- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:1.17.1-1.17.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
爱比克泰德阐明了逻辑学作为审察与条理化其他一切事物的能力是不可或缺的,并指出研求名称与阐释克律西波斯仅是顺从自然这一真正目的的手段。他借占卜官的譬喻论证,人的选择意志在本性上不受任何外物阻碍与强迫,唯有自身的判断才能迫使它自身。
ἐπειδὴ λόγος ἐστὶν ὁ διαρθρῶν καὶ ἐξεργαζόμενος τὰ λοιπά, ἔδει δʼ αὐτὸν μὴ ἀδιάρθρωτον εἶναι, ὑπὸ τίνος διαρθρωθῇ;1
既然理性是将其他事物条理化并使之完备者,而理性自身又不应当是没有条理的,那么它应当由什么来条理化呢?
δῆλον γὰρ ὅτι ἢ ὑφʼ αὑτοῦ ἢ ὑπʼ ἄλλου. ἤ τοι λόγος ἐστὶν ἐκεῖνος ἢ ἄλλο τι κρεῖσσον ἔσται τοῦ λόγου, ὅπερ ἀδύνατον.
因为很显然,它若不是由自身,就是由别的什么来条理化。那别的事物要么是理性,要么是某种优于理性的东西,而后者是不可能的。
εἰ λόγος, ἐκεῖνον πάλιν τίς διαρθρώσει; εἰ γὰρ αὐτὸς ἑαυτόν, δύναται καὶ οὗτος. εἰ ἄλλου δεησόμεθα, ἄπειρον ἔσται τοῦτο καὶ ἀκατάληκτον.
如果是理性,反过来又有谁来条理化它呢?因为如果它自己条理化自己,那么这一个理性也能够做到;如果我们还需要另一个,这就会无穷无尽,永无止境。
ναί, ἀλλʼ ἐπείγει μᾶλλον θεραπεύειν καὶ τὰ ὅμοια. θέλεις οὖν περὶ ἐκείνων ἀκούειν; ἄκουε.
“是的,但医治和诸如此类的事是更为紧迫的,”〔有人说〕。那么,你愿意听听那些事吗?听吧。
ἀλλʼ ἄν μοι λέγῃς ὅτι οὐκ οἶδα πότερον ἀληθῶς ἢ ψευδῶς διαλέγῃ, κἄν τι κατʼ ἀμφίβολον φωνὴν εἴπω καὶ λέγῃς μοι διάστιξον, οὐκ ἔτι ἀνέξομαί σου, ἀλλʼ ἐρῶ σοι·
可是,如果你对我说: “我不知道你辩论的是真是假”,并且,如果我说了某种带有歧义的话而你对我说: “请辨析清楚”,我将不再容忍你,反而要对你说:
ἀλλʼ ἐπείγει μᾶλλον. διὰ τοῦτο γὰρ οἶμαι προτάσσουσιν τὰ λογικά, καθάπερ τῆς μετρήσεως τοῦ σίτου προτάσσομεν τὴν τοῦ μέτρου ἐπίσκεψιν.
“不,那是更为紧迫的。” 正因如此,我认为人们才把逻辑学放在首位,正如同我们在量谷物之前,先把对量器的检验放在首位一样。
ἂν δὲ μὴ διαλάβωμεν πρῶτον τί ἐστι μόδιος μηδὲ διαλάβωμεν πρῶτον τί ἐστι ζυγός, πῶς ἔτι μετρῆσαί τι ἢ στῆσαι δυνησόμεθα;
因为如果我们不先弄明白什么是斗,也不先弄明白什么是秤,我们又怎能去度量或称量任何东西呢?
ἐνταῦθα οὖν τὸ τῶν ἄλλων κριτήριον καὶ διʼ οὗ τἆλλα καταμανθάνεται μὴ καταμεμαθηκότες μηδʼ ἠκριβωκότες δυνησόμεθά τι τῶν ἄλλων ἀκριβῶσαι καὶ καταμαθεῖν;
那么在这里,作为其他事物的标准且其他事物赖以被把握的工具,如果我们既未彻底弄清,也未精密掌握,我们难道能够精密掌握并彻底弄清其他事物中的任何一件吗?
