- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:1.12.1-1.12.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
爱比克泰德审视了关于神的存在与神意关照的五种观点,指出贤良之人应当将自己的意志顺从于万物的统御者。他进一步阐明,真正的自由绝非随心所欲,而是通过教育使自己的意志与神所设定的普遍秩序以及事物的自然发生相协调。
περὶ θεῶν οἱ μέν τινές εἰσιν οἱ λέγοντες μηδʼ εἶναι τὸ θεῖον, οἱ δʼ εἶναι μέν, ἀργὸν δὲ καὶ ἀμελὲς καὶ μὴ προνοεῖν μηδενός· τρίτοι δʼ οἱ καὶ εἶναι καὶ προνοεῖν, ἀλλὰ τῶν μεγάλων καὶ οὐρανίων, τῶν δὲ ἐπὶ γῆς μηδενός· τέταρτοι δʼ οἱ καὶ τῶν ἐπὶ γῆς καὶ τῶν ἀνθρωπίνων, εἰς κοινὸν δὲ μόνον καὶ οὐχὶ δὲ καὶ κατʼ ἰδίαν ἑκάστου· πέμπτοι δʼ, ὧν ἦν καὶ Ὀδυσσεὺς καὶ Σωκράτης, οἱ λέγοντες ὅτι "οὐδέ σε λήθω κινύμενος.1"
关于诸神,有人说神圣者甚至根本不存在;另有人说神确实存在,但无所作为且漠不关心,对任何事物都不作预先关照;第三种人说,神既存在也加以关照,但仅关照宏大而属天的事务,对地上的事物则一概不加关照;第四种人说,神对地上的事物和人类事务也加以关照,但仅就普遍而言,而并非针对每个个别的具体情况;第五种人,其中也包括奥德修斯和苏格拉底,他们说道: “我的一举一动都瞒不过你。”
πολὺ πρότερον οὖν ἀναγκαῖόν ἐστι περὶ ἑκάστου τούτων ἐπεσκέφθαι, πότερα ὑγιῶς ἢ οὐχ ὑγιῶς λεγόμενόν ἐστιν. εἰ γὰρ μὴ εἰσὶν θεοί, πῶς ἐστι τέλος ἕπεσθαι θεοῖς;
因此,有必要远在这之前就先审视这当中的每一项说法,看它是健全的还是不健全的。因为如果诸神根本不存在,顺从诸神又怎能成为终极目的呢?
εἰ δʼ εἰσὶν μέν, μηδενὸς δʼ ἐπιμελούμενοι, καὶ οὕτως πῶς ὑγιὲς ἔσται;
如果他们虽然存在,却对任何事物都不加关照,即便这样,这说法又怎能是健全的呢?
ἀλλὰ δὴ καὶ ὄντων καὶ ἐπιμελομένων εἰ μηδεμία διάδοσις εἰς ἀνθρώπους ἐστὶν ἐξ αὐτῶν καὶ νὴ Δία γε καὶ εἰς ἐμέ, πῶς ἔτι καὶ οὕτως ὑγιές ἐστιν;
更有甚者,就算他们存在并且关照,但如果从他们那里没有任何惠及人类的分配,甚至凭宙斯起誓,没有任何及于我自身的分配,那么即使如此,这说法又怎能算得上健全呢?
πάντα οὖν ταῦτα ὁ καλὸς καὶ ἀγαθὸς ἐπεσκεμμένος τὴν αὑτοῦ γνώμην ὑποτέταχεν τῷ διοικοῦντι τὰ ὅλα καθάπερ οἱ ἀγαθοὶ πολῖται τῷ νόμῳ τῆς πόλεως.
因此,贤良完满之人在审视了所有这些事情之后,便将自己的意志顺从于统领万物的主宰,正如良民顺从城邦的法律一样。
ὁ δὲ παιδευόμενος ταύτην ὀφείλει τὴν ἐπιβολὴν ἔχων ἐλθεῖν ἐπὶ τὸ παιδεύεσθαι πῶς ἂν ἑποίμην ἐγὼ ἐν παντὶ τοῖς θεοῖς καὶ πῶς ἂν εὐαρεστοίην τῇ θείᾳ διοικήσει καὶ πῶς ἂν γενοίμην ἐλεύθερος;
而接受教育的人应当怀着这样的意向来接受教育: “我怎样才能在凡事上顺从诸神,怎样才能对神圣的统治心满意足,又怎样才能获得自由?”
