἐρεῖ ἄκουσόν μου, τέκνον· δεῖ μὲν καὶ φιλοσοφεῖν, δεῖ δὲ καὶ ἐγκέφαλον ἔχειν· ταῦτα μωρά ἐστιν. σὺ παρὰ τῶν φιλοσόφων μανθάνεις συλλογισμόν, τί δέ σοι ποιητέον ἐστίν, σὺ κάλλιον οἶδας ἢ οἱ φιλόσοφοι. ἄνθρωπε, τί οὖν μοι ἐπιτιμᾷς, εἰ οἶδα;
——是的。但如果我把善置于这边的某些事物,即置于意志抉择之事中,所有人都会嘲笑我。某个戴着许多金戒指的白发老翁会走上前来,摇晃着脑袋说道: “孩子,听我说:固然应当从事哲学,但也应当有头脑;那些都是蠢话。你从哲学家那里学习三段论,但至于你自己应当做什么,你比哲学家们清楚得多。” “喂,如果我已经清楚了,你为何还要责备我呢?”
τούτῳ τῷ ἀνδραπόδῳ τί εἴπω;
对于这个奴性之辈,我能说什么呢?
ἂν σιωπῶ, ῥήγνυται ἐκεῖνος. ὡς δεῖ λέγειν ὅτι5 σύγγνωθί μοι ὡς τοῖς ἐρῶσιν· οὐκ εἰμὶ ἐμαυτοῦ, μαίνομαι.
如果我沉默不语,他就会暴怒破裂。所以应当这样说: “请原谅我,如同原谅那些热恋中的人一样;我已不能自主,我疯了。”
- 1.22.2ἐφαρμογὴν τῶν προλήψεων ταῖς ἐπὶ μέρους οὐσίαις
在名词 ἐφαρμογή 之后,τῶν προλήψεων 为宾格性属格,而 ταῖς ἐπὶ μέρους οὐσίαις 为表示适用对象的与格(“运用于个别实体”)。此结构指将普遍的前概念落实于具体事物上的认知动作。
- 1.22.4οὐ περὶ τοῦ ὅτι τὸ ὅσιον πάντων προτιμητέον ... ἀλλὰ πότερόν ἐστιν ὅσιον τοῦτο τὸ χοιρείου φαγεῖν ἢ ἀνόσιον
介词 περί 先后统辖带冠词的 ὅτι 从句(τοῦ ὅτι...)以及由 πότερον 引导的间接疑问句,构成“非关……而是关乎……”的对比。在 τοῦτο τὸ χοιρείου φαγεῖν 中,指示代词 τοῦτο 与定冠词不定式 τὸ ... φαγεῖν 构成同位语以示强调。
- 1.22.8ἐγὼ οὖν μόνος — ἀλλʼ ἐγὼ μόνος μὴ ἔχω;
戏剧性对话中的破折中断(aposiopesis)。阿喀琉斯话未说完(“难道唯独我[要被剥夺战利品吗]”),阿伽门农便打断他并以表示驳斥/商榷的虚拟式(μὴ ἔχω)反诘:“难道唯独我要空手吗?”
- 1.22.15τί μοι καὶ αὐτῷ
使用所属/关系与格的习惯表达(“我和他之间有什么相干?”,相当于 τί ἐστιν ἐμοί τε καὶ ἐκείνῳ)。表达出若神灵不能带来切身利益,人便不再有理由敬奉神灵的思想。
- 1.22.21ὡς δεῖ λέγειν ὅτι
连词 ὡς 与 δεῖ 连用,引出结果或处事结论(“因此应当说……”)。表达了哲学家在面对顽固不化、无法理解真理的世俗之人时,为免受其扰而采取的一种妥协与自嘲之策。
