← 爱比克泰德

谈话录

§1.20.1-1.20.19

理性能力的自我观照与表象检验

本节论证了理性能力是唯一能观照自身的能力,因此检验表象是哲学家的首要任务;并指出基本原则虽然简短,但对其进行奠基以及反驳异说却需要漫长的探究。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.20.1

πᾶσα τέχνη καὶ δύναμις προηγουμένων τινῶν ἐστι θεωρητική.1

一切技艺与能力都以某些主要的对象为观照目标。

§1.20.2

ὅταν μὲν οὖν ὁμοειδὴς τοῖς θεωρουμένοις καὶ αὐτή, ἀναγκαίως καὶ αὑτῆς γίνεται θεωρητική· ὅταν δʼ ἀνομογενής, οὐ δύναται θεωρεῖν ἑαυτήν.

因此,当它自身与被观照的对象同类时,它必然也会观照自身;而当它与之不同类时,它便不能观照自身。

§1.20.3

οἷον σκυτικὴ περὶ δέρματα ἀναστρέφεται, αὐτὴ δὲ παντελῶς ἀπήλλακται τῆς ὕλης τῶν δερμάτων· διὰ τοῦτο οὐκ ἔστιν αὑτῆς θεωρητική.

例如,制鞋术是关于皮革的,但它本身完全脱离了皮革这种材料;因此,它并不是观照自身的。

§1.20.4

γραμματικὴ πάλιν περὶ τὴν ἐγγράμματον φωνήν· μή τι οὖν ἐστι καὶ αὐτὴ ἐγγράμματος φωνή; οὐδαμῶς. διὰ τοῦτο οὐ δύναται θεωρεῖν ἑαυτήν. ὁ οὖν λόγος πρὸς τί ποτε ὑπὸ τῆς φύσεως παρείληπται;

语法学又是关于有文字记录的语音的;那么,它本身难道也是有文字记录的语音吗?绝非如此。因此,它不能观照自身。那么,理性究竟是为了什么目的而由自然赋予的呢?

§1.20.5

πρὸς χρῆσιν φαντασιῶν οἵαν δεῖ.2 αὐτὸς οὖν τί ἐστιν; σύστημα ἐκ ποιῶν φαντασιῶν. οὕτως γίνεται φύσει καὶ αὑτοῦ θεωρητικός.

是为了适度地使用表象。那么,理性本身又是什么呢?是由某种特定表象构成的系统。这样,它在自然本性上也成为观照自身的了。

§1.20.6

πάλιν ἡ φρόνησις τίνα θεωρήσουσα παρελήλυθεν; ἀγαθὰ καὶ κακὰ καὶ οὐδέτερα. αὐτὴ οὖν τί ἐστιν; ἀγαθόν. ἡ δʼ ἀφροσύνη τί ἐστιν; κακόν. ὁρᾷς οὖν ὅτι ἀναγκαίως καὶ αὑτῆς γίνεται καὶ τῆς ἐναντίας θεωρητική;

再者,实践智慧是为了观照什么而出现的呢?是为了观照善、恶与无别之物。那么,它本身是什么呢?是一种善。而愚蠢又是什么呢?是一种恶。那么,你岂不看到,它必然既成为观照自身的、又成为观照其对立面的吗?

§1.20.7

διὰ τοῦτο ἔργον τοῦ φιλοσόφου τὸ μέγιστον καὶ πρῶτον δοκιμάζειν τὰς φαντασίας καὶ διακρίνειν καὶ μηδεμίαν ἀδοκίμαστον προσφέρεσθαι.

