- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:1.15.1-1.15.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
针对向其请教兄弟怀怒之事的来访者,爱比克泰德指出哲学只负责治理人自身的生活与支配机能而非外在事物,并以无花果的生长为喻说明心灵的造就必须历经时间的磨炼。
συμβουλευομένου τινός, πῶς τὸν ἀδελφὸν πείσῃ μηκέτι χαλεπῶς αὐτῷ ἔχειν, οὐκ ἐπαγγέλλεται, ἔφη, φιλοσοφία τῶν ἐκτός τι περιποιήσειν τῷ ἀνθρώπῳ· εἰ δὲ μή, ἔξω τι τῆς ἰδίας ὕλης ἀναδέξεται. ὡς γὰρ τέκτονος ὕλη τὰ ξύλα, ἀνδριαντοποιοῦ ὁ χαλκός, οὕτως τῆς περὶ βίον τέχνης ὕλη ὁ βίος αὐτοῦ ἑκάστου.
当有人请教如何才能劝导他的兄弟不再对他怀怒时,他说:“哲学并不承诺为人类谋取任何外在之物;否则,它就将承担超出自身质料之外的事物。因为正如木料是木匠的质料,青铜是雕塑家的质料,关于生活的技艺的质料正是各人自己的生活。”
— τί οὖν ὁ τοῦ ἀδελφοῦ; — πάλιν τῆς αὐτοῦ ἐκείνου τέχνης ἐστίν, πρὸς δὲ τὴν σὴν τῶν ἐκτός ἐστιν, ὅμοιον ἀγρῷ, ὅμοιον ὑγείᾳ, ὅμοιον εὐδοξίᾳ. τούτων δʼ οὐδὲν ἐπαγγέλλεται· φιλοσοφία.
——“那么,兄弟的生活算什么呢?”——“那又属于他本人的技艺,而对于你的技艺而言则属于外在之物,犹如田地,犹如健康,犹如名声。哲学不承诺这些之中的任何一样。
ἐν πάσῃ περιστάσει τηρήσω τὸ ἡγεμονικὸν κατὰ φύσιν ἔχον. — τὸ τίνος; — τὸ ἐκείνου, ἐν ᾧ εἰμί.1
哲学[承诺道]: ‘在任何处境中,我都将使支配机能保持符合自然的状态。’ ——‘谁的支配机能?’—— ‘我居于其中的那个人的支配机能。’
— πῶς οὖν ἐκεῖνός μοι μὴ ὀργίζηται; — φέρε μοι ἐκεῖνον κἀκείνῳ ἐρῶ, σοὶ δὲ περὶ τῆς ἐκείνου ὀργῆς οὐδὲν ἔχω λέγειν.
——‘那么,怎样才能让他不对我发怒呢?’—— ‘把他带到我这里来,我会对他说;但关于他的愤怒,我没有什么可对你说的。’”
εἰπόντος δὲ τοῦ συμβουλευομένου ὅτι Τοῦτο ζητῶ, πῶς ἂν ἐκείνου καὶ μὴ διαλλασσομένου κατὰ φύσιν ἔχοιμι,2 οὐδέν, ἔφη, τῶν μεγάλων ἄφνω γίνεται, ὅπου γε οὐδʼ ὁ βότρυς οὐδὲ σῦκον. ἄν μοι νῦν λέγῃς ὅτι θέλω σῦκον, ἀποκρινοῦμαί σοι ὅτι χρόνου δεῖ. ἄφες ἀνθήσῃ πρῶτον,3 εἶτα προβάλῃ τὸν καρπόν, εἶτα πεπανθῇ.
求教者说:“我所寻求的是这个:即使他不与我和解,我自己怎样才能保持符合自然的状态呢?”他说:“伟大的事物没有一样是突然生成的,因为甚至连一串葡萄或一颗无花果都不是如此。如果你现在对我说: ‘我要一颗无花果,’ 我会回答你: ‘需要时间。’ 让它先开花,然后结果,然后成熟。
εἶτα συκῆς μὲν καρπὸς ἄφνω καὶ μιᾷ ὥρᾳ οὐ τελειοῦται, γνώμης δʼ ἀνθρώπου καρπὸν θέλεις οὕτως διʼ ὀλίγου καὶ εὐκόλως κτήσασθαι; μηδʼ ἂν ἐγώ σοι λέγω, προσδόκα.4
既然连无花果树的果实都不是突然并在一个时辰之内成熟的,你难道竟想如此迅速而轻易地获得人类心灵的果实吗?哪怕我这么对你说,你也切勿抱此指望。”
- 1.15.4τὸ ἐκείνου, ἐν ᾧ εἰμί
中性冠词 τὸ 承前省略了 τὸ ἡγεμονικόν,意为“我身处其中的那个人的[支配机能]”。拟人化的哲学在此作为发话者,强调它只驻留并守护实践者本人的支配机能,而无法干预他人的心灵。
- 1.15.6πῶς ἂν ἐκείνου καὶ μὴ διαλλασσομένου κατὰ φύσιν ἔχοιμι
由 Τοῦτο ζητῶ 引出的间接疑问句中的潜能希求法(πῶς ἂν ... ἔχοιμι)。短语 ἐκείνου καὶ μὴ διαλλασσομένου 是带有让步意味的属格绝对结构(“即使他不与我和解”)。
- 1.15.7ἄφες ἀνθήσῃ πρῶτον,
口语常见的并列句式,命令式 ἄφες 后面直接接续虚拟式动词(ἀνθήσῃ、προβάλῃ、πεπανθῇ),省略了连接词 ἵνα,意为“让它先开花……”。
- 1.15.8μηδʼ ἂν ἐγώ σοι λέγω, προσδόκα
倒装句结构:否定词 μηδέ 实际修饰句末的命令式 προσδόκα,中间插入了带虚拟式的条件从句 ἂν ... λέγω(“即使我对你这么说”),意为“即使我如此告诉你,你也切莫抱此期望”。
