- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:1.16.1-1.16.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
文中论述了动物因用于服侍而生来齐备,使人类免于额外劳形,甚至连髭须等附带特征亦显明了神圣的摄理;因此,有理性的受造物有责任代表盲目的世人歌颂神明。
μὴ θαυμάζετʼ εἰ τοῖς μὲν ἄλλοις ζῴοις τὰ πρὸς τὸ σῶμα ἕτοιμα γέγονεν, οὐ μόνον τροφαὶ καὶ πόμα, ἀλλὰ καὶ κοίτη καὶ τὸ μὴ δεῖσθαι ὑποδημάτων, μὴ ὑποστρωμάτων, μὴ ἐσθῆτος, ἡμεῖς δὲ πάντων τούτων προσδεόμεθα.
不要惊奇于其他动物关于身体的需用都是现成的——不仅是食物和饮料,甚至连寝处,以及无需鞋履、垫被和衣服也是如此——而我们却还需要这一切。
τὰ γὰρ οὐκ αὐτῶν ἕνεκα, ἀλλὰ πρὸς ὑπηρεσίαν γεγονότα οὐκ ἐλυσιτέλει προσδεόμενα ἄλλων πεποιηκέναι.
因为,让那些不是为了自身、而是为了服侍而生的受造物还需要其他外物,并非有益之事。
ἐπεὶ ὅρα οἷον ἦν1 ἡμᾶς φροντίζειν μὴ περὶ αὑτῶν μόνον ἀλλὰ καὶ περὶ τῶν προβάτων καὶ τῶν ὄνων, πῶς ἐνδύσηται καὶ πῶς ὑποδήσηται, πῶς φάγῃ, πῶς πίῃ.
且看,如果我们不仅要为自己操心,还要为羊群和驴子操心,操心它们该如何穿衣、如何着履、如何进食、如何饮水,那将会是一副怎样的情景。
ἀλλʼ ὥσπερ οἱ στρατιῶται ἕτοιμοί εἰσι τῷ στρατηγῷ ὑποδεδεμένοι ἐνδεδυμένοι ὡπλισμένοι, εἰ δʼ ἔδει περιερχόμενον τὸν χιλίαρχον ὑποδεῖν ἢ ἐνδύειν τοὺς χιλίους, δεινὸν ἂν ἦν, οὕτω καὶ ἡ φύσις πεποίηκε τὰ πρὸς ὑπηρεσίαν γεγονότα ἕτοιμα παρεσκευασμένα μηδεμιᾶς ἐπιμελείας ἔτι προσδεόμενα.
相反,正如同士兵们穿着鞋、穿好衣、佩带着武器随时听候将领的调遣——倘若千夫长必须四处巡视去为这一千名士兵穿鞋或穿衣,那将是件糟糕透顶的事——自然也是这样,把那些为了服侍而生的受造物造得现成完备,不再需要任何照看。
οὕτως ἓν παιδίον μικρὸν καὶ ῥάβδῳ ἐλαύνει τὰ πρόβατα.
因此,一个小孩子单凭一根手杖就能驱赶羊群。
νῦν δʼ ἡμεῖς ἀφέντες ἐπὶ τούτοις εὐχαριστεῖν, ὅτι μὴ καὶ αὐτῶν τὴν ἴσην ἐπιμέλειαν ἐπιμελούμεθα, ἐφʼ αὑτοῖς ἐγκαλοῦμεν τῷ θεῷ.
然而现在,我们不仅不因毋须对它们施加同等的照看而心怀感恩,反而为着自身的事情埋怨神明。
καίτοι νὴ τὸν Δία καὶ τοὺς θεοὺς ἓν τῶν γεγονότων ἀπήρκει πρὸς τὸ αἰσθέσθαι τῆς προνοίας τῷ γε αἰδήμονι καὶ εὐχαρίστῳ.
其实,凭宙斯和众神起誓,对于一个知耻而感恩的人来说,受造事物中的任何一件,都足以让人感知到摄理。
καὶ μή μοι νῦν τὰ μεγάλα·2 αὐτὸ τοῦτο τὸ ἐκ πόας γάλα γεννᾶσθαι καὶ ἐκ γάλακτος τυρὸν καὶ ἐκ δέρματος ἔρια τίς ἐστιν ὁ πεποιηκὼς ταῦτα ἢ ἐπινενοηκώς; οὐδὲ εἷς φησίν. ὦ μεγάλης ἀναισθησίας καὶ ἀναισχυντίας.
