← 爱比克泰德

谈话录

§1.1.16-1.1.32

对外在境遇的超越与不可征服的意志

爱比克泰德通过人们焦躁等待风向和畏惧处决的例子,指出肉体与财产等外在之物不在我们权能之内;唯有意愿抉择(prohairesis)不可征服,并列举拉特拉努斯与阿格里皮努斯面对刑罚与流放的泰然范例加以说明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1.16

διὰ τοῦτο, ἂν ἄπλοια ᾖ, καθήμεθα σπώμενοι καὶ παρακύπτομεν συνεχῶς· τίς ἄνεμος πνεῖ; βορέας. τί ἡμῖν καὶ αὐτῷ;1 πότε ὁ ζέφυρος πνεύσει; ὅταν αὐτῷ δόξῃ, ὦ βέλτιστε, ἢ τῷ Αἰόλῳ. σὲ γὰρ οὐκ ἐποίησεν ὁ θεὸς ταμίαν τῶν ἀνέμων, ἀλλὰ τὸν Αἴολον.

正因如此,一旦遭遇逆风不能启航,我们便坐立不安,不断探头探脑: “刮的是什么风?”“北风。” “我们同北风有什么相干?”“西风什么时候才会吹来?” “优秀的先生啊,当西风自己或者埃俄罗斯高兴的时候它就会吹。因为神并没有立你做风的管家,而是立了埃俄罗斯。”

§1.1.17

τί οὖν; δεῖ τὰ ἐφʼ ἡμῖν βέλτιστα κατασκευάζειν, τοῖς δʼ ἄλλοις χρῆσθαι ὡς πέφυκεν. πῶς οὖν πέφυκεν; ὡς ἂν ὁ θεὸς θέλῃ.

“那么该当如何?”应当把属于我们权能之内的事情安排得至臻至善,而对其余事物则依照其本性来对待。 “那么,它们的本性是怎样的呢?” “正如神所意愿的那样。”

§1.1.18

ἐμὲ οὖν νῦν τραχηλοκοπεῖσθαι μόνον;2 τί οὖν; ἤθελες πάντας τραχηλοκοπηθῆναι, ἵνα σὺ παραμυθίαν ἔχῃς;

“难道我现在非得独自被斩首不可吗?” “那又如何?难道你想让所有人都被斩首,好让你得到安慰吗?”

§1.1.19

οὐ θέλεις οὕτως ἐκτεῖναι τὸν τράχηλον, ὡς Λατερανός τις ἐν τῇ Ῥώμῃ κελευσθεὶς ὑπὸ τοῦ Νέρωνος ἀποκεφαλισθῆναι; ἐκτείνας γὰρ τὸν τράχηλον καὶ πληγεὶς καὶ πρὸς αὐτὴν τὴν πληγὴν ἀσθενῆ γενομένην ἐπʼ ὀλίγον συνελκυσθεὶς πάλιν ἐξέτεινεν.

难道你不愿意像罗马的某位拉特拉努斯那样引颈就戮吗?他在奉尼禄之命被斩首时,伸长了脖子挨了一刀,因为那一刀砍得太软,他微微缩回了一点,随后又重新伸长了脖子。

§1.1.20

ἀλλὰ καὶ ἔτι πρότερον προσελθόντι τις Ἐπαφροδίτῳ3 τῷ κυρίῳ τοῦ Νέρωνος καὶ ἀνακρίνοντι αὐτὸν ὑπὲρ τοῦ συγκρουσθῆναι ἄν τί θέλω, φησίν, ἐρῶ σου τῷ κυρίῳ.

不仅如此,在此更早之前,某人在尼禄的掌权者埃帕弗罗狄托斯走到跟前、就彼此冲突之事盘问他时,“如果我想要什么,”他说,“我会对你的主人说。”

§1.1.21

τί οὖν δεῖ πρόχειρον ἔχειν ἐν τοῖς τοιούτοις; τί γὰρ ἄλλο ἢ τί ἐμὸν καὶ τί οὐκ ἐμὸν καὶ τί μοι ἔξεστιν καὶ τί μοι οὐκ ἔξεστιν;

那么,在这种境况下,应当手头准备好什么呢? 除了分清何者属于我、何者不属于我,何者容许我做、何者不容许我做之外,还能有什么呢?

§1.1.22

ἀποθανεῖν με δεῖ· μή τι οὖν καὶ στένοντα; δεθῆναι· μή τι καὶ θρηνοῦντα; φυγαδευθῆναι· μή τις οὖν κωλύει γελῶντα καὶ εὐθυμοῦντα καὶ εὐροοῦντα;

“我必须去死。”难道因此我也非得呻吟着去死吗?“我必须被捆绑。”难道非得哭泣着受缚吗?“我必须被流放。”难道有人能阻止我带着微笑、意气风发且平静顺遂地去流放吗?

§1.1.23

εἰπὲ τὰ ἀπόρρητα. οὐ λέγω· τοῦτο γὰρ ἐπʼ ἐμοί ἐστιν. ἀλλὰ δήσω σε. ἄνθρωπε. τί λέγεις; ἐμέ; τὸ σκέλος μου δήσεις, τὴν προαίρεσιν δὲ οὐδʼ ὁ Ζεὺς νικῆσαι δύναται.

“说出隐秘之事。” “我不说;因为这由我作主。” “但我会把你锁起来。” “人啊,你在说什么?锁住我?你锁住的不过是我的腿,至于我的意志抉择,哪怕是宙斯也无法胜过。”

§1.1.24

εἰς φυλακήν σε βαλῶ. τὸ σωμάτιον. ἀποκεφαλίσω σε. πότε οὖν σοὶ εἶπον, ὅτι μόνου ἐμοῦ ὁ τράχηλος ἀναπότμητός ἐστιν;

“我要把你关进监狱。” “你关的是我微不足道的肉躯。” “我要砍下你的头颅。” “那么我何时曾对你说过,唯独我的脖子是不可砍断的?”

