- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:1.11.22-1.11.40
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
爱比克泰德论证了抛弃患病孩子的行为根本不合亲情,进而阐明人类一切行动的原因并非外在事物而是自身的判断,并敦促对方致力于审视自己的判断。
— οὐκοῦν ἔδει καὶ τὴν μητέρα ἀφεῖναι αὐτὸ ἢ οὐκ ἔδει; — οὐκ ἔδει. — τί δʼ ἡ τιτθή; στέργει αὐτό; — στέργει, ἔφη. — ἔδει οὖν κἀκείνην ἀφεῖναι αὐτό; — οὐδαμῶς. — τί δʼ ὁ παιδαγωγός; οὐ στέργει αὐτό;
——“那么,母亲也应当抛弃她,还是不应当呢?”——“不应当。”——“那么保姆呢?她爱孩子吗?”——“爱,”他说。——“那么她也应当抛弃孩子吗?”——“绝不应当。”——“那么家庭教师呢?他不爱孩子吗?”
— στέργει. — ἔδει οὖν κἀκεῖνον ἀφέντα ἀπελθεῖν, εἶθʼ οὕτως ἔρημον καὶ ἀβοήθητον ἀπολειφθῆναι τὸ παιδίον διὰ τὴν πολλὴν φιλοστοργίαν τῶν γονέων ὑμῶν καὶ τῶν περὶ αὐτὸ ἢ ἐν ταῖς χερσὶν τῶν οὔτε στεργόντων οὔτε κηδομένων ἀποθανεῖν; — μὴ γένοιτο.
——“爱。”——“那么他也应当舍弃孩子离去,从而孩子由于身为父母的你们以及身边众人的深厚亲情而被遗弃,落入孤立无援的境地,或者死在既不爱护也不照料她的人手里吗?”——“万万不可。”
— καὶ μὴν ἐκεῖνό γε ἄνισον καὶ ἄγνωμον, ὅ τις αὑτῷ προσῆκον οἴεται διὰ τὸ φιλόστοργος εἶναι, τοῦτο τοῖς ὁμοίως φιλοστοργοῦσιν μὴ ἐφιέναι;1
——“况且,一个人因自认为富有亲情便觉得某事对自己是适宜的,却不准许同样富有亲情的人去做,这难道不是不公与不合情理吗?”
— ἄτοπον. — ἄγε, σὺ δʼ ἂν νοσῶν ἠβούλου φιλοστόργους οὕτως ἔχειν τοὺς προσήκοντας τούς τʼ ἄλλους καὶ αὐτὰ τὰ τέκνα καὶ τὴν γυναῖκα, ὥστʼ ἀφεθῆναι μόνος ὑπʼ αὐτῶν καὶ ἔρημος;
——“荒谬。”——“来吧,如果你自己生了病,你会希望你的亲人,包括其他人以及儿女和妻子自身,都怀有这样的亲情,以至于你被他们独自遗弃而陷入孤立吗?”
— οὐδαμῶς. — εὔξαιο δʼ ἂν οὕτως στερχθῆναι ὑπὸ τῶν σαυτοῦ, ὥστε διὰ τὴν ἄγαν αὐτῶν φιλοστοργίαν ἀεὶ μόνος ἀπολείπεσθαι ἐν ταῖς νόσοις, ἢ τούτου γʼ ἕνεκα μᾶλλον ἂν ὑπὸ τῶν ἐχθρῶν, εἰ δυνατὸν ἦν, φιλοστοργεῖσθαι ηὔχου, ὥστʼ ἀπολείπεσθαι ὑπʼ αὐτῶν; εἰ δὲ ταῦτα, ὑπολείπεται μηδαμῶς ἔτι φιλόστοργον εἶναι τὸ πραχθέν.
——“绝不希望。”——“你会祈求受到自己家人的这般关爱,以至于因为他们过分的亲情使你在患病时总是被单独撇下吗?或者为了这个缘故,如果可能的话,你反倒会祈求受到仇敌的爱护,以便被他们撇下吗?既然如此,那么所做的事情绝不再是合乎亲情的,这个结论就确定无疑了。
τί οὖν; οὐδὲν ἦν τὸ κινῆσάν σε καὶ ἐξορμῆσαν πρὸς τὸ ἀφεῖναι τὸ παιδίον; καὶ πῶς οἷόν τε; ἀλλὰ τοιοῦτόν τι ἄν, οἷον καὶ ἐν Ῥώμῃ τινὰ ἦν τὸ κινοῦν,2 ὥστʼ ἐγκαλύπτεσθαι τοῦ ἵππου τρέχοντος ᾧ ἐσπουδάκει, εἶτα νικήσαντός ποτε παραλόγως σπόγγων δεῆσαι αὐτῷ πρὸς τὸ ἀναληφθῆναι λιποψυχοῦντα.