καὶ πῶς οἷόν τε; ναί· ἀλλʼ ὁ μόδιος ξύλον ἐστὶ καὶ ἄκαρπον.
这又怎有可能呢? “是的;但是斗不过是木头,并不结出果实。”
ἀλλὰ μετρητικὸν σίτου. καὶ τὰ λογικὰ ἄκαρπά ἐστι. καὶ περὶ τούτου μὲν ὀψόμεθα. εἰ δʼ οὖν καὶ τοῦτο δοίη τις, ἐκεῖνο ἀπαρκεῖ ὅτι τῶν ἄλλων ἐστὶ διακριτικὰ καὶ ἐπισκεπτικὰ καὶ ὡς ἄν τις εἴποι μετρητικὰ καὶ στατικά.
但它具有度量谷物的能力。 “逻辑学也是不结果实的。” 关于这一点,我们走着瞧。然而,即使有人承认这一点,仅仅因它是用来辨别和审视其他事物的,并且可以说是用来度量和称量其他事物的,这就足够了。
τίς λέγει ταῦτα; μόνος Χρύσιππος καὶ Ζήνων καὶ Κλεάνθης;
是谁说了这些话?仅仅是克律西波斯、芝诺和克莱安忒斯吗?
Ἀντισθένης δʼ οὐ λέγει; καὶ τίς ἐστιν ὁ γεγραφὼς ὅτι ἀρχὴ παιδεύσεως ἡ τῶν ὀνομάτων ἐπίσκεψις;2 Σωκράτης δʼ οὐ λέγει; καὶ περὶ τίνος γράφει Ξενοφῶν, ὅτι ἤρχετο ἀπὸ τῆς τῶν ὀνομάτων ἐπισκέψεως, τί σημαίνει ἕκαστον;
难道安提斯泰尼没有说过吗?又是谁写下了: “教育的开端乃是审察名称”? 难道苏格拉底没有说过吗?色诺芬所写的又是关于谁从审察名称——即每个名称意味着什么——开始的呢?
ἆρʼ οὖν τοῦτό ἐστι τὸ μέγα καὶ τὸ θαυμαστὸν νοῆσαι Χρύσιππον ἢ ἐξηγήσασθαι; καὶ τίς λέγει τοῦτο; τί οὖν τὸ θαυμαστόν ἐστιν;
那么,理解克律西波斯或阐释他,难道就是那伟大而令人惊叹的事吗?又有谁这样说过呢?那么,令人惊叹的事究竟是什么呢?
νοῆσαι τὸ βούλημα τῆς φύσεως. τί οὖν; αὐτὸς διὰ σεαυτοῦ παρακολουθεῖς; καὶ τίνος ἔτι χρείαν ἔχεις; εἰ γὰρ ἀληθές ἐστι τὸ πάντας ἄκοντας ἁμαρτάνειν, σὺ δὲ καταμεμάθηκας τὴν ἀλήθειαν, ἀνάγκη σε ἤδη κατορθοῦν.
乃是理解自然的心意。既然如此,你自己凭着自己理解它吗?你又还需要谁呢?因为如果“所有人都是非出于自愿而犯错”是真实的,而你又已经彻底领会了真理,你就必然已经行得正直了。
ἀλλὰ νὴ Δία οὐ παρακολουθῶ τῷ βουλήματι τῆς φύσεως. τίς οὖν ἐξηγεῖται αὐτό; λέγουσιν ὅτι Χρύσιππος.
“可是,凭宙斯起誓,我并不理解自然的心意。” 那么,是谁在阐释它呢?人们说是克律西波斯。
ἔρχομαι καὶ ἐπιζητῶ τί λέγει οὗτος ὁ ἐξηγητὴς τῆς φύσεως. ἄρχομαι μὴ νοεῖν τί λέγει, ζητῶ τὸν ἐξηγούμενον. ἴδε ἐπίσκεψαι, πῶς τοῦτο λέγεται, καθάπερ εἰ Ῥωμαϊστί.
