← 爱比克泰德

谈话录

§1.14.1-1.14.17

神的全面监察与每个人内驻的守护精灵

埃庇克泰德通过万物的统一与感应、灵魂作为神的分片以及神为每个人安置了不眠的守护精灵(代蒙),论证了神对万物的全知监察,并提出人应当向神起誓绝对服从与顺应。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.14.1

πυθομένου δέ τινος, πῶς ἄν τις πεισθείη, ὅτι ἕκαστον τῶν ὑπʼ αὐτοῦ πραττομένων ἐφορᾶται ὑπὸ τοῦ θεοῦ, Οὐ δοκεῖ σοι, ἔφη, ἡνῶσθαι τὰ πάντα;

当有人问,一个人怎样才能相信自己所作的每一件事都在神的监察之下,他说:“难道你不认为万物是结为一体的吗?”

§1.14.2

— δοκεῖ, ἔφη. — τί δέ; συμπαθεῖν τὰ ἐπίγεια τοῖς οὐρανίοις οὐ δοκεῖ σοι;

“我认为是的,”那人说。“那么,地上之物与天上之物相通互感,难道你不认为吗?”

§1.14.3

— δοκεῖ, ἔφη. — πόθεν γὰρ οὕτω τεταγμένως1 καθάπερ ἐκ προστάγματος τοῦ θεοῦ, ὅταν ἐκεῖνος εἴπῃ τοῖς φυτοῖς ἀνθεῖν, ἀνθεῖ, ὅταν εἴπῃ βλαστάνειν, βλαστάνει, ὅταν ἐκφέρειν τὸν καρπόν, ἐκφέρει, ὅταν πεπαίνειν, πεπαίνει, ὅταν πάλιν ἀποβάλλειν καὶ φυλλορροεῖν καὶ αὐτὰ εἰς αὑτὰ συνειλούμενα ἐφʼ ἡσυχίας μένειν καὶ ἀναπαύεσθαι, μένει καὶ ἀναπαύεται; πόθεν δὲ πρὸς τὴν αὔξησιν καὶ μείωσιν τῆς σελήνης καὶ τὴν τοῦ ἡλίου πρόσοδον καὶ ἄφοδον τοσαύτη παραλλαγὴ καὶ ἐπὶ τὰ ἐναντία μεταβολὴ τῶν ἐπιγείων θεωρεῖται;

“我认为是的,”他说。“因为,若非如此,那如同出于神的命令一般井然有序的现象是从何而来的呢?每当祂吩咐植物开花,它们就开花;每当吩咐发芽,它们就发芽;每当吩咐结实,它们就结实;每当吩咐成熟,它们就成熟;每当吩咐再次落果脱叶,吩咐它们自相缩拢、安静停留并休息,它们就停留并休息;而且,随着月亮的盈亏以及太阳的临近与远离,地上之物所显出的如此巨大的差异以及向相反方向的转变,又是从何而来的呢?

§1.14.5

ἀλλὰ τὰ φυτὰ μὲν καὶ τὰ ἡμέτερα σώματα οὕτως ἐνδέδεται τοῖς ὅλοις καὶ συμπέπονθεν, αἱ ψυχαὶ δʼ αἱ ἡμέτεραι οὐ πολὺ πλέον;

既然植物以及我们的身体尚且如此与整体紧密相连并同受感应,我们的灵魂难道不更是如此吗?

§1.14.6

ἀλλʼ αἱ ψυχαὶ μὲν οὕτως εἰσὶν ἐνδεδεμέναι καὶ συναφεῖς τῷ θεῷ ἅτε αὐτοῦ μόρια οὖσαι καὶ ἀποσπάσματα, οὐ παντὸς δʼ αὐτῶν κινήματος ἅτε οἰκείου καὶ συμφυοῦς ὁ θεὸς αἰσθάνεται;

既然灵魂如此与神紧密相连并结合在一起,既是祂的部分又是祂的分片,神难道会不把它们的每一种运动都作为自己的、同质的运动而感知到吗?

