- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:1.18.1-1.18.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
爱比克泰德指出,人的行为皆由其判断决定,犯错者只是在善恶问题上陷入盲目,故对之应当怜悯而非动怒。他教导人们放弃对外物的执念,成为在任何境遇下都不动摇的“不可战胜的运动员”。
εἰ ἀληθές ἐστι τὸ ὑπὸ τῶν φιλοσόφων λεγόμενον ὅτι πᾶσιν ἀνθρώποις μία ἀρχὴ καθάπερ τοῦ συγκαταθέσθαι τὸ παθεῖν ὅτι ὑπάρχει1 καὶ τοῦ ἀνανεῦσαι τὸ παθεῖν ὅτι οὐχ ὑπάρχει καὶ νὴ Δία τοῦ ἐπισχεῖν τὸ παθεῖν ὅτι ἄδηλόν ἐστιν, οὕτως καὶ τοῦ ὁρμῆσαι ἐπί τι τὸ παθεῖν ὅτι ἐμοὶ συμφέρει, ἀμήχανον δʼ ἄλλο μὲν κρίνειν τὸ συμφέρον, ἄλλου δʼ ὀρέγεσθαι καὶ ἄλλο μὲν κρίνειν καθῆκον, ἐπʼ ἄλλο δὲ ὁρμᾶν, τί ἔτι τοῖς πολλοῖς χαλεπαίνομεν;
如果哲学家们所说的——对于全人类而言存在着同一原则,正如认同的原则乃是感受到“某事属实”,否定的原则乃是感受到“某事不属实”,并且凭宙斯起誓,悬置判断的原则乃是感受到“某事不明晰”——是真实的,那么,朝向某事产生冲动的原则也同样是感受到“这对我有益”;而判定某一件事有益却去渴望另一件事,或者判定某一件事是义务却朝向另一件事产生冲动,乃是不可能的。既然如此,我们为何还要对大众发怒呢?
— κλέπται, φησίν, εἰσὶ καὶ λωποδύται. — τί ἐστι τὸ κλέπται καὶ λωποδύται; πεπλάνηνται περὶ ἀγαθῶν καὶ κακῶν. χαλεπαίνειν οὖν δεῖ αὐτοῖς ἢ ἐλεεῖν αὐτούς;
“他们是小偷,”有人说,“也是强盗。”小偷和强盗是什么意思?他们在善恶之事上迷失了方向。那么,应当对他们发怒,还是应当怜悯他们呢?
ἀλλὰ δεῖξον τὴν πλάνην καὶ ὄψει πῶς ἀφίστανται τῶν ἁμαρτημάτων. ἂν δὲ μὴ βλέπωσιν, οὐδὲν ἔχουσιν ἀνώτερον τοῦ δοκοῦντος αὐτοῖς.
不如指出他们的盲区,你就会看到他们如何离开罪错;但如果他们看不见,他们除了对自己显得如此的东西之外,就没有更高的准则了。
τοῦτον οὖν τὸν λῃστὴν καὶ τοῦτον τὸν μοιχὸν οὐκ ἔδει ἀπολωλέναι;
“难道这个盗贼和这个通奸者不应当被处死吗?”
— μηδαμῶς, ἀλλʼ ἐκεῖνο μᾶλλον τοῦτον τὸν πεπλανημένον καὶ ἐξηπατημένον περὶ τῶν μεγίστων καὶ ἀποτετυφλωμένον οὐ τὴν ὄψιν τὴν διακριτικὴν τῶν λευκῶν καὶ μελάνων, ἀλλὰ τὴν γνώμην τὴν διακριτικὴν τῶν ἀγαθῶν καὶ τῶν κακῶν μὴ ἀπολλύναι;2
绝非如此,反而更应当这样说: “难道这个在最重大的事情上陷入迷途和受蒙骗的人,这个被弄瞎的不是辨别黑白的肉眼、而是辨别善恶的明辨之心的人,不应当被处死吗?”
κἂν οὕτως λέγῃς, γνώσῃ πῶς ἀπάνθρωπόν ἐστιν ὃ λέγεις καὶ ὅτι ἐκείνῳ ὅμοιον τοῦτον οὖν τὸν τυφλὸν μὴ ἀπολλύναι καὶ τὸν κωφόν;
如果你这样说,你就会明白你所说的话是多么不通人情,而且这正类似于说: “难道这个瞎子和这个聋子不应当被处死吗?”
