← 爱比克泰德

谈话录

§1.12.18-1.12.35

表象的正确运用与对身外之事的超越

本节论述人们既无法逃避他人也无法改变他人与外在境遇,唯有顺应自然、正当运用表象来加以应对。人不应为身体或亲族等自身无法掌控的外物所困扰,而应立足于神所赋予的、唯独属于自身权能之内的内在理性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.12.18

τί γάρ; ἐνδέχεται φυγεῖν ἀνθρώπους; καὶ πῶς οἷόν τε; ἀλλὰ συνόντας αὐτοῖς ἐκείνους ἀλλάξαι;1 καὶ τίς ἡμῖν δίδωσιν;

那么怎样呢?难道能逃避人群吗?这又怎能办得到呢?那么,在与他们相处的同时去改变他们吗?谁又赋予我们这种能力呢?

§1.12.19

τί οὖν ἀπολείπεται ἢ τίς εὑρίσκεται μηχανὴ πρὸς τὴν χρῆσιν αὐτῶν; τοιαύτη, διʼ ἧς ἐκεῖνοι μὲν ποιήσουσι τὰ φαινόμενα αὐτοῖς, ἡμεῖς δʼ οὐδὲν ἧττον κατὰ φύσιν ἕξομεν.

那么,还剩下什么,或者能找到什么手段来与他们交往呢?正是这样一种手段:让他们做显现在他们面前的事,而我们同样能保持顺应自然。

§1.12.20

σὺ δʼ ἀταλαίπωρος εἶ καὶ δυσάρεστος κἂν μὲν μόνος ᾖς, ἐρημίαν καλεῖς τοῦτο, ἂν δὲ μετὰ ἀνθρώπων, ἐπιβούλους λέγεις καὶ λῃστάς, μέμφῃ δὲ καὶ γονεῖς τοὺς σεαυτοῦ καὶ τέκνα καὶ ἀδελφοὺς καὶ γείτονας.

但你却缺乏韧性、难以取悦:如果你独处,便称之为“荒凉孤寂”;如果你身在众人之中,便称他们为“阴谋家”和“强盗”,并且责怪你自己的父母、儿女、兄弟和邻里。

§1.12.21

ἔδει δὲ μόνον μένοντα ἡσυχίαν καλεῖν αὐτὸ καὶ ἐλευθερίαν καὶ ὅμοιον τοῖς θεοῖς ἡγεῖσθαι αὑτόν, μετὰ πολλῶν δʼ ὄντα μὴ ὄχλον καλεῖν μηδὲ θόρυβον μηδʼ ἀηδίαν, ἀλλʼ ἑορτὴν καὶ πανήγυριν καὶ οὕτως πάντα εὐαρέστως δέχεσθαι. τίς οὖν ἡ κόλασις τοῖς οὐ προσδεχομένοις;

然而,人独处时本应当称之为“安宁”和“自由”,并将自己视为与诸神相似;置身于大众之中时,也不应称之为“乌合之众”、“骚乱”或“厌烦”,而应当称之为“节日”和“盛会”,从而欣然接受一切。那么,对那些不这样接受的人,惩罚又是什么呢?

§1.12.22

τὸ οὕτως ἔχειν ὡς ἔχουσιν. δυσαρεστεῖ τις τῷ μόνος εἶναι; ἔστω ἐν ἐρημίᾳ. δυσαρεστεῖ τις τοῖς γονεῦσιν; ἔστω κακὸς υἱὸς καὶ πενθείτω. δυσαρεστεῖ τοῖς τέκνοις;

就是让他们维持目前的现状。有人不满于独处吗?就让他陷于孤寂吧。有人不满于父母吗?就让他做一个不肖之子去悲泣吧。有人不满于子女吗?

§1.12.23

ἔστω κακὸς πατήρ. βάλε αὐτὸν εἰς φυλακήν. ποίαν φυλακήν; ὅπου νῦν ἐστιν. ἄκων γάρ ἐστιν· ὅπου δέ τις ἄκων ἐστίν, ἐκεῖνο φυλακὴ αὐτῷ ἐστιν. καθὸ καὶ Σωκράτης οὐκ ἦν ἐν φυλακῇ, ἑκὼν γὰρ ἦν.

