- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:1.19.1-1.19.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
爱比克泰德指出,被外在优势所迷惑会导致人们盲目奉承和惧怕僭主,而真正的自由只存在于不可侵犯的选择意志之中。他还阐明了自我关照与共同利益的协调一致,并讽刺了世人对官职、虚名等外在事物的盲目执念。
ὅτι ἄν τινι προσῇ τι πλεονέκτημα1 ἢ δοκῇ γε προσεῖναι μὴ προσόν, τοῦτον πᾶσα ἀνάγκη, ἐὰν ἀπαίδευτος ᾖ, πεφυσῆσθαι διʼ αὐτό.
只要任何优势附加在某人身上,或者即使并未附加却显得附加在他身上,若是这个人缺乏教养,就必然会因此而傲慢自大。
εὐθὺς ὁ τύραννος λέγει ἐγώ εἰμι ὁ πάντων κράτιστος. καὶ τί μοι δύνασαι παρασχεῖν; ὄρεξίν μοι δύνασαι περιποιῆσαι ἀκώλυτον; πόθεν σοι; σὺ γὰρ ἔχεις; ἔκκλισιν ἀπερίπτωτον; σὺ γὰρ ἔχεις; ὁρμὴν ἀναμάρτητον;
僭主随即说道: “我是众人中最强大的。” “那么你能为我提供什么呢?你能为我谋取不受阻碍的渴望吗?你怎么能有这种能力?难道你自己拥有它吗?你能提供免于祸患的规避吗?难道你自己拥有它吗?能提供绝无差错的冲动吗?
καὶ ποῦ σοι μέτεστιν; ἄγε, ἐν νηὶ δὲ σαυτῷ θαρρεῖς ἢ τῷ εἰδότι; ἐπὶ δʼ ἅρματος τίνι ἢ τῷ εἰδότι;
你在这些事情上究竟何处有份呢?喂,在一艘船上,你是信赖你自己,还是信赖知晓船务的人?在战车上,你信赖谁,难道是信赖知晓御车之人以外的人吗?
τί δʼ ἐν ταῖς ἄλλαις τέχναις; ὡσαύτως. τί οὖν δύνασαι; πάντες με θεραπεύουσιν. καὶ γὰρ ἐγὼ τὸ πινάκιον θεραπεύω καὶ πλύνω αὐτὸ καὶ ἐκμάσσω καὶ τῆς ληκύθου ἕνεκα πάσσαλον πήσσω. τί οὖν; ταῦτά μου κρείττονά ἐστιν; οὔ· ἀλλὰ χρείαν μοι παρέχει τινά. ταύτης οὖν ἕνεκα θεραπεύω αὐτά. τί δέ; τὸν ὄνον οὐ θεραπεύω;
在其他技术中又是如何呢?同样如此。那么,你究竟能做什么呢?” “所有人都侍奉我。” “实际上我也侍奉小碟子,清洗它,擦干它,并且为了油瓶的缘故钉上一枚木桩。那又怎样?难道这些东西比我更高贵吗?不;但它们为我提供某种用途。因此,为了这种用途,我侍奉它们。又如何呢?难道我不侍奉驴子吗?
οὐ νίπτω αὐτοῦ τοὺς πόδας; οὐ περικαθαίρω; οὐκ οἶδας ὅτι πᾶς ἄνθρωπος ἑαυτὸν θεραπεύει, σὲ δʼ οὕτως ὡς τὸν ὄνον; ἐπεὶ τίς σε θεραπεύει ὡς ἄνθρωπον; δείκνυε.
难道我不洗它的脚吗?难道我不把它里外刷拭干净吗?难道你不知道每个人都是在侍奉他自己,而侍奉你就像侍奉驴子一样吗?因为有谁把你当作人来侍奉呢?指给我看看。
τίς σοι θέλει ὅμοιος γενέσθαι, τίς σου ζηλωτὴς γίνεται ὡς Σωκράτους; ἀλλὰ δύναμαί σε τραχηλοκοπῆσαι. καλῶς λέγεις. ἐξελαθόμην ὅτι σε δεῖ θεραπεύειν καὶ ὡς πυρετὸν καὶ ὡς χολέραν καὶ βωμὸν στῆσαι, ὡς ἐν Ῥώμῃ Πυρετοῦ βωμός ἐστιν.