εἰ γὰρ μεγίστη βλάβη ἡ τῶν μεγίστων ἀπώλειά ἐστιν, μέγιστον δʼ ἐν ἑκάστῳ προαίρεσις οἵα δεῖ καὶ τούτου στέρεταί τις, τί ἔτι χαλεπαίνεις αὐτῷ;
因为,如果最大的损害就是最大之物的丧失,而每个人身上最大的东西就是应有的选择意志,而某人被剥夺了这件东西,你为什么还要对他发怒呢?
ἄνθρωπε, εἰ σὲ δεῖ παρὰ φύσιν ἐπὶ τοῖς ἀλλοτρίοις κακοῖς διατίθεσθαι, ἐλέει αὐτὸν μᾶλλον ἢ μίσει· ἄφες τοῦτο τὸ προσκοπτικὸν καὶ μισητικόν· μὴ ἐ̣ π̣ῃς τὰς φωνὰς ταύτας ἃς οἱ πολλοὶ τῶν φ των τούτους οὖν τοὺς καταράτους καὶ μιαροὺς ἔστω· σὺ πῶς ποτʼ ἀπεσοφώθης ἄφνω ν̣.
人啊,如果你面对他人的祸害非要陷入违反自然的情状,与其恨他,不如怜悯他;放弃这种愤慨与怨恨的心态吧;不要说出大众常常说出的那些话: “难道这些该诅咒和污秽的家伙……” 罢了;你究竟是如何突然变得智慧的?
ἀ̣λ̣λ̣ω̣ς̣ χαλεπὸς εἶ. διὰ τί οὖν χαλεπαίνομεν; ὅτι τὰς ὕλας θαυμάζομεν, ὧν ἡμᾶς ἀφαιροῦνται. ἐπεί τοι μὴ θαύμαζέ σου τὰ ἱμάτια καὶ τῷ κλέπτῃ οὐ χαλεπαίνεις· μὴ θαύμαζε τὸ κάλλος τῆς γυναικὸς καὶ τῷ μοιχῷ οὐ χαλεπαίνεις.
你是在无理地发怒。那么,我们究竟为何发怒?因为我们珍爱那些被他们从我们手中夺走的物质财富。其实,只要你不珍爱你的衣服,你就不会对小偷发怒;只要你不珍爱妻子的美貌,你就不会对通奸者发怒。
γνῶθι ὅτι κλέπτης καὶ μοιχὸς ἐν τοῖς σοῖς τόπον οὐκ ἔχει, ἐν δὲ τοῖς ἀλλοτρίοις καὶ τοῖς οὐκ ἐπὶ σοί. ταῦτα ἂν ἀφῇς καὶ παρὰ μηδὲν ἡγήσῃ, τίνι ἔτι χαλεπαίνεις; μέχρι δʼ ἂν ταῦτα θαυμάζῃς, σεαυτῷ χαλέπαινε μᾶλλον ἢ ἐκείνοις. σκόπει γάρ·
要明白,小偷和通奸者在属于你的事物中没有立足之地,而只在属于他人的、不在你权能范围内的事物中才有立足之地。如果你放弃这些,视之如无物,你还会对谁发怒呢?但只要你依然珍爱它们,你就更应当对自己发怒,而不是对他们。因为你想想看:
ἔχεις καλὰ ἱμάτια, ὁ γείτων σου οὐκ ἔχει· θυρίδα ἔχεις, θέλεις αὐτὰ ψῦξαι. οὐκ οἶδεν ἐκεῖνος τί τὸ ἀγαθόν ἐστι τοῦ ἀνθρώπου, ἀλλὰ φαντάζεται ὅτι τὸ ἔχειν καλὰ ἱμάτια, τοῦτο ὃ καὶ σὺ φαντάζῃ.