ἐλεύθερος γάρ ἐστιν, ᾧ γίνεται πάντα κατὰ προαίρεσιν καὶ ὃν οὐδεὶς δύναται κωλῦσαι.
因为自由人就是万事皆顺从其意志抉择而发生、且无人能够加以阻碍的人。
τί οὖν; ἀπόνοιά ἐστιν ἡ ἐλευθερία; μὴ γένοιτο. μανία γὰρ καὶ ἐλευθερία εἰς ταὐτὸν οὐκ ἔρχεται.
“那么怎样呢?自由难道是狂妄昏聩吗?”万万不可!因为疯狂与自由决不可能融为一谈。
ἀλλʼ ἐγὼ θέλω πᾶν τὸ δοκοῦν μοι ἀποβαίνειν, κἂν ὁπωσοῦν δοκῇ.
“但我希望一切我认为好的事情都能实现,无论我如何认为”。
μαινόμενος εἶ, παραφρονεῖς. οὐκ οἶδας, ὅτι καλόν τι ἐλευθερία ἐστὶ καὶ ἀξιόλογον; τὸ δʼ ὡς ἔτυχέν με βούλεσθαι τὰ ὡς ἔτυχεν δόξαντα γίνεσθαι,2 τοῦτο κινδυνεύει οὐ μόνον οὐκ εἶναι καλόν, ἀλλὰ καὶ πάντων αἴσχιστον εἶναι.
——你疯了,你神志不清了!难道你不知道自由是一件美好而值得尊崇的事物吗?至于让我随意愿望那些随意想到的念头都得以成真,这不仅绝非美好,甚至恐怕是凡事中最可耻的。
πῶς γὰρ ἐπὶ γραμματικῶν ποιοῦμεν; βούλομαι γράφειν ὡς θέλω τὸ Δίωνος ὄνομα; οὔ· ἀλλὰ διδάσκομαι θέλειν, ὡς δεῖ γράφεσθαι. τί ἐπὶ μουσικῶν; ὡσαύτως.
因为我们在识字学文时是怎么做的呢?我想随意写出狄翁的名字吗?不,而是我被教导要去愿望按照应当书写的方式来写。在音乐中又如何呢?同样如此。
τί ἐν τῷ καθόλου, ὅπου τέχνη τις ἢ ἐπιστήμη ἐστίν; εἰ δὲ μή, οὐδενὸς ἦν ἄξιον τὸ ἐπίστασθαί τι, εἰ ταῖς ἑκάστων βουλήσεσι προσηρμόζετο.3
在一般情况下,在任何存在着某种技艺或知识的地方,情况又是如何呢?若非如此,如果知识要迎合每个人的愿望,那么懂得任何事情都将毫无价值了。
ἐνταῦθα οὖν μόνον ἐπὶ τοῦ μεγίστου καὶ κυριωτάτου, τῆς ἐλευθερίας, ὡς ἔτυχεν ἐφεῖταί μοι θέλειν; οὐδαμῶς, ἀλλὰ τὸ παιδεύεσθαι τοῦτʼ ἔστι μανθάνειν ἕκαστα οὕτω θέλειν ὡς γίνεται. πῶς δὲ γίνεται; ὡς διέταξεν αὐτὰ ὁ διατάσσων.
难道唯独在这里,在最重大、最根本的自由之事上,才允许我随意愿望吗?绝非如此;相反,接受教育正在于:学会愿望每一件事按照它发生的那样去发生。而它是如何发生的呢?正如统摄安排者所安排的那样。
διέταξε δὲ θέρος εἶναι καὶ χειμῶνα καὶ φορὰν καὶ ἀφορίαν καὶ ἀρετὴν καὶ κακίαν καὶ πάσας τὰς τοιαύτας ἐναντιότητας ὑπὲρ συμφωνίας τῶν ὅλων ἡμῶν θʼ ἑκάστῳ σῶμα καὶ μέρη τοῦ σώματος καὶ κτῆσιν καὶ κοινωνοὺς ἔδωκεν.
