- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:1.2.1-1.2.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
爱比克泰德指出,对于理性存在而言,何为可忍受取决于各自对自身角色的认知,并通过端便壶、参加尼禄演出、紫线及赫尔维狄乌斯的例子,阐明坚守个人人格价值的重要性。
τῷ λογικῷ ζῴῳ μόνον ἀφόρητόν ἐστι τὸ ἄλογον, τὸ δʼ εὔλογον φορητόν.
对于有理性的动物而言,唯有不合情理之事是不可忍受的,而合乎情理之事则是可以忍受的。
πληγαὶ οὐκ εἰσὶν ἀφόρητοι τῇ φύσει. — τίνα τρόπον; — ὅρα πῶς· Λακεδαιμόνιοι μαστιγοῦνται μαθόντες ὅτι εὔλογόν ἐστιν.
挨打在本质上并非不可忍受。——依何而论?——你看:斯巴达人甘受鞭笞,因为他们懂得那是合乎情理的。
— τὸ δʼ ἀπάγξασθαι οὐκ ἔστιν ἀφόρητον; — ὅταν γοῦν πάθῃ τις ὅτι εὔλογον, ἀπελθὼν ἀπήγξατο.
——但自缢难道不是不可忍受的吗?——无论如何,一旦有人体会到自缢是合乎情理的,他便走去自缢了。
ἁπλῶς ἐὰν προσέχωμεν, ὑπʼ οὐδενὸς οὕτως εὑρήσομεν τὸ ζῷον θλιβόμενον ὡς ὑπὸ τοῦ ἀλόγου καὶ πάλιν ἐπʼ οὐδὲν οὕτως ἑλκόμενον ὡς ἐπὶ τὸ εὔλογον.
总之,如果我们留心观察,就会发现动物受压迫最甚者莫过于不合情理之事,而最受吸引者又莫过于合乎情理之事。
ἄλλῳ δʼ ἄλλο προσπίπτει τὸ εὔλογον καὶ ἄλογον, καθάπερ καὶ ἀγαθὸν καὶ κακὸν ἄλλο ἄλλῳ καὶ συμφέρον καὶ ἀσύμφορον.
然而,何为合情合理、何为不合情理,各人的看法各不相同,正如善与恶、利与弊因人而异一样。
διὰ τοῦτο μάλιστα παιδείας δεόμεθα, ὥστε μαθεῖν τοῦ εὐλόγου καὶ ἀλόγου πρόληψιν ταῖς ἐπὶ μέρους οὐσίαις ἐφαρμόζειν συμφώνως τῇ φύσει.
正因如此,我们最需要受教育,以便学会按照自然,将对合情合理与不合情理的预概念应用到具体事物之上。
εἰς δὲ τὴν τοῦ εὐλόγου καὶ ἀλόγου κρίσιν οὐ μόνον ταῖς τῶν ἐκτὸς ἀξίαις συγχρώμεθα, ἀλλὰ καὶ τῶν κατὰ τὸ πρόσωπον ἑαυτοῦ ἕκαστος.1
而且,在评判合情合理与不合情理之时,我们不仅利用外在事物的价值标准,而且每个人还依据自身的角色地位来利用相应的价值标准。
τῷ μὲν γάρ τινι εὔλογον τὸ ἀμίδα παρακρατεῖν αὐτὸ μόνον βλέποντι, ὅτι μὴ παρακρατήσας μὲν πληγὰς λήψεται καὶ τροφὰς οὐ λήψεται, παρακρατήσας δʼ οὐ πείσεταί τι τραχὺ ἢ ἀνιαρόν· ἄλλῳ δέ τινι οὐ μόνον τὸ αὐτὸν παρακρατῆσαι ἀφόρητον δοκεῖ, ἀλλὰ καὶ τὸ ἄλλου παρακρατοῦντος ἀνασχέσθαι.