现在请不要对我谈论那些宏大的事物;单单就这件草生出乳汁、乳汁生出奶酪、皮肤生出羊毛的事而言,是谁造出或是设想出这些的呢? “没有任何人,”他说。啊,这是何等巨大的麻木与厚颜无耻!
ἄγε ἀφῶμεν τὰ ἔργα τῆς φύσεως, τὰ πάρεργα αὐτῆς θεασώμεθα.
来吧,让我们姑且搁下自然的本务,来观照她的附带之作。
μή τι ἀχρηστότερον τριχῶν τῶν ἐπὶ γενείου; τί οὖν; οὐ συνεχρήσατο καὶ ταύταις ὡς μάλιστα πρεπόντως ἐδύνατο; οὐ διέκρινεν διʼ αὐτῶν τὸ ἄρρεν καὶ τὸ θῆλυ;
有什么比颔下的毛发更为无用的吗?那么如何呢?自然难道不是连它们也尽可能以最得体的方式充分利用了吗?她难道没有借此区分了雄性与雌性吗?
οὐκ εὐθὺς μακρόθεν κέκραγεν ἡμῶν ἑκάστου ἡ φύσις ἀνήρ εἰμι· οὕτω μοι προσέρχου, οὕτω μοι λάλει, ἄλλο μηδὲν ζήτει· ἰδοὺ τὰ σύμβολα;
我们每个人的本性难道没有立刻从远处呼喊道: “我是男子;你要这样对待我,你要这样对我说话,别无他求;看哪,这就是标志”吗?
πάλιν ἐπὶ τῶν γυναικῶν ὥσπερ ἐν φωνῇ τι ἐγκατέμιξεν ἁπαλώτερον, οὕτως καὶ τὰς τρίχας ἀφεῖλεν. οὔ· ἀλλʼ ἀδιάκριτον ἔδει τὸ ζῷον ἀπολειφθῆναι3 καὶ κηρύσσειν ἕκαστον ἡμῶν ὅτι ἀνήρ εἰμι.
反之,在女子身上,正如她在其声音中混入某种更为柔和之物一样,她也除去了毛发。难道不是这样,反倒是该让这种动物不加分辨地遗留下来,使得我们每个人都必须宣告: “我是男子”吗?
πῶς δὲ καλὸν τὸ σύμβολον καὶ εὐπρεπὲς καὶ σεμνόν, πόσῳ κάλλιον τοῦ τῶν ἀλεκτρυόνων λόφου, πόσῳ μεγαλοπρεπέστερον τῆς χαίτης τῶν λεόντων.
这标志是多么美好、得体而端庄!比公鸡的冠子美丽多少,比雄狮的鬃毛庄严多少!
διὰ τοῦτο ἔδει σῴζειν τὰ σύμβολα τοῦ θεοῦ, ἔδει αὐτὰ μὴ καταπροίεσθαι, μὴ συγχεῖν ὅσον ἐφʼ ἑαυτοῖς τὰ γένη τὰ διῃρημένα.
正因如此,人们本应当守护神明的标志,不应当抛弃它们,不应当就自己所能及的范围内混淆这已经被划分的性别。
ταῦτα μόνα ἐστὶν ἔργα ἐφʼ ἡμῶν τῆς προνοίας; καὶ τίς ἐξαρκεῖ λόγος ὁμοίως αὐτὰ ἐπαινέσαι ἢ παραστῆσαι; εἰ γὰρ νοῦν εἴχομεν, ἄλλο τι ἔδει ἡμᾶς ποιεῖν καὶ κοινῇ καὶ ἰδίᾳ ἢ ὑμνεῖν4 τὸ θεῖον καὶ εὐφημεῖν καὶ ἐπεξέρχεσθαι τὰς χάριτας;
关于我们,摄理的作为难道仅限于此吗?又有什么言辞足以恰如其分地赞美或阐述它们呢?因为如果我们有理智,我们在公开和私下里,除了赞颂神圣、颂扬并细数其恩惠之外,难道还应当做别的什么吗?
οὐκ ἔδει καὶ σκάπτοντας καὶ ἀροῦντας καὶ ἐσθίοντας ᾁδειν τὸν ὕμνον τὸν εἰς τὸν θεόν; μέγας ὁ θεὸς, ὅτι ἡμῖν παρέσχεν ὄργανα ταῦτα διʼ ὧν τὴν γῆν ἐργασόμεθα· μέγας ὁ θεός, ὅτι χεῖρας δέδωκεν, ὅτι κατάποσιν, ὅτι κοιλίαν, ὅτι αὔξεσθαι λεληθότως, ὅτι καθεύδοντας ἀναπνεῖν.