那位统摄安排者为了万物的和谐,规定要有夏与冬、丰收与歉收、美德与恶德以及一切此类对立存在,并且赋予我们每个人肉体、身体各部、财产以及同伴。
ταύτης οὖν τῆς διατάξεως μεμνημένους ἔρχεσθαι δεῖ ἐπὶ τὸ παιδεύεσθαι, οὐχ ἵνʼ ἀλλάξωμεν τὰς ὑποθέσεις (οὔτε γὰρ δίδοται ἡμῖν οὔτʼ ἄμεινον), ἀλλʼ ἵνα οὕτως ἐχόντων τῶν περὶ ἡμᾶς ὡς ἔχει καὶ πέφυκεν αὐτοὶ τὴν γνώμην τὴν αὑτῶν συνηρμοσμένην τοῖς γινομένοις ἔχωμεν.4
因此,我们应当谨记这种秩序安排来接受教育,并不是为了让我们去改变既定的前提设定(因为这既未赋予我们,也并非更好),而是为了在环绕我们的事物保持其现状和自然本性的同时,我们自身能使自己的意志与正在发生的事情相协调。
- 1.12.3οὐδέ σε λήθω κινύμενος
引自《伊利亚特》第10卷279–280行(奥德修斯向雅典娜的祈祷)。在句法上,先行表语 πέμπτοι(第五种人)之后插入了关系分句 ὧν ἦν καὶ Ὀδυσσεὺς καὶ Σωκράτης(奥德修斯和苏格拉底亦在此列),冠词分词短语 οἱ λέγοντες ὅτι... 与 πέμπτοι 构成同位语。分词 κινύμενος 作 λήθω 的补充成分分词(“当我行动时也瞒不过你”)。
- 1.12.12τὸ δʼ ὡς ἔτυχέν με βούλεσθαι τὰ ὡς ἔτυχεν δόξαντα γίνεσθαι
整个句子的主语是由定冠词 τό 引导的带宾格的不定式短语(τὸ ... με βούλεσθαι),其内部又嵌套了另一个宾格不定式短语(τὰ ... δόξαντα γίνεσθαι)。短语 ὡς ἔτυχεν 是非人称不定过去时直陈式构成的习语性副词表达,意为“随意地”、“胡乱地”。整句的主谓语是 κινδυνεύει ... εἶναι。
- 1.12.14εἰ δὲ μή, οὐδενὸς ἦν ἄξιον τὸ ἐπίστασθαί τι, εἰ ταῖς ἑκάστων βουλήσεσι προσηρμόζετο.
现在与事实相反的条件句。归结从句的动词 ἦν 没有带 ἄν,这是希腊语在表达价值、必然性或可能性(如 ἄξιον ἦν, ἔδει 等)时的常规句法特征,即在此类表达中与事实相反的假定之归结从句通常省略 ἄν。条件从句 εἰ ... προσηρμόζετο 为未完成过去时直陈式,表示对现在事实的否定。
- 1.12.17ἵνα οὕτως ἐχόντων τῶν περὶ ἡμᾶς ὡς ἔχει καὶ πέφυκεν αὐτοὶ τὴν γνώμην τὴν αὑτῶν συνηρμοσμένην τοῖς γινομένοις ἔχωμεν
在目的从句 ἵνα ... ἔχωμεν 内部,插入了属格独立结构 οὕτως ἐχόντων τῶν περὶ ἡμᾶς ὡς ἔχει καὶ πέφυκεν(“在我们周围的事物处于其现状与本性所有的状态时”)。从句的主干结构是 αὐτοὶ ... τὴν γνώμην τὴν αὑτῶν συνηρμοσμένην ... ἔχωμεν,其中完成时被动分词 συνηρμοσμένην 作宾语 τὴν γνώμην 的次要谓语(宾语补足语),表示“使自身的意志保持与正在发生的事物相协调”。