我前去探求这位自然的阐释者说了些什么。我开始弄不懂他所说的;我便寻找阐释他的人。 “看哪,审视一下这是如何表达的,就好像是用拉丁语写成的一样。”
ποία οὖν ἐνθάδʼ ὀφρὺς τοῦ ἐξηγουμένου; οὐδʼ αὐτοῦ Χρυσίππου δικαίως, εἰ μόνον ἐξηγεῖται τὸ βούλημα τῆς φύσεως, αὐτὸς δʼ οὐκ ἀκολουθεῖ· πόσῳ πλέον τοῦ ἐκεῖνον ἐξηγουμένου;
那么,阐释者在这里有什么扬起眉毛自命不凡的理由呢?甚至克律西波斯本人,如果他仅仅阐释自然的心意而自己并不顺从,也理当没有资格自傲;阐释他的人又何足道哉?
οὐδὲ γὰρ Χρυσίππου χρείαν ἔχομεν διʼ αὐτόν, ἀλλʼ ἵνα παρακολουθήσωμεν τῇ φύσει. οὐδὲ γὰρ τοῦ θύτου διʼ αὐτόν, ἀλλʼ ὅτι διʼ ἐκείνου κατανοήσειν οἰόμεθα τὰ μέλλοντα καὶ σημαινόμενα ὑπὸ τῶν θεῶν, οὐδὲ τῶν σπλάγχνων διʼ αὐτά, ἀλλʼ ὅτι διʼ ἐκείνων σημαίνεται, οὐδὲ τὸν κόρακα θαυμάζομεν ἢ τὴν κορώνην, ἀλλὰ τὸν θεὸν σημαίνοντα διὰ τούτων.
因为我们并不是为了克律西波斯本身的缘故需要他,而是为了使我们顺从自然。正如我们不是为了占卜官自身的缘故需要他,而是因为我们认为通过他能够领会未来以及神明所预示的事;我们也不是为了内脏自身的缘故需要内脏,而是因为通过它们有所预示;我们也不是对渡鸦或乌鸦惊叹,而是对通过它们示警的神明惊叹。
ἔρχομαι τοίνυν ἐπὶ τὸν ἐξηγητὴν τοῦτον καὶ θύτην καὶ λέγω ὅτι ἐπίσκεψαί μοι τὰ σπλάγχνα, τί μοι σημαίνεται.
因此,我来到这位阐释者兼占卜官面前说道: “请为我审视内脏,看为我预示了什么。”
λαβὼν καὶ ἀναπτύξας ἐκεῖνος ἐξηγεῖται ὅτι ἄνθρωπε, προαίρεσιν ἔχεις ἀκώλυτον φύσει καὶ ἀνανάγκαστον. τοῦτο ἐνταῦθα ἐν τοῖς σπλάγχνοις γέγραπται.
他取来并剖开内脏,阐释道: “人啊,你拥有一个在本性上不受阻碍、不受强迫的选择意志。这就写在这里的内脏之中。
δείξω σοι αὐτὸ πρῶτον ἐπὶ τοῦ συγκαταθετικοῦ τόπου. μή τίς σε κωλῦσαι δύναται ἐπινεῦσαι ἀληθεῖ; οὐδὲ εἷς. μή τίς σε ἀναγκάσαι δύναται παραδέξασθαι τὸ ψεῦδος;
我将首先在认同的领域中向你展示这一点。有人能阻碍你认同真理吗?没有任何人。有人能强迫你接受虚假吗?
οὐδὲ εἷς. ὁρᾷς ὅτι ἐν τούτῳ τῷ τόπῳ τὸ προαιρετικὸν ἔχεις ἀκώλυτον ἀνανάγκαστον ἀπαραπόδιστον;
没有任何人。你看到在这一领域中,你的选择意志是不受阻碍、不受强迫、不受牵绊的吗?
ἄγε ἐπὶ δὲ τοῦ ὀρεκτικοῦ καὶ ὁρμητικοῦ ἄλλως ἔχει; καὶ τίς ὁρμὴν νικῆσαι δύναται ἢ ἄλλη ὁρμή; τίς δʼ ὄρεξιν καὶ ἔκκλισιν ἢ ἄλλη ὄρεξις καὶ ἔκκλισις;
来吧,在欲望与冲动的领域中难道有所不同吗?除了另一种冲动,有什么能够战胜一种冲动呢?除了另一种欲望和规避,又有什么能够战胜一种欲望和规避呢?”