§1.1.25

ταῦτα ἔδει μελετᾶν τοὺς φιλοσοφοῦντας, ταῦτα καθʼ ἡμέραν γράφειν, ἐν τούτοις γυμνάζεσθαι.

这些才是研习哲学的人理应钻研、每日笔耕并躬行操练的道理。

§1.1.26

Θρασέας εἰώθει λέγειν σήμερον ἀναιρεθῆναι θέλω μᾶλλον ἢ αὔριον φυγαδευθῆναι τί οὖν αὐτῷ Ῥοῦφος εἶπεν; εἰ μὲν ὡς βαρύτερον ἐκλέγῃ, τίς ἡ μωρία τῆς ἐκλογῆς; εἰ δʼ ὡς κουφότερον, τίς σοι δέδωκεν; οὐ θέλεις μελετᾶν ἀρκεῖσθαι τῷ δεδομένῳ;

斯拉塞亚过去常说: “我宁可今天被处决,也不愿明天被流放。”那么鲁弗斯对他是怎么说的呢? “如果你是把它当作更沉重的事来选择,这种选择何其愚蠢!但如果你是当作更轻松的事来选择,谁把这种选择权交给了你?难道你不愿意操练去知足于所赐予你的一切吗?”

§1.1.28

διὰ τοῦτο γὰρ Ἀγριππῖνος τί ἔλεγεν; ὅτι ἐγὼ ἐμαυτῷ ἐμπόδιος οὐ γίνομαι. ἀπηγγέλη αὐτῷ ὅτι κρίνῃ ἐν συγκλήτῳ. —

正因如此,阿格里皮努斯说了什么呢?他说: “我不成为自己的阻碍。” 有人向他通报说: “元老院正在审判你。”

§1.1.29

ἀγαθῇ τύχῃ. ἀλλὰ ἦλθεν ἡ πέμπτη (ταύτῃ δʼ εἰώθει γυμνασάμενος ψυχρολουτρεῖν)· ἀπέλθωμεν καὶ γυμνασθῶμεν. γυμνασαμένῳ λέγει τις, αὐτῷ ἐλθὼν ὅτι Κατακέκρισαι. — φυγῇ,, φησίν, ἢ θανάτῳ; — φυγῇ. — τὰ ὑπάρχοντα τί; — οὐκ ἀφῃρέθη. — εἰς Ἀρίκειαν οὖν ἀπελθόντες ἀριστήσωμεν.

——“祝好运!不过第五个时辰到了”(他习惯在这个时辰做操并冲冷水澡);“我们走吧,去做操。” 在他做完操后,有人走来对他说: “你已被判罪了。” ——“是判流放,”他说,“还是判死刑?” ——“判流放。” ——“财产怎么样了?” ——“没有被没收。” ——“那么我们就去阿里齐亚吃午饭吧。”

§1.1.31

— τοῦτʼ ἔστι μεμελετηκέναι ἃ δεῖ μελετᾶν, ὄρεξιν ἔκκλισιν ἀκώλυτα ἀπερίπτωτα παρεσκευακέναι. ἀποθανεῖν με δεῖ.

——这就是所谓操练过理应操练之事,使欲求与规避变得畅通无阻、免于灾祸。“我必须去死。”

§1.1.32

εἰ ἤδη, ἀποθνῄσκω· κἂν μετʼ ὀλίγον, νῦν ἀριστῶ τῆς ὥρας ἐλθούσης, εἶτα τότε τεθνήξομαι. πῶς; ὡς προσήκει τὸν τὰ ἀλλότρια ἀποδιδόντα.4

如果是现在,那我就去死;如果是过一会儿,既然时辰已到,我现在就去吃午饭,然后在那时死去。怎样死去?就如同归还属于他人之物的人所当有的那样。

语法注4 条
  1. 1.1.16τί ἡμῖν καὶ αὐτῷ;

    带两个与格(ἡμῖν 与 αὐτῷ)的习惯表达,省略了如 κοινόν ἐστι 之类的谓语,意为“我们同它(北风)有什么相干?”

  2. 1.1.18ἐμὲ οὖν νῦν τραχηλοκοπεῖσθαι μόνον;

    独立用于疑问/感叹句中的对格与不定词结构(感叹性不定词),表达愤慨的不满。虽然句意中可隐含 δεῖ 等非人称动词,但语法上直接由对格与不定词构成反问(“难道现在非得由我独自被斩首不可吗?”)。

  3. 1.1.20προσελθόντι τις Ἐπαφροδίτῳ

    此处呈现超越法(hyperbaton):主句动词 φησίν 的不定代词主语 τις 被插入到与格短语 προσελθόντι ... Ἐπαφροδίτῳ 之间。分词 προσελθόντι 与后文的 ἀνακρίνοντι 均采用与格,修饰作为 φησίν 间接宾语的 Ἐπαφροδίτῳ。

  4. 1.1.32ὡς προσήκει τὸν τὰ ἀλλότρια ἀποδιδόντα

    非人称动词 προσήκει(通常支配与格)在此处与对格连用(或可理解为省略了不定词 ἀποθνῄσκειν 的对格主语结构),分词 ἀποδιδόντα 修饰 τὸν。意为“正如归还他人之物的人所应当的那样”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:1.1.16-1.1.32