因为对某个人来说,端便壶是合乎情理的,他仅看重这一点:如果不端,他就会挨打且得不到食物;而如果端了,他就不会遭受严酷或痛苦之事;但对另一个人来说,不仅亲自端便壶显得不可忍受,就连忍受别人去端都是不可忍受的。
ἂν οὖν μου πυνθάνῃ παρακρατήσω τὴν ἀμίδα ἢ μή;, ἐρῶ σοι ὅτι μείζονα ἀξίαν ἔχει τὸ λαβεῖν τροφὰς τοῦ μὴ λαβεῖν καὶ μείζονα ἀπαξίαν τὸ δαρῆναι τοῦ μὴ δαρῆναι· ὥστʼ εἰ τούτοις παραμετρεῖς τὰ σαυτοῦ, ἀπελθὼν παρακράτει.
因此,如果你问我: “我是去端便壶还是不去?” 我会告诉你:获得食物的价值大于得不到食物,挨打的负价值大于不挨打;所以“如果你用这些标准来衡量自己的事,那就去端吧”。
ἀλλʼ οὐκ ἂν κατʼ ἐμέ.2 τοῦτο σὲ δεῖ συνεισφέρειν εἰς τὴν σκέψιν, οὐκ ἐμέ. σὺ γὰρ εἶ ὁ σαυτὸν εἰδώς, πόσου ἄξιος εἶ σεαυτῷ καὶ πόσου σεαυτὸν πιπράσκεις· ἄλλοι γὰρ ἄλλων πιπράσκουσιν.
“但这并不合乎我的本色。” 应当把这一点纳入考量的是你,而不是我。因为是你自己了解自己,知道自己在自己眼里值多少钱,知道自己以何等价格出售自己;因为不同的人以不同的价格出卖自己。
διὰ τοῦτο Ἀγριππῖνος Φλώρῳ σκεπτομένῳ, εἰ καταβατέον αὐτῷ ἐστιν εἰς Νέρωνος θεωρίας, ὥστε καὶ αὐτόν τι λειτουργῆσαι, ἔφη κατάβηθι.
正因如此,当弗洛鲁斯正在思忖是否应当下场参加尼禄的演出以便自己也承担某种役务时,阿格里皮努斯对他说道: “下场去吧。”
πυθομένου δʼ αὐτοῦ διὰ τί σὺ οὐ καταβαίνεις; ἔφη ὅτι ἐγὼ οὐδὲ βουλεύομαι.
当弗洛鲁斯询问: “你为什么不下场?” 阿格里皮努斯说道: “因为我根本连考虑都不考虑。”
ὁ γὰρ ἅπαξ εἰς τὴν περὶ τῶν τοιούτων σκέψιν καὶ τὰς τῶν ἐκτὸς ἀξίας συγκαθεὶς καὶ ψηφίζων ἐγγύς ἐστι τῶν ἐπιλελησμένων τοῦ ἰδίου προσώπου.
因为一个人一旦屈尊去考虑这类事情,权衡并计算外在事物的价值,他就已经接近那些遗忘了自身角色的人了。
τί γάρ μου πυνθάνῃ; θάνατος αἱρετώτερόν ἐστιν ἢ ζωή; λέγω ζωή.
“你到底问我什么?‘是死更值得选取,还是生?’我说生。
πόνος ἢ ἡδονή; λέγω ἡδονή. ἀλλά, ἂν μὴ τραγῳδήσω, τραχηλοκοπηθήσομαι. ἄπελθε τοίνυν καὶ τραγῴδει, ἐγὼ δʼ οὐ τραγῳδήσω.