因此,哲学家最重大也是首要的任务,便是检验表象,辨别它们,绝不接纳未经检验的表象。

§1.20.8

ὁρᾶτε ἐπὶ τοῦ νομίσματος, ὅπου δοκεῖ τι εἶναι πρὸς ἡμᾶς, πῶς καὶ τέχνην ἐξευρήκαμεν καὶ ὅσοις ὁ ἀργυρογνώμων προσχρῆται πρὸς δοκιμασίαν τοῦ νομίσματος, τῇ ὄψει, τῇ ἁφῇ, τῇ ὀσφρασίᾳ, τὰ τελευταῖα τῇ ἀκοῇ·

你们在钱币的事情上可以看到,凡是看似与我们切身相关的地方,我们不仅发明了一种专门的技艺,而且钱币兑换商为了检验钱币,动用了多少感官:视觉、触觉、嗅觉,最后还有听觉。

§1.20.9

ῥήξας τὸ δηνάριον τῷ ψόφῳ προσέχει καὶ οὐχ ἅπαξ ἀρκεῖται ψοφήσαντος,3 ἀλλʼ ὑπὸ τῆς πολλῆς προσοχῆς μουσικὸς γίνεται.

他敲击银币,凝神倾听其声响,绝不满足于它响了一声,而是由于高度的专注,变得像音乐家一样敏锐。

§1.20.10

οὕτως ὅπου διαφέρειν οἰόμεθα τὸ πλανᾶσθαι τοῦ μὴ πλανᾶσθαι, ἐνταῦθα πολλὴν προσοχὴν εἰσφέρομεν εἰς διάκρισιν τῶν διαπλανᾶν δυναμένων, ἐπὶ δὲ ταλαιπώρου ἡγεμονικοῦ χάσκοντες καὶ καθεύδοντες, πᾶσαν φαντασίαν παραπροσδεχόμεθα· ἡ γὰρ ζημία οὐ προσπίπτει.

因此,在凡是我们认为受蒙蔽与不受蒙蔽大有分别的地方,我们都在辨别那些具有误导能力的事物上倾注极大的专注;可是一旦涉及我们可怜的统治机能,我们却打着哈欠、昏昏欲睡,漫不经心地接纳每一个表象;因为损失并未直接触动我们。

§1.20.12

ὅταν οὖν θέλῃς γνῶναι, πῶς ἔχεις περὶ μὲν τἀγαθὰ καὶ κακὰ ἀνειμένως, περὶ τἀδιάφορα δʼ ἐσπευσμένως, ἐπίστησον πῶς ἔχεις πρὸς τὸ ἐκτυφλωθῆναι καὶ πῶς πρὸς τὸ ἐξαπατηθῆναι καὶ γνώσῃ ὅτι μακρὰν εἶ τοῦ ὡς δεῖ πεπονθέναι περὶ ἀγαθῶν καὶ κακῶν.

因此,每当你想要明白自己在善恶之事上是何等懈怠,在无别之事上又是何等急切时,不妨省察一下你面对失明持何种态度,面对受骗又持何种态度,你就会明白,你离在善恶之事上形成应有的状态还差得很远。

§1.20.13

ἀλλὰ πολλῆς ἔχει χρείαν παρασκευῆς καὶ πόνου πολλοῦ καὶ μαθημάτων. τί οὖν; ἐλπίζεις ὅτι τὴν μεγίστην τέχνην ἀπὸ ὀλίγων ἔστιν ἀναλαβεῖν;

“但这需要大量的准备、巨大的劳苦和研习。” 那又怎样?难道你指望最伟大的技艺可以凭借微小的代价来掌握吗?

§1.20.14

καίτοι αὐτὸς μὲν ὁ προηγούμενος λόγος τῶν φιλοσόφων λίαν ἐστὶν ὀλίγος. εἰ θέλεις γνῶναι, ἀνάγνωθι τὰ Ζήνωνος καὶ ὄψει.

然而,哲学家们核心的主要论说本身其实非常简短。如果你想知道,读读芝诺的著作,你就会明白。

§1.20.15

τί γὰρ ἔχει μακρὸν εἰπεῖν ὅτι τέλος ἐστὶ τὸ ἕπεσθαι θεοῖς, οὐσία δʼ ἀγαθοῦ χρῆσις οἵα δεῖ φαντασιῶν;

因为说出“终极目的是追随诸神,善的本质是对表象的适度使用”,这有什么冗长可言呢?