那么究竟是什么呢?难道没有任何东西触动你并驱使你抛弃孩子吗?这怎么可能呢?而必然是类似于在罗马触动某人的那种东西,以至于在他钟爱的马奔跑比赛时,他竟蒙住双眼,后来马意外获胜时,甚至需要海绵来使晕厥的他苏醒过来。
τί οὖν τοῦτό ἐστιν; τὸ μὲν ἀκριβὲς οὐ τοῦ παρόντος καιροῦ τυχόν· ἐκεῖνο δʼ ἀπαρκεῖ πεισθῆναι, εἴπερ ὑγιές ἐστι τὸ ὑπὸ τῶν φιλοσόφων λεγόμενον, ὅτι οὐκ ἔξω που δεῖ ζητεῖν αὐτό, ἀλλʼ ἓν καὶ ταὐτόν ἐστιν ἐπὶ πάντων τὸ αἴτιον τοῦ ποιεῖν τι ἡμᾶς ἢ μὴ ποιεῖν, τοῦ λέγειν τινὰ ἢ μὴ λέγειν, τοῦ ἐπαίρεσθαι ἢ συστέλλεσθαι ἢ φεύγειν τινὰ ἢ διώκειν, τοῦθʼ ὅπερ καὶ νῦν ἐμοί τε καὶ σοὶ γέγονεν αἴτιον, σοὶ μὲν τοῦ ἐλθεῖν πρὸς ἐμὲ καὶ καθῆσθαι νῦν ἀκούοντα, ἐμοὶ δὲ τοῦ λέγειν ταῦτα.
那么这究竟是什么呢?确切的道理或许并非眼下适宜探讨的;但只要哲学家们所说的是健全的,确信这一点便已足够:人们绝不应当在外界的某个地方寻找它,而是在所有事情上,促使我们做某事或不做某事、说某些话或不说某些话、得意或消沉、逃避或追求某物的,都是同一个原因,这正是此刻对我与对你而言都成为原因的同一件事:对你而言,是来到我这里并在此时坐着聆听的原因;对我而言,则是讲述这些话的原因。
τί δʼ ἐστὶ τοῦτο; ἆρά γε ἄλλο ἢ ὅτι ἔδοξεν ἡμῖν; — οὐδέν. — εἰ δʼ ἄλλως ἡμῖν ἐφάνη, τί ἂν ἄλλο ἢ τὸ δόξαν ἐπράττομεν;
这究竟是什么呢?除了这在我们看来是正当的之外,难道还有别的吗?”——“没有别的。”——“如果在我们看来呈现为另一番模样,除了按照我们所认为的去做之外,我们还会做什么呢?
οὐκ οὖν καὶ τῷ Ἀχιλλεῖ τοῦτο αἴτιον τοῦ πενθεῖν, οὐχ ὁ τοῦ Πατρόκλου θάνατος (ἄλλος γάρ τις οὐ πάσχει ταῦτα τοῦ ἑταίρου ἀποθανόντος)
因此,对阿喀琉斯而言,促使他哀恸的原因也是这个,并非帕特洛克罗斯之死——因为另一个人在同伴死去时并不会经历这些——
, ἀλλʼ ὅτι ἔδοξεν αὐτῷ. καὶ σοὶ τότε φεύγειν τοῦτο αὐτὸ ὅτι ἔδοξέν σοι·3 καὶ πάλιν, ἐὰν μείνῃς, ὅτι ἔδοξέν σοι. καὶ νῦν ἐν Ῥώμῃ ἀνέρχῃ, ὅτι δοκεῖ σοι· κἂν μεταδόξῃ, οὐκ ἂν ἀπελεύσῃ.