ἄν μοι, φησί, προσάγῃ θανάτου φόβον, ἀναγκάζει με. οὐ τὸ προσαγόμενον, ἀλλʼ ὅτι δοκεῖ σοι κρεῖττον εἶναι ποιῆσαί τι τούτων ἢ ἀποθανεῖν.3
“如果有人,”他说,“把对死亡的恐惧施加在我身上,他就强迫了我。” 并不是那被施加的事物,而是你认为做这些事中的某件比死更好这一看法,强迫了你。
πάλιν οὖν τὸ σὸν δόγμα σε ἠνάγκασεν, τοῦτʼ ἔστι προαίρεσιν προαίρεσις.4
所以,再一次,是你自己的判断强迫了你,这就是说,是选择意志强迫了选择意志。
εἰ γὰρ τὸ ἴδιον μέρος, ὃ ἡμῖν ἔδωκεν ἀποσπάσας ὁ θεός, ὑπʼ αὐτοῦ ἢ ὑπʼ ἄλλου τινὸς κωλυτὸν ἢ ἀναγκαστὸν κατεσκευάκει, οὐκέτι ἂν ἦν θεὸς οὐδʼ ἐπεμελεῖτο ἡμῶν ὃν δεῖ τρόπον.
因为,如果神把祂从自身割取并赐予我们的那独特部分,造成为可受祂自身或受其他任何人阻碍或强迫之物,祂就不再是神,也没有以应有的方式关照我们了。
ταῦτα εὑρίσκω, φησίν, ἐν τοῖς ἱεροῖς. ταῦτά σοι σημαίνεται. ἐὰν θέλῃς, ἐλεύθερος εἶ· ἐὰν θέλῃς, μέμψῃ οὐδένα, ἐγκαλέσεις οὐδενί, πάντα κατὰ γνώμην ἔσται ἅμα τὴν σὴν καὶ τὴν τοῦ θεοῦ.
“这些就是我,”他说,“在祭牲中所发现的。这些已经向你预示了:如果你愿意,你就是自由的;如果你愿意,你将不会责怪任何人,也不会埋怨任何人;一切都将同时合乎你的心意和神的心意。”
διὰ ταύτην τὴν μαντείαν ἔρχομαι ἐπὶ τὸν θύτην τοῦτον καὶ τὸν φιλόσοφον, οὐκ αὐτὸν θαυμάσας ἕνεκά γε τῆς ἐξηγήσεως, ἀλλὰ ἐκεῖνα ἃ ἐξηγεῖται.
因着这一神谕,我来到这位占卜官兼哲学家面前,并不是因为阐释本身而惊叹于他,而是惊叹于他所阐释的那些事物。
- 1.17.1ὑπὸ τίνος διαρθρωθῇ;
此处的 διαρθρωθῇ 为不定过去时被动语态虚拟语气,作审议性虚拟语气(deliberative subjunctive)。在直接疑问句中引出探讨:“它应当由什么来条理化呢?”,前提是理性自身不能处于未条理化的状态。
- 1.17.12ἀρχὴ παιδεύσεως ἡ τῶν ὀνομάτων ἐπίσκεψις
省略系动词的判断句,其中无冠词的 ἀρχὴ 为表语名词,带冠词的短语 ἡ τῶν ὀνομάτων ἐπίσκεψις 为主语。引用了安提斯泰尼的名言,即“教育的开端乃是审察名称”。
- 1.17.25οὐ τὸ προσαγόμενον, ἀλλʼ ὅτι δοκεῖ σοι κρεῖττον εἶναι ποιῆσαί τι τούτων ἢ ἀποθανεῖν
承前省略动词 ἀναγκάζει(或短语 ἀναγκάζει σε)的紧缩句。针对对方“他就强迫了我”的话,反驳指出:“并非那被施加的事物[强迫了你],而是你认为做这些事比死更好[强迫了你]”。
- 1.17.26τοῦτʼ ἔστι προαίρεσιν προαίρεσις
宾格 προαίρεσιν 与主格 προαίρεσις 的并置。承接上文的“除了另一种冲动,有什么能战胜冲动”以及“你自己的判断强迫了你”,表明其逻辑关系为“选择意志(主格主语)[强迫了/战胜了]选择意志(宾格宾语)”。