§1.20.16

λέγε τί οὖν ἐστι θεὸς καὶ τί φαντασία; καὶ τί ἐστι φύσις ἡ ἐπὶ μέρους καὶ τί ἐστι φύσις ἡ τῶν ὅλων;

你说: “那么,神是什么?表象又是什么?个别的本性是什么?宇宙全体的本性又是什么?”

§1.20.17

ἤδη μακρόν. ἂν οὖν ἐλθὼν Ἐπίκουρος εἴπῃ, ὅτι ἐν σαρκὶ δεῖ εἶναι τὸ ἀγαθόν, πάλιν μακρὸν γίνεται καὶ ἀνάγκη ἀκοῦσαι τί τὸ προηγούμενόν ἐστιν ἐφʼ ἡμῶν, τί τὸ ὑποστατικὸν καὶ οὐσιῶδες. ὅτι τὸ κοχλίου ἀγαθὸν οὐκ εἰκὸς εἶναι ἐν τῷ κελύφει, τὸ οὖν τοῦ ἀνθρώπου εἰκός;4

事情立刻就变长了。若是伊壁鸠鲁前来说,善必定存在于肉体之中,讨论便又变得冗长起来,人们就必须倾听我们身上首要的东西究竟是什么,构成性与本质性的东西究竟是什么。既然蜗牛的善不可能存在于外壳之中,那么人的善又岂能存在于肉体之中?

§1.20.18

σὺ δʼ αὐτὸς τί κυριώτερον ἔχεις, Ἐπίκουρε; τί ἐστιν ἐν σοὶ τὸ βουλευόμενον, τὸ ἐπισκεπτόμενον ἕκαστα, τὸ περὶ τῆς σαρκὸς αὐτῆς ὅτι τὸ προηγούμενόν ἐστιν ἐπικρῖνον;

伊壁鸠鲁,你自身拥有什么更具支配力的东西呢?你内心那进行谋划、审视各项事物、判定肉体本身是主要事物的机能究竟是什么?

§1.20.19

τί δὲ καὶ λύχνον ἅπτεις καὶ πονεῖς ὑπὲρ ἡμῶν καὶ τηλικαῦτα βιβλία γράφεις; ἵνα μὴ ἀγνοήσωμεν ἡμεῖς τὴν ἀλήθειαν; τίνες ἡμεῖς; τί πρὸς σὲ ὄντες; οὕτω μακρὸς ὁ λόγος γίνεται.

你又何必点燃油灯,为我们劳顿,写下如此卷帙浩繁的著作呢?是为了让我们不至于对真理一无所知吗?我们是谁?我们与你何干?论说正是这样变得冗长起来的。

语法注4 条
  1. 1.20.1προηγουμένων τινῶν ἐστι θεωρητική

    θεωρητική 作为形容词支配宾格性属格。προηγουμένων 指“主要的、首要的对象”,表明每种技艺或能力都指向其特定的基本对象领域。

  2. 1.20.5πρὸς χρῆσιν φαντασιῶν οἵαν δεῖ

    这是一个紧缩的关系结构,在 οἵαν δεῖ 前后省略了 τοιαύτην 和不定词 εἶναι,意为“为了实现理应如此的(合宜的)表象使用”。

  3. 1.20.9οὐχ ἅπαξ ἀρκεῖται ψοφήσαντος

    ψοφήσαντος 是一个省略了代词主语(τοῦ δηναρίου)的属格独立结构,意为“并非在(银币)响了一声时就满足了”。动词 ἀρκέομαι 通常接与格,此处的分词属格作状语表示伴随或时间。

  4. 1.20.17ὅτι τὸ κοχλίου ἀγαθὸν οὐκ εἰκὸς εἶναι ἐν τῷ κελύφει, τὸ οὖν τοῦ ἀνθρώπου εἰκός;

    这是一个紧凑的修辞疑问句。前面的 ὅτι 从句引入了一个不言自明的公认前提,后半句 τὸ οὖν τοῦ ἀνθρώπου εἰκός; 省略了与前面对比的 ἐν τῇ σαρκὶ εἶναι,意为“既然蜗牛的善不可能存在于其壳中,难道人的善就可能[存在于肉体中]吗?”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:1.20.1-1.20.19