§1.14.7

ἀλλὰ σὺ μὲν περὶ τῆς θείας διοικήσεως καὶ περὶ ἑκάστου τῶν θείων, ὁμοῦ δὲ καὶ περὶ τῶν ἀνθρωπίνων πραγμάτων ἐνθυμεῖσθαι δύνασαι καὶ ἅμα μὲν αἰσθητικῶς ἀπὸ μυρίων πραγμάτων κινεῖσθαι, ἅμα δὲ διανοητικῶς, ἅμα δὲ συγκαταθετικῶς, τοῖς δʼ ἀνανευστικῶς ἢ ἐφεκτικῶς, τύπους δὲ τοσούτους ἀφʼ οὕτω πολλῶν καὶ ποικίλων πραγμάτων ἐν τῇ σαυτοῦ ψυχῇ φυλάττεις καὶ ἀπʼ αὐτῶν κινούμενος εἰς ἐπινοίας ὁμοειδεῖς ἐμπίπτεις τοῖς πρώτως τετυπωκόσι2 τέχνας τʼ ἄλλην ἐπʼ ἄλλῃ καὶ μνήμας ἀπὸ μυρίων πραγμάτων διασῴζεις·

此外,你既能够思考神的治理和各项神圣的事物,同时又思考人间的事务,既能同时在感官上受到无数事物的触动,又能同时在理智上受到触动,同时对一些事物表示赞同,对另一些事物表示拒绝或中止判断;并且你在自己的灵魂中保存着来自如此众多、如此纷繁之事的如此多的印记,受其触动而产生与最初留下印记之物同类的观念,相继保持一种又一种技艺以及来自无数事物的记忆——

§1.14.9

ὁ δὲ θεὸς οὐχ οἷός τʼ ἐστὶ πάντα ἐφορᾶν καὶ πᾶσιν συμπαρεῖναι καὶ ἀπὸ πάντων τινὰ ἴσχειν διάδοσιν;

难道神反而不能监察万物、与万物同在,并从万物那里接受某种传达吗?

§1.14.10

ἀλλὰ φωτίζειν οἷός τʼ ἐστὶν ὁ ἥλιος τηλικοῦτον μέρος τοῦ παντός, ὀλίγον δὲ τὸ ἀφώτιστον ἀπολιπεῖν ὅσον οἷόν τʼ ἐπέχεσθαι ὑπὸ σκιᾶς, ἣν ἡ γῆ ποιεῖ· ὁ δὲ καὶ τὸν ἥλιον αὐτὸν πεποιηκὼς καὶ περιάγων μέρος ὄντʼ αὐτοῦ μικρὸν ὡς πρὸς τὸ ὅλον, οὗτος δʼ οὐ δύναται πάντων αἰσθάνεσθαι;

甚至太阳尚能照亮全宇宙如此巨大的部分,而只留下大地投下的阴影所能遮蔽的那一小部分未被照亮;那么,这位创造了太阳自身并引导它运转的神——与整体相比,太阳不过是祂微小的一部分——难道祂反而不能感知万物吗?

§1.14.11

ἀλλʼ ἐγώ, φησίν, οὐ δύναμαι πᾶσιν ἅμα τούτοις παρακολουθεῖν. — τοῦτο δέ σοι καὶ λέγει τις, ὅτι ἴσην ἔχεις δύναμιν τῷ Διί;

‘但我,’有人说,‘无法同时跟上所有这些事物。’——难道有人对你说过,你拥有与宙斯均等的力量吗?

§1.14.12

ἀλλʼ οὖν οὐδὲν ἧττον καὶ ἐπίτροπον ἑκάστῳ παρέστησεν τὸν ἑκάστου δαίμονα καὶ παρέδωκεν φυλάσσειν αὐτὸν αὐτῷ καὶ τοῦτον ἀκοίμητον καὶ ἀπαραλόγιστον.

然而尽管如此,祂仍然在每个人身旁安置了一位守护者,即每个人的精灵,并将各人托付给它去守护,而且这位守护者是不眠不休、不被欺骗的。

§1.14.13

τίνι γὰρ ἄλλῳ κρείττονι καὶ ἐπιμελεστέρῳ φύλακι παρέδωκεν ἡμῶν ἕκαστον; ὥσθʼ, ὅταν κλείσητε τὰς θύρας καὶ σκότος ἔνδον ποιήσητε, μέμνησθε μηδέποτε λέγειν ὅτι μόνοι ἐστέ· οὐ γὰρ ἐστέ, ἀλλʼ ὁ θεὸς ἔνδον ἐστὶ καὶ ὁ ὑμέτερος δαίμων ἐστίν. καὶ τίς τούτοις χρεία φωτὸς εἰς τὸ βλέπειν τί ποιεῖτε;

因为祂把我们每个人托付给了哪一位更好、更细心的看护者呢?因此,当你们关上门并在屋内造出黑暗时,切记永远不要说你们是孤身一人;因为你们并不是孤身一人,而是神在里面,你们的精灵也在里面。它们要想看见你们在做什么,又何须光亮呢?