有谁想变得像你一样?有谁像追随苏格拉底那样成为你的追随者呢?” “但我能砍下你的脑袋。” “你说得好。我差点忘了,人们必须像对待发烧和霍乱那样侍奉你,并为你立一座祭坛,正如在罗马有一座‘发烧’的祭坛一样。”
τί οὖν ἐστι τὸ ταράσσον καὶ καταπλῆττον τοὺς πολλούς; ὁ τύραννος καὶ οἱ δορυφόροι; πόθεν; μὴ γένοιτο· οὐκ ἐνδέχεται τὸ φύσει ἐλεύθερον ὑπʼ ἄλλου τινὸς ταραχθῆναι ἢ κωλυθῆναι πλὴν ὑφʼ ἑαυτοῦ.
那么,究竟是什么在扰乱并威吓着大众呢?是僭主和他的卫兵吗?怎么可能?绝非如此!本性自由之物,除了被它自身扰乱或阻碍之外,不可能被任何其他事物扰乱或阻碍。
ἀλλὰ τὰ δόγματα αὐτὸν ταράσσει. ὅταν γὰρ ὁ τύραννος εἴπῃ τινὶ δήσω σου τὸ σκέλος, ὁ μὲν τὸ σκέλος τετιμηκὼς λέγει μή· ἐλέησον, ὁ δὲ τὴν προαίρεσιν τὴν ἑαυτοῦ λέγει εἴ σοι λυσιτελέστερον φαίνεται, δῆσον. οὐκ ἐπιστρέφῃ;
然而,正是信念扰乱了这个人。因为当僭主对某人说: “我要捆绑你的腿,”珍视自己双腿的人便说: “不要这样;可怜可怜我吧,”而珍视自身选择意志的人则说: “如果你觉得这更有利,就捆上吧。” “你不在意吗?”
οὐκ ἐπιστρέφομαι. ἐγώ σοι δείξω ὅτι κύριός εἰμι. πόθεν σύ; ἐμὲ ὁ Ζεὺς ἐλεύθερον ἀφῆκεν. ἢ δοκεῖς ὅτι ἔμελλεν τὸν ἴδιον υἱὸν ἐᾶν καταδουλοῦσθαι; τοῦ νεκροῦ δέ μου κύριος εἶ, λάβε αὐτόν.
“我不在意。” “我会向你证明我是主人。” “你算什么主人?宙斯已经让我获得了自由。难道你以为他会听任自己的亲生儿子沦为奴隶吗?至于我的尸体,你确实是主人;拿去吧。”
ὥσθʼ ὅταν μοι προσίῃς, ἐμὲ οὐ θεραπεύεις; οὐ· ἀλλʼ ἐμαυτόν. εἰ δὲ θέλεις με λέγειν ὅτι καὶ σέ, λέγω σοι οὕτως ὡς τὴν χύτραν.
“那么,每当你来到我面前时,你不是在侍奉我吗?” “不,是在侍奉我自己。但如果你想让我说我也侍奉了你,我对你说,就像我侍奉那只烹饪锅一样。”
τοῦτο οὐκ ἔστιν φίλαυτον· γέγονε γὰρ οὕτως τὸ ζῷον· αὑτοῦ ἕνεκα πάντα ποιεῖ. καὶ γὰρ ὁ ἥλιος αὑτοῦ ἕνεκα πάντα ποιεῖ καὶ τὸ λοιπὸν αὐτὸς ὁ Ζεύς.
这并不是自私;因为动物天生如此被造:它为它自己的缘故做一切事。因为太阳也为了它自己的缘故做一切事,乃至宙斯本人也是如此。
ἀλλʼ ὅταν θέλῃ εἶναι Ὑέτιος καὶ Ἐπικάρπιος καὶ πατὴρ ἀνδρῶν τε θεῶν τε, ὁρᾷς ὅτι τούτων τῶν ἔργων καὶ τῶν προσηγοριῶν οὐ δύναται τυχεῖν, ἂν μὴ εἰς τὸ κοινὸν ὠφέλιμος ᾖ.
然而,当宙斯想要成为‘降雨者’、‘赐果实者’以及‘人类与诸神之父’时,你看到,除非他对公共利益有所助益,否则他就无法获得这些功业和称号。
καθόλου τε τοιαύτην τὴν φύσιν τοῦ λογικοῦ ζῴου κατεσκεύασεν, ἵνα μηδενὸς τῶν ἰδίων ἀγαθῶν δύνηται τυγχάνειν, ἂν μή τι εἰς τὸ κοινὸν ὠφέλιμον προσφέρηται.