你拥有华美的衣服,而你的邻居没有;你有一扇窗户,你想把衣服晾出来。他不知道人的善是什么,反而想象拥有华美的衣服就是善——正如你所想象的一样。
εἶτα μὴ ἔλθῃ καὶ ἄρῃ αὐτά; ἀλλὰ σὺ πλακοῦντα δεικνύων ἀνθρώποις λίχνοις καὶ μόνος αὐτὸν καταπίνων οὐ θέλεις ἵνα αὐτὸν ἁρπάσωσι; μὴ ἐρέθιζε αὐτούς, θυρίδα μὴ ἔχε, μὴ ψῦχέ σου τὰ ἱμάτια.
既然如此,难道他不会走过来将它拿走吗?可是,当你把糕点展示给贪吃的人们看,并独自一人吞咽它时,难道你还指望他们不去抢夺吗?不要去刺激他们,不要留窗户,不要晾晒你的衣服。
κἀγὼ πρῴην σιδηροῦν λύχνον ἔχων παρὰ τοῖς θεοῖς ἀκούσας ψόφον τῆς θυρίδος κατέδραμον. εὗρον ἡρπασμένον τὸν λύχνον. ἐπελογισάμην, ὅτι ἔπαθέν τι ὁ ἄρας οὐκ ἀπίθανον. τί οὖν; αὔριον, φημί, ὀστράκινον εὑρήσεις.
我自己前些天在诸神像旁放着一盏铁灯,听到窗户响动,便跑下楼去。我发现灯被偷走了。我想,那拿走灯的人所感受到的并非没有道理。那又怎样呢?“明天,”我说,“你就会找到一盏陶灯了。”
ἐκεῖνα γὰρ ἀπολλύει, ἃ ἔχει. ἀπώλεσά μου τὸ ἱμάτιον. εἶχες γὰρ ἱμάτιον. ἀλγῶ τὴν κεφαλήν. μή τι κέρατα ἀλγεῖς; τί οὖν ἀγανακτεῖς; τούτων γὰρ αἱ ἀπώλειαι, τούτων οἱ πόνοι, ὧν καὶ αἱ κτήσεις.
因为一个人失去的,正是他所拥有的东西。 “我丢了我的外套。” 是的,因为你曾经拥有一件外套。 “我头疼。” 难道你是角疼吗?那你为何愤愤不平?因为正是在你拥有这些东西的地方,才会有它们的丧失和它们的痛苦。
ἀλλʼ ὁ τύραννος δήσει. τί; τὸ σκέλος. ἀλλʼ ἀφελεῖ. τί; τὸν τράχηλον. τί οὖν οὐ δήσει οὐδʼ ἀφελεῖ; τὴν προαίρεσιν. διὰ τοῦτο παρήγγελλον οἱ παλαιοὶ τὸ Γνῶθι σαυτόν.
“可是僭主会把我捆绑起来。” 捆绑什么?你的腿。 “可是他会砍下来。” 砍下什么?你的脖子。那么,他既不能捆绑也不能砍下的是什么呢?是选择意志。正因如此,古人才告诫说:“认识你自己”。
τί οὖν; ἔδει νὴ τοὺς θεοὺς μελετᾶν ἐπὶ τῶν μικρῶν καὶ ἀπʼ ἐκείνων ἀρχομένους διαβαίνειν ἐπὶ τὰ μείζω.
那么该怎么办呢?凭诸神起誓,本应在细小的事情上操练,并从那些小事开始逐步过渡到大事。
κεφαλὴν ἀλγῶ. οἴμοι μὴ λέγε. ὠτίον ἀλγῶ. οἴμοι μὴ λέγε. καὶ οὐ λέγω ὅτι οὐ δέδοται στενάξαι, ἀλλὰ ἔσωθεν μὴ στενάξῃς. μηδʼ ἂν βραδέως τὸν ἐπίδεσμον ὁ παῖς φέρῃ, κραύγαζε καὶ σπῶ καὶ λέγε πάντες με μισοῦσιν. τίς γὰρ μὴ μισήσῃ τὸν τοιοῦτον;
“我头疼。” 不要喊“哎呀”。 “我耳朵疼。” 不要喊“哎呀”。我并不是说不被允许呻吟,而是说不要从内心发出呻吟。仆人若拿绷带拿慢了,也不要大喊大叫、扭动挣扎并说: “所有人都恨我。” 因为谁会不恨这样的人呢?
