← 爱比克泰德

谈话录

§1.13.1-1.13.5

饮食中的克制与对待仆人的宽容

论述了饮食上的克制与对待仆人过失的宽容乃是讨神喜悦之举,并告诫人切勿自命为暴君,要谨记奴隶在本质上同样是源自宙斯的骨肉兄弟。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.13.1

πυθομένου δέ τινος, πῶς ἔστιν ἐσθίειν ἀρεστῶς θεοῖς, Εἰ δικαίως ἔστιν, ἔφη, καὶ εὐγνωμόνως καὶ ἴσως ἐγκρατῶς καὶ κοσμίως, οὐκ ἔστι καὶ ἀρεστῶς τοῖς θεοῖς;

当有人问起怎样吃喝才能讨神喜悦时,他回答道:“如果能公正地、明理地、公平地、克制地并且规矩地吃喝,难道不也是讨神喜悦的吗?

§1.13.2

ὅταν δὲ θερμὸν αἰτήσαντός σου1 μὴ ὑπακούσῃ ὁ παῖς ἢ ὑπακούσας χλιαρώτερον ἐνέγκῃ ἢ μηδʼ εὑρεθῇ ἐν τῇ οἰκίᾳ, τὸ μὴ χαλεπαίνειν μηδὲ ῥήγνυσθαι οὐκ ἔστιν ἀρεστὸν τοῖς θεοῖς;

当你叫热水而仆人不应,或者应声后却端来温吞的水,或者在屋子里根本找不到他时,不发怒、不大发雷霆,难道不是讨神喜悦的吗?”

§1.13.3

— πῶς οὖν τις ἀνάσχηται τῶν τοιούτων;2 — ἀνδράποδον, οὐκ ἀνέξῃ τοῦ ἀδελφοῦ τοῦ σαυτοῦ, ὃς ἔχει τὸν Δία πρόγονον, ὥσπερ υἱὸς ἐκ τῶν αὐτῶν σπερμάτων γέγονεν καὶ τῆς αὐτῆς ἄνωθεν καταβολῆς, ἀλλʼ εἰ ἔν τινι τοιαύτῃ χώρᾳ κατετάγης ὑπερεχούσῃ, εὐθὺς τύραννον καταστήσεις σεαυτόν; οὐ μεμνήσῃ τί εἶ καὶ τίνων ἄρχεις; ὅτι συγγενῶν, ὅτι ἀδελφῶν φύσει, ὅτι τοῦ Διὸς ἀπογόνων;

——“那么,人又怎能容忍这等下人呢?”——“奴才,难道你容忍不得自己的兄弟吗?他以宙斯为祖先,宛如儿子一般由相同的种子所生,来自同一源于上天的播种。难道你被安排在这样一个较高的地位上,就立刻要把自己当作独裁暴君了吗?难道你记不得自己是谁,统辖的又是何人了吗?他们是你的同胞亲族,按本性是你的兄弟,是宙斯的后裔,难道你忘了这些吗?”

§1.13.5

— ἀλλʼ ὠνὴν αὐτῶν ἔχω, ἐκεῖνοι δʼ ἐμοῦ οὐκ ἔχουσιν. — ὁρᾷς ποῦ βλέπεις; ὅτι εἰς τὴν γῆν,3 ὅτι εἰς τὸ βάραθρον, ὅτι εἰς τοὺς ταλαιπώρους τούτους νόμους τοὺς τῶν νεκρῶν, εἰς δὲ τοὺς τῶν θεῶν οὐ βλέπεις;

——“但我拥有他们的买卖契约,他们却没有我的。”——“你看得清你的目光投向哪里吗?你所注视的是大地,是深渊,是死者这些可怜的法律,但对于诸神的法律,你却视而不见吗?”

语法注3 条
  1. 1.13.2θερμὸν αἰτήσαντός σου

    此处为带名词化中性形容词 θερμόν(温水)的属格独立结构,属格代词 σου 标示提出要求的主体,与后文 ὅταν 从句中的仆人行为形成主语转换。

  2. 1.13.3τῶν τοιούτων

    动词 ἀνάσχηται(ἀνέχομαι)支配的属格宾语。语法上虽可作中性复数(此类事),但紧接下文用 τοῦ ἀδελφοῦ τοῦ σαυτοῦ(你自己的兄弟)进行针对性斥责,说明此处应理解为阳性复数,指代“此类下人/奴仆”。

  3. 1.13.5ὅτι εἰς τὴν γῆν

    承接前句提问 ὁρᾷς ποῦ βλέπεις?(你可知你的目光投向何处?)的解释性 ὅτι 从句。连词 ὅτι 在此起到具体陈述所见对象的作用,相当于“即……/看的是……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:1.13.1-1.13.5