总的来说,他如此造就了理性动物的本性,以至于理性动物若不为公共利益贡献某些有用之物,就绝不能获得自身的任何个别善好。
οὕτως οὐκέτι ἀκοινώνητον γίνεται τὸ πάντα αὑτοῦ ἕνεκα ποιεῖν.
这样一来,为了自己的缘故做一切事就不再是反社会的了。
ἐπεὶ τί ἐκδέχῃ; ἵνα τις ἀποστῇ αὑτοῦ καὶ τοῦ ἰδίου συμφέροντος; καὶ πῶς ἔτι μία καὶ ἡ αὐτὴ ἀρχὴ πᾶσιν ἔσται ἡ πρὸς αὐτὰ οἰκείωσις;
因为你还能指望什么呢?指望某人放弃自身及其自身的利益吗?那么,作为万物共同的同一原则——对自身的亲善归属——又怎能依然完好如初呢?
τί οὖν; ὅταν ὑπῇ δόγματα ἀλλόκοτα περὶ τῶν ἀπροαιρέτων ὡς ὄντων ἀγαθῶν καὶ κακῶν, πᾶσα ἀνάγκη θεραπεύειν τοὺς τυράννους.
那么结果如何呢?当内心深处潜藏着怪诞的信念,把超出选择意志之外的事物当作善和恶时,侍奉僭主就成了完全必然的事。
ὤφελον γὰρ τοὺς τυράννους μόνον,2 τοὺς κοιτωνίτας δʼ οὔ. πῶς δὲ καὶ φρόνιμος γίνεται ἐξαίφνης ὁ ἄνθρωπος, ὅταν Καῖσαρ αὐτὸν ἐπὶ τοῦ λασάνου ποιήσῃ· πῶς εὐθὺς λέγομεν φρονίμως μοι λελάληκεν Φηλικίων.
要是只侍奉僭主倒也罢了,可还得侍奉他们的近侍!而当恺撒任命某人掌管便壶时,这个人又是如何突然变得有智慧的呢?我们又是如何立刻说道: “费利基翁刚才明智地同我交谈了。”
ἤθελον αὐτὸν ἀποβληθῆναι τοῦ κοπρῶνος, ἵνα πάλιν ἄφρων σοι δοκῇ.
我真希望他被从茅房里赶出来,好让他对你而言再次显得愚蠢。
εἶχέν τινα Ἐπαφρόδιτος σκυτέα, ὃν διὰ τὸ ἄχρηστον εἶναι ἐπώλησεν. εἶτα ἐκεῖνος κατά τινα δαίμονα ἀγορασθεὶς ὑπό τινος τῶν Καισαριανῶν τοῦ Καίσαρος σκυτεὺς ἐγένετο. εἶδες ἂν πῶς αὐτὸν ἐτίμα ὁ Ἐπαφρόδιτος·
厄帕弗罗狄托斯曾有一个补鞋匠,因为毫无用处而将他卖掉了。后来,那人凭借某种机缘被恺撒的一名随从买下,成了恺撒的补鞋匠。你真该看看厄帕弗罗狄托斯是怎样尊崇他的:
τί πράσσει Φηλικίων ὁ ἀγαθός;
“善良的费利基翁近来可好?”
φιλῶ σε. εἶτα εἴ τις ἡμῶν ἐπύθετο τί ποιεῖ αὐτός; ἐλέγετο ὅτι μετὰ Φηλικίωνος βουλεύεται περί τινος.
“向你致意。” 随后,如果我们当中有人问起: “那位主人在做什么?” 人们便会回答: “他正与费利基翁商议某事。”
οὐχὶ γὰρ πεπράκει αὐτὸν ὡς ἄχρηστον; τίς οὖν αὐτὸν ἄφνω φρόνιμον ἐποίησεν;
他不是曾因毫无用处而把他卖掉了吗?那么,究竟是谁让他突然变得有智慧了呢?
τοῦτʼ ἔστι τὸ τιμᾶν ἄλλο τι ἢ τὰ προαιρετικά.