就让他做一个糟糕的父亲吧。 “把他关进监狱去。” 关进什么监狱?就在他此刻所在的地方。因为他是违背自己意愿而待在那里的;无论人在何处,只要违背自己的意愿,那里对他而言就是监狱。正因如此,苏格拉底并未身处监狱之中,因为他是出于自愿留在那里的。

§1.12.24

σκέλος οὖν μοι γενέσθαι πεπηρωμένον.2 ἀνδράποδον, εἶτα διʼ ἓν σκελύδριον τῷ κόσμῳ ἐγκαλεῖς; οὐκ ἐπιδώσεις αὐτὸ τοῖς ὅλοις; οὐκ ἀποστήσῃ; οὐ χαίρων παραχωρήσεις τῷ δεδωκότι;

“那么难道我的腿注定要瘸了吗?” 奴才,难道你只为了一条微不足道的瘸腿,就要去控告整个宇宙吗?难道你不肯把它献给整体吗?难道你不肯放弃它吗?难道你不肯欣然退让给赐予它的那位吗?

§1.12.25

ἀγανακτήσεις δὲ καὶ δυσαρεστήσεις τοῖς ὑπὸ τοῦ Διὸς διατεταγμένοις, ἃ ἐκεῖνος μετὰ τῶν Μοιρῶν παρουσῶν καὶ ἐπικλωθουσῶν σου τὴν γένεσιν ὥρισεν καὶ διέταξεν;

难道你要对宙斯所安排的秩序感到愤慨和不满吗?那是宙斯在诸位命运女神降临并纺织你的诞生之线时所规定和安排好的。

§1.12.26

οὐκ οἶσθα, ἡλίκον μέρος πρὸς τὰ ὅλα; τοῦτο δὲ κατὰ τὸ σῶμα, ὡς κατά γε τὸν λόγον οὐδὲν χείρων τῶν θεῶν οὐδὲ μικρότερος· λόγου γὰρ μέγεθος οὐ μήκει οὐδʼ ὕψει κρίνεται, ἀλλὰ δόγμασιν.

难道你不知道相对于整体而言自己是多么微小的一部分吗?但这只是就身体而言;因为至少就理性而言,你丝毫不比诸神低劣,也不比他们渺小;因为理性的伟大并不以长度或高度来衡量,而是以其信念准则来评判。

§1.12.27

οὐ θέλεις οὖν, καθʼ ἃ ἴσος εἶ τοῖς θεοῖς, ἐκεῖ που τίθεσθαι τὸ ἀγαθόν;

难道你不愿在你与诸神平等的地方确立你的至善吗?

§1.12.28

τάλας ἐγώ, τὸν πατέρα ἔχω τοιοῦτον καὶ τὴν μητέρα. τί οὖν; ἐδίδοτό σοι προελθόντι ἐκλέξασθαι καὶ εἰπεῖν ὁ δεῖνα τῇ δεῖνι συνελθέτω τῇδε τῇ ὥρᾳ, ἵνα ἐγὼ γένωμαι;

“我真不幸,竟有这样的父亲和母亲!” 那么怎样呢?难道曾允许你事先走出来挑选,并说道: “让某某人与某某人在某个时刻结合,以便我能出生”吗?

§1.12.29

οὐκ ἐδίδοτο. ἀλλʼ ἔδει προυποστῆναί σου τοὺς γονεῖς, εἶτα οὕτως γεννηθῆναι. ἐκ ποίων τινῶν;

并未曾如此允许。相反,必须由你的父母先已存在,然后你才这样出生。从怎样的人出生呢?

§1.12.30

ἐκ τοιούτων, ὁποῖοι ἦσαν. τί οὖν; τοιούτων αὐτῶν ὄντων οὐδεμία σοι δίδοται μηχανή; εἶτʼ εἰ μὲν τὴν ὁρατικὴν δύναμιν ἠγνόεις πρὸς τί κέκτησαι, δυστυχὴς ἂν ἦς καὶ ἄθλιος, εἰ κατέμυες, προσαγόντων σοι τῶν χρωμάτων· ὅτι δὲ μεγαλοψυχίαν ἔχων καὶ γενναιότητα πρὸς ἕκαστα τούτων ἀγνοεῖς,3 οὐ δυστυχέστερος εἶ καὶ ἀθλιώτερος; προσάγεταί σοι τὰ κατάλληλα τῇ δυνάμει ἣν ἔχεις· σὺ δʼ αὐτὴν τότε μάλιστα ἀποστρέφεις, ὁπότε ἠνοιγμένην καὶ βλέπουσαν ἔχειν ἔδει.