难道我们不应当在挖掘、耕作和进餐时,唱出献给神明的赞歌: “神是伟大的,因为祂赐予了我们这些工具,我们将借此耕作土地;神是伟大的,因为祂赐予了双手,赐予了吞咽,赐予了胃,赐予了不知不觉的生长,赐予了在睡眠中呼吸”吗?
ταῦτα ἐφʼ ἑκάστου ἐφυμνεῖν ἔδει καὶ τὸν μέγιστον καὶ θειότατον ὕμνον ἐφυμνεῖν, ὅτι τὴν δύναμιν ἔδωκεν τὴν παρακολουθητικὴν τούτοις καὶ ὁδῷ χρηστικήν.
我们本应当就每一件事唱诵这些,并且唱诵那最伟大、最神圣的赞歌,因为祂赐予了领会这些事物并有条理地运用它们的能力。
τί οὖν; ἐπεὶ οἱ πολλοὶ ἀποτετύφλωσθε, οὐκ ἔδει τινὰ εἶναι τὸν ταύτην ἐκπληροῦντα τὴν χώραν καὶ ὑπὲρ πάντων ᾁδοντα τὸν ὕμνον τὸν εἰς τὸν θεόν;
既然如此又当如何呢?既然你们多数人都已双目失明,难道不应当有某个人来补满这一职分,并代表所有人唱出献给神明的赞歌吗?
τί γὰρ ἄλλο δύναμαι γέρων χωλὸς εἰ μὴ ὑμνεῖν τὸν θεόν; εἰ γοῦν ἀηδὼν ἤμην, ἐποίουν τὰ τῆς ἀηδόνος,5 εἰ κύκνος, τὰ τοῦ κύκνου.
因为,我这样一个跛脚的老人,除了赞颂神明之外还能做什么呢?如果我是夜莺,我就会行夜莺之事;如果是天鹅,就会行天鹅之事。
νῦν δὲ λογικός εἰμι· ὑμνεῖν με δεῖ τὸν θεόν. τοῦτό μου τὸ ἔργον ἐστίν, ποιῶ αὐτὸ οὐδʼ ἐγκαταλείψω τὴν τάξιν ταύτην, ἐφʼ ὅσον ἂν διδῶται, καὶ ὑμᾶς ἐπὶ τὴν αὐτὴν ταύτην ᾠδὴν παρακαλῶ.
但如今我是有理性的造物;我必须赞颂神明。这是我的职责,我正践行它,只要被许可,我就绝不离弃这一哨位,并且我也劝勉你们加入这同一首歌。
- 1.16.3οἷον ἦν
非人称动词 ἦν 引导含有感叹意味的间接疑问从句(οἷον...),带有违实虚拟的意涵,意为“若是……那会是何等糟糕的光景”。
- 1.16.8καὶ μή μοι νῦν τὰ μεγάλα
省略了说理动词(如 λέγε)的惯用表达。与格 μοι 为伦理与格,宾格 τὰ μεγάλα 为被省略动词的直接宾语,表示“现在请不要对我提起重大的事”。
- 1.16.12οὔ· ἀλλʼ ἀδιάκριτον ἔδει τὸ ζῷον ἀπολειφθῆναι
οὔ 是针对潜在反驳或自问的断然否定,随后的 ἀλλὰ 则引出荒谬的替代假设,具有修辞性反问的功用:“难道倒应该让这种动物不加分辨地遗留下来……?”
- 1.16.15ἄλλο τι ἔδει ἡμᾶς ποιεῖν... ἢ ὑμνεῖν
惯用修辞反问句式 ἄλλο τι ... ἢ ...(“我们除了……还能做别的什么吗?”),实际上表达了强烈的肯定断言,即“除了赞颂之外别无他事应当做”。
- 1.16.20εἰ γοῦν ἀηδὼν ἤμην, ἐποίουν τὰ τῆς ἀηδόνος
与现在事实相反的虚拟条件句(条件从句用 εἰ 搭配未完成过去直陈式 ἤμην,归结从句用未完成过去直陈式 ἐποίουν)。紧随其后的 νῦν δὲ...(“但如今事实上……”)形成了与现实的鲜明对比。