§1.14.15

τούτῳ τῷ θεῷ ἔδει καὶ ὑμᾶς ὀμνύειν ὅρκον, οἷον οἱ στρατιῶται τῷ Καίσαρι. ἀλλʼ ἐκεῖνοι μὲν τὴν μισθοφορίαν λαμβάνοντες ὀμνύουσιν πάντων προτιμήσειν τὴν τοῦ Καίσαρος σωτηρίαν, ὑμεῖς δὲ τοσούτων καὶ τηλικούτων ἠξιωμένοι οὐκ ὀμόσετε ἢ ὀμόσαντες οὐκ ἐμμενεῖτε;

对这位神,你们本也应当起誓,如同士兵对恺撒起誓一样。士兵们领受军饷,起誓将恺撒的安危置于一切之上;而你们既然受赐了如此之多、如此之大的事物,难道不起誓吗,或者起了誓却不坚守吗?

§1.14.16

καὶ τί ὀμόσετε; μὴ ἀπειθήσειν μηδέποτε3 μηδʼ ἐγκαλέσειν μηδὲ μέμψεσθαί τινι τῶν ὑπʼ ἐκείνου δεδομένων μηδʼ ἄκοντες ποιήσειν τι ἢ πείσεσθαι τῶν ἀναγκαίων.

你们要起什么誓呢?起誓永不违抗,永不指责,永不抱怨祂所赐下的任何事物,也决不心不甘情不愿地去作或去忍受任何必然之事。

§1.14.17

ὅμοιός γε ὅρκος οὗτος ἐκείνῳ; ἐκεῖ μὲν ὀμνύουσιν αὐτοῦ μὴ προτιμήσειν ἕτερον, ἐνταῦθα δʼ αὑτοὺς ἁπάντων.4

这个誓言与那个誓言相似吗?在那里,他们起誓不把别人置于他之上;而在这里,则是起誓将自己置于一切之上。”

语法注4 条
  1. 1.14.3πόθεν γὰρ οὕτω τεταγμένως

    由疑问词 πόθεν 引导的反问句,省略了谓语动词(如 γίγνεται)。后面由一连串 ὅταν 从句规定时间与条件,并在末尾以 μένει καὶ ἀναπαύεται 收结,整体构成“若非如此,……又能从何而来呢”的反问结构。

  2. 1.14.8ἐμπίπτεις τοῖς πρώτως τετυπωκόσι

    与格短语 τοῖς πρώτως τετυπωκόσι 既可作形容词 ὁμοειδεῖς(与……同类的)的补足语,亦可看作动词 ἐμπίπτω 的支配成分。根据文意,理解为与 ὁμοειδεῖς 连用(“与最初留下印记之物同类的观念”)在句法上最为自然贴切。

  3. 1.14.16μὴ ἀπειθήσειν μηδέποτε

    表达誓言(ὅρκος)具体内容的一连串否定不定式从句(μὴ ἀπειθήσειν... μηδʼ ἐγκαλέσειν...)。希腊语誓约句式中,通常以 μή 搭配将来时(或不定过去时)不定式来表达绝不做出某事的庄严誓言。此处由一系列将来时不定式与否定词 μή/μηδέ 构成并列。

  4. 1.14.17ἐνταῦθα δʼ αὑτοὺς ἁπάντων

    承接前一分句 ἐκεῖ μὲν ὀμνύουσιν αὐτοῦ μὴ προτιμήσειν ἕτερον,此处承前省略了动词 ὀμνύουσιν 与不定式 προτιμήσειν。宾格 αὑτούς 作 προτιμήσειν 的直接宾语,属格 ἁπάντων 为比较属格,意即“起誓将自己(自己的理性与德性)置于一切事物之上”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:1.14.1-1.14.17