这就是尊崇选择意志之外的事物的含义所在。
ἠξίωται δημαρχίας. πάντες οἱ ἀπαντῶντες συνήδονται· ἄλλος τοὺς ὀφθαλμοὺς καταφιλεῖ, ἄλλος τὸν τράχηλον, οἱ δοῦλοι τὰς χεῖρας. ἔρχεται εἰς οἶκον, εὑρίσκει λύχνους ἁπτομένους. ἀναβαίνει εἰς τὸ Καπιτώλιον, ἐπιθύει.
“某人被认为配得上护民官职位了。” 所有遇见他的人都向他道贺:有人亲吻他的眼睛,有人亲吻他的脖子,奴隶们亲吻他的双手。他回到家中,发现灯火已被点亮。他登上卡皮托尔山,献上祭牲。
τίς οὖν πώποτε ὑπὲρ τοῦ ὀρεχθῆναι καλῶς ἔθυσεν; ὑπὲρ τοῦ ὁρμῆσαι κατὰ φύσιν; ἐκεῖ γὰρ καὶ θεοῖς εὐχαριστοῦμεν, ὅπου τὸ ἀγαθὸν τιθέμεθα.
那么,曾几何时有人为了正确地欲求而献祭?为了顺应自然而产生冲动而献祭?因为我们在何处安放善,我们就在何处向诸神献上感谢。
σήμερόν τις ὑπὲρ ἱερωσύνης ἐλάλει μοι τοῦ Αὐγούστου. λέγω αὐτῷ ἄνθρωπε, ἄφες τὸ πρᾶγμα· δαπανήσεις πολλὰ εἰς οὐδέν.
今天有人同我谈起奥古斯都的祭司职位。我对他说: “朋友,放弃这桩事吧;你会白白耗费巨资。”
— ἀλλʼ οἱ τὰς ὠνάς, φησί, γράφοντες γράψουσι τὸ ἐμὸν ὄνομα. — μή τι οὖν σὺ τοῖς ἀναγιγνώσκουσι λέγεις παρών· ἐμὲ γεγράφασιν;
“但是,”他说,“起草契约的人会写上我的名字。” “难道当别人诵读时,你会站在旁边对读者说‘他们写的是我’吗?
εἰ δὲ καὶ νῦν δύνασαι παρεῖναι πᾶσιν, ἐὰν ἀποθάνῃς, τί ποιήσεις; — μενεῖ μου τὸ ὄνομα. — γράψον αὐτὸ εἰς λίθον καὶ μενεῖ. ἄγε ἔξω δὲ Νικοπόλεως τίς σου μνεία;
即使你现在能出现在所有人面前,可一旦你死了,你又能怎样呢?” “我的名字将流传下去。” “把它刻在石头上,它就会流传。喂,但是在尼科波利斯之外,又有谁会记得你呢?”
— ἀλλὰ χρυσοῦν στέφανον φορήσω. — εἰ ἅπαξ ἐπιθυμεῖς στεφάνου, ῥόδινον λαβὼν περίθου· ὄψει γὰρ κομψότερον.3
“但我会戴上一顶金冠。” “如果你非想要一顶花冠不可,拿一顶玫瑰花冠戴上吧;因为那样在外观上更加雅致。”
- 1.19.1ὅτι ἄν τινι προσῇ τι πλεονέκτημα
章首的 ὅτι 是阿里安常置于段落开头的陈述连词(隐含言说动词),ἄν(即 ἐάν)与虚拟语气 προσῇ 引导一般条件从句(“只要任何优势附加在某人身上”)。接下来的主句中的 τοῦτον(宾格指示代词)复指条件从句中的 τινι,充当由非人称短语 πᾶσα ἀνάγκη 所支配的不定词 πεφυσῆσθαι 的逻辑主语。
- 1.19.17ὤφελον γὰρ τοὺς τυράννους μόνον
动词 ὤφελον(源自 ὀφείλω 的第二不定过去时形式,用作愿望表达)表示无法实现的愿望(“要是……就好了”)。此处承接上文省略了不定词 θεραπεύειν,宾格短语 τοὺς τυράννους μόνον 与 τοὺς κοιτωνίτας 充当该省略不定词的宾语。
- 1.19.29ὄψει γὰρ κομψότερον
ὄψει 是名词 ὄψις(“外观、外表”)的单数与格(作限定与格,“在外观上”)。中性单数主格比较级形容词 κομψότερον 与省略的系动词(ἐστίν)构成谓语,意为“因为(玫瑰花冠)在外观上更雅致/更体面”。