τούτοις τὸ λοιπὸν πεποιθὼς τοῖς δόγμασιν ὀρθὸς περιπάτει, ἐλεύθερος, οὐχὶ τῷ μεγέθει πεποιθὼς τοῦ σώματος ὥσπερ ἀθλητής· οὐ γὰρ ὡς ὄνον ἀήττητον εἶναι.3
今后,凭依着这些信条昂首前行吧,成为自由的人,不要像运动员那样依赖体格的硕大;因为人不应当像驴子那样变得不可战胜。
τίς οὖν ὁ ἀήττητος; ὃν οὐκ ἐξίστησιν οὐδὲν τῶν ἀπροαιρέτων. εἶτα λοιπὸν ἑκάστην τῶν περιστάσεων ἐπερχόμενος καταμανθάνω ὡς ἐπὶ τοῦ ἀθλητοῦ. οὗτος ἐξεβίασε τὸν πρῶτον κλῆρον. τί οὖν τὸν δεύτερον; τί δʼ ἂν καῦμα ᾖ;
那么,谁才是不可战胜的人呢?就是那不被任何超出选择意志之外的事物所动摇的人。于是,我接下来就像对待运动员那样,逐一审视各种境况: “这个人抽签战胜了第一个对手。那么面对第二个对手会怎样呢?如果天气炎热会怎样呢?
τί δʼ ἐν Ὀλυμπίᾳ; καὶ ἐνταῦθα ὡσαύτως. ἂν ἀργυρίδιον προβάλῃς, καταφρονήσει. τί οὖν ἂν κορασίδιον; τί οὖν ἂν ἐν σκότῳ; τί οὖν ἂν δοξάριον; τί οὖν ἂν λοιδορίαν; τί οὖν ἂν ἔπαινον; τί δʼ ἂν θάνατον;
如果在奥林匹亚会怎样呢?” 在这里也是如此:如果你拿出一小笔银钱,他会予以蔑视。那么如果是一个美貌少女呢?如果是在黑暗中呢?如果是微小的虚名呢?如果是辱骂呢?如果是赞美呢?如果是面对死亡呢?
δύναται ταῦτα πάντα νικῆσαι. τί οὖν ἂν καῦμα ᾖ, τοῦτό ἐστι· τί, ἂν οἰνωμένος ᾖ; τί ἂν μελαγχολῶν; τί ἐν ὕπνοις; οὗτός μοί ἐστιν ὁ ἀνίκητος ἀθλητής.
他能战胜这一切。那么,“如果天气炎热”在这里指的是什么呢?就是说:如果他喝醉了会怎样?如果他心绪郁结会怎样?如果在睡梦中会怎样?对我而言,这样的人才称得上是不可战胜的运动员。
- 1.18.1τὸ παθεῖν ὅτι ὑπάρχει
带冠词的不定式 τὸ παθεῖν 在此指被动地接受印象或感受,其后接 ὅτι 从句表达其内容,意为“感受到某事属实”。
- 1.18.6τοῦτον τὸν πεπλανημένον καὶ ἐξηπατημένον περὶ τῶν μεγίστων καὶ ἀποτετυφλωμένον οὐ τὴν ὄψιν τὴν διακριτικὴν τῶν λευκῶν καὶ μελάνων, ἀλλὰ τὴν γνώμην τὴν διακριτικὴν τῶν ἀγαθῶν καὶ τῶν κακῶν μὴ ἀπολλύναι;
承接前文的反问 οὐκ ἔδει ἀπολωλέναι,此句用带否定词 μή 的感叹/反问不定式 μὴ ἀπολλύναι(与下节的 μὴ ἀπολλύναι 构式相同)改写前问:“难道不处死此人……吗?”(即“难道不应当处死此人吗?”)。其中 τὴν ὄψιν 与 τὴν γνώμην 充当分词 ἀποτετυφλωμένον 的关系宾格(accusative of respect)。
- 1.18.20οὐ γὰρ ὡς ὄνον ἀήττητον εἶναι
不定式 εἶναι 依赖于省略的非人称动词 δεῖ:“因为人不应当像驴子那样不可战胜”(意在否定那种单纯出于麻木愚钝而产生的无动于衷)。