从他们正是的那种人出生。那么怎样呢?既然他们是这样的人,难道没有赋予你任何对策手段吗?既然如此,如果你不知道自己为了什么目的而拥有视觉能力,当色彩呈现在你面前而你却紧闭双眼时,你会是不幸而可悲的;但既然面对这些处境你拥有宽宏的气度与高贵品质却浑然不知,难道你不是更加不幸、更加可悲吗?适合于你所具备的能力的事物正呈现在你面前;而你却恰恰在应当让这能力睁开眼睛注视的时候,把它转开了。

§1.12.32

οὐ μᾶλλον εὐχαριστεῖς τοῖς θεοῖς, ὅτι σε ἐπάνω τούτων ἀφῆκαν ὅσα μηδʼ ἐποίησαν ἐπὶ σοί, μόνον δʼ ὑπεύθυνον ἀπέφηναν τῶν ἐπὶ σοί; γονέων ἕνεκα ἀνυπεύθυνον ἀφῆκαν· ἀδελφῶν ἕνεκα ἀφῆκαν, σώματος ἕνεκα ἀφῆκαν, κτήσεως, θανάτου, ζωῆς.

既然诸神让你超脱于所有那些他们未曾置于你权能之下的事物,并且宣布你仅对属于你权能之内的事物负责,你难道不应反而对诸神心存感激吗?关于父母,他们让你免于承担责任;关于兄弟,他们让你免责;关于肉体、财产、死亡与生命,他们也同样让你免责。

§1.12.34

τίνος οὖν ὑπεύθυνόν σε ἐποίησαν; τοῦ μόνου ὄντος ἐπὶ σοί, χρήσεως οἵας δεῖ φαντασιῶν.4

那么,他们究竟让你对什么负责呢?对唯独处于你权能之下的事物负责:即对表象的正当运用。

§1.12.35

τί οὖν ἐπισπᾷς σεαυτῷ ταῦτα ὧν ἀνυπεύθυνος εἶ; τοῦτό ἐστιν ἑαυτῷ παρέχειν πράγματα.

既然如此,你为何还要把那些你本无需负责的事物揽到自己身上呢?这不过是在给自己自找麻烦罢了。

语法注4 条
  1. 1.12.18ἀλλὰ συνόντας αὐτοῖς ἐκείνους ἀλλάξαι;

    承接前文疑问句(ἐνδέχεται... / πῶς οἷόν τε;)的承前省略结构,省略了非人称动词(如 ἔνεστι 或 οἷόν τε)。不定式 ἀλλάξαι 的逻辑主语是与现在分词 συνόντας 一致的省略的对格代词“我们”,而 ἐκείνους 是 ἀλλάξαι 的直接宾语(宾格)。

  2. 1.12.24σκέλος οὖν μοι γενέσθαι πεπηρωμένον.

    假想对话者表达抱怨的独立不定式句(infinitive of exclamation/indignation),或者省略了 δεῖ 等表达必然性的非人称动词,表达一种抗议或哀怨:“难道我的腿非得变残废不可吗?”。

  3. 1.12.30ὅτι δὲ μεγαλοψυχίαν ἔχων καὶ γενναιότητα πρὸς ἕκαστα τούτων ἀγνοεῖς

    与前半部分的假设从句(εἰ μὲν τὴν ὁρατικὴν δύναμιν ἠγνόεις...)形成鲜明对照。ὅτι 在此引出一个既定事实(“而既然/事实上你拥有宏大胸襟……却浑然不觉”),并统领后续的反问句“οὐ δυστυχέστερος εἶ...;”。分词 ἔχων 带让步意味(“虽拥有”)。

  4. 1.12.34χρήσεως οἵας δεῖ φαντασιῶν

    格之吸引(case attraction)形成的紧缩关系从句习语结构。其完整结构相当于 χρήσεως τοιαύτης οἵαν δεῖ (εἶναι)...,关系代词 οἵας 受先行词 χρήσεως 影响被吸引为属格,与 δεῖ 结合构成惯用表达,修饰并支配属格名词 φαντασιῶν(宾格性属格),意为“对表象作合宜的使用”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:1.12.18-1.12.35