‘是辛苦,还是享乐?’我说享乐。” “然而,如果我不去演悲剧,我就会被斩首。” “那么你就去演吧,但我绝不去演。”
διὰ τί; ὅτι σὺ σεαυτὸν ἡγῇ μίαν τινὰ εἶναι κρόκην τῶν ἐκ τοῦ χιτῶνος. τί οὖν; σὲ ἔδει φροντίζειν πῶς ἀνόμοιος ᾖς τοῖς ἄλλοις ἀνθρώποις, ὥσπερ οὐδʼ ἡ κρόκη πρὸς τὰς ἄλλας κρόκας θέλει τι ἔχειν ἐξαίρετον.3
“为什么?” “因为你把自己看作长袍上的普通织线之一。那么,正如一根织线并不期望比其他织线有什么出众之处一样,你又何须在意自己如何才能不同于其他人呢?
ἐγὼ δὲ πορφύρα εἶναι βούλομαι, τὸ ὀλίγον ἐκεῖνο καὶ στιλπνὸν καὶ τοῖς ἄλλοις αἴτιον τοῦ εὐπρεπῆ φαίνεσθαι καὶ καλά. τί οὖν μοι λέγεις ὅτι ἐξομοιώθητι τοῖς πολλοῖς; καὶ πῶς ἔτι πορφύρα ἔσομαι;
但我却愿成为紫袍上的紫色,即那一小块闪闪发光、使其余部分显得优美端庄的饰边。那你为什么还对我说:‘去同众人一样吧’?若那样,我怎能还是紫色呢?”
ταῦτα εἶδεν καὶ Πρῖσκος Ἑλουίδιος καὶ ἰδὼν ἐποίησε. προσπέμψαντος αὐτῷ Οὐεσπασιανοῦ, ἵνα μὴ εἰσέλθῃ εἰς τὴν σύγκλητον, ἀπεκρίνατο ἐπὶ σοί ἐστι μὴ ἐᾶσαί με εἶναι συγκλητικόν· μέχρι δὲ ἂν ὦ, δεῖ με εἰσέρχεσθαι.
赫尔维狄乌斯·普里斯库斯也看清了这一点,看清之后便身体力行。当韦斯巴芗派人告知他不要进入元老院时,他回答道: “不让我做元老,这由你作主;但只要我还是元老,我就必须走进去。”
- 1.2.7οὐ μόνον ταῖς τῶν ἐκτὸς ἀξίαις συγχρώμεθα, ἀλλὰ καὶ τῶν κατὰ τὸ πρόσωπον ἑαυτοῦ ἕκαστος
前半句为与格短语 ταῖς τῶν ἐκτὸς ἀξίαις(外在事物的价值),而其后的 τῶν κατὰ τὸ πρόσωπον(依据自身角色的价值)则采用了属格形式。由于动词 συγχρῶμαι 通常支配与格,此处的属格应理解为省略了与格冠词和名词(即 ταῖς [ἀξίαις] τῶν...),仅保留了起限定修饰作用的属格短语。所有语言版本均按并列含义处理,即不仅利用外在价值,亦依据自身角色利用相应的价值标准。
- 1.2.11ἀλλʼ οὐκ ἂν κατʼ ἐμέ
此处省略了述语动词(如 εἴη 或 γένοιτο),属于带有 ἄν 的潜在希求法省略句,字面意为“但那将不符合我(的品格/身份)”。对话者针对前文“若按饮食与挨打的利害权衡就去端便壶”的建议,提出反驳,认为这一行径与自己的立身原则(κατʼ ἐμέ)不符。
- 1.2.17σὲ ἔδει φροντίζειν πῶς ἀνόμοιος ᾖς τοῖς ἄλλοις ἀνθρώποις, ὥσπερ οὐδʼ ἡ κρόκη πρὸς τὰς ἄλλας κρόκας θέλει τι ἔχειν ἐξαίρετον
紧接前句的 τί οὖν;(那么又如何?/为什么?),此句作为修辞性反问或申述发挥作用。对于那些自视为普通织线的人,爱比克泰德指出:既然普通织线并不谋求异于其他织线,那么你又何须在意自己是否与众不同呢?以此揭示将自己视作庸常之物所必然导致的逻辑结论。