而仅仅是因为在他看来是如此。你当时逃跑,也正是因为你看来应当如此;日后如果你留下,也是因为你看来应当如此。现在你返回罗马,是因为你认为该去;如果你的看法改变了,你就不会离去。
καὶ ἁπλῶς οὔτε θάνατος οὔτε φυγὴ οὔτε πόνος οὔτε ἄλλο τι τῶν τοιούτων αἴτιόν ἐστι τοῦ πράττειν τι ἢ μὴ πράττειν ἡμᾶς, ἀλλʼ ὑπολήψεις καὶ δόγματα.
简而言之,既不是死亡,也不是流亡,也不是痛苦,也不是任何这类事情构成我们做某事或不做某事的原因,而是我们的成见与判断。
τοῦτό σε πείθω ἢ οὐχί; — Πείθεις, ἔφη. — οἷα δὴ τὰ αἴτια ἐφʼ ἑκάστου, τοιαῦτα καὶ τὰ ἀποτελούμενα.
我是在这一点上说服了你,还是没有?”——“你说服了我,”他说。——“在每一件事上原因如何,产生的结果也就如何。
οὐκοῦν ὅταν μὴ ὀρθῶς τι πράττωμεν, ἀπὸ ταύτης τῆς ἡμέρας οὐδὲν ἄλλο αἰτιασόμεθα ἢ τὸ δόγμα, ἀφʼ οὗ αὐτὸ ἐπράξαμεν, κἀκεῖνο ἐξαίρειν καὶ ἐκτέμνειν πειρασόμεθα μᾶλλον ἢ τὰ φύματα καὶ τὰ ἀποστήματα ἐκ τοῦ σώματος.
因此,每当我们做出不正确的事,从今天起,我们绝不谴责除了促使我们做出该行为的判断之外的任何东西,并且我们将尽力消除和切除它,更甚于切除体内的脓疮和痈疽。
ὡσαύτως δὲ καὶ τῶν ὀρθῶς πραττομένων ταὐτὸν τοῦτο αἴτιον ἀποφανοῦμεν.
同样,对于那些做得正确的事,我们也将宣告这同一者为其原因。
καὶ οὔτʼ οἰκέτην ἔτι αἰτιασόμεθα οὔτε γείτονα οὔτε γυναῖκα οὔτε τέκνα ὡς αἴτιά τινων κακῶν ἡμῖν γινόμενα πεπεισμένοι ὅτι, ἂν μὴ ἡμῖν δόξῃ τοιαῦτά τινα εἶναι, οὐ πράττομεν τὰ ἀκόλουθα· τοῦ δόξαι δὲ ἢ μὴ δόξαι, ἡμεῖς κύριοι καὶ οὐ τὰ ἐκτός.
并且,我们再也不会去责怪奴仆、邻居、妻子或儿女,把他们当作给我们带来某种祸患的原因,因为我们确信:除非在我们看来事情是如此这般的,否则我们绝不会做出随之而来的行动;而对于认为如此或不认为如此,我们自己才是主宰,而不是外在事物。”
— οὕτως, ἔφη. — ἀπὸ τῆς σήμερον τοίνυν ἡμέρας οὐδὲν ἄλλο ἐπισκοπήσομεν οὐδʼ ἐξετάσομεν, ποῖόν τι ἐστὶν ἢ πῶς ἔχει, οὔτε τὸν ἀγρὸν οὔτε τὰ ἀνδράποδα οὔτε τοὺς ἵππους ἢ κύνας, ἀλλὰ τὰ δόγματα. — εὔχομαι, ἔφη.
——“正是如此,”他说。——“因此从今天起,我们绝不去考察和审视别的东西到底如何或处于何种状态——既不考察田庄,也不考察奴隶,也不考察马匹或猎犬——而是考察我们的判断。”——“但愿如此,”他说。
— ὁρᾷς οὖν, ὅτι σχολαστικόν σε δεῖ γενέσθαι, τοῦτο τὸ ζῷον οὗ πάντες καταγελῶσιν, εἴπερ ἄρα θέλεις ἐπίσκεψιν τῶν σαυτοῦ δογμάτων ποιεῖσθαι.
——“那么你明白了吧,如果你真想对自己的判断进行审视,你就必须成为一个学者,即人人嘲笑的那种生物。
τοῦτο δʼ ὅτι μιᾶς ὥρας ἢ ἡμέρας οὐκ ἔστιν,4 ἐπινοεῖς καὶ αὐτός.
而这并非一朝一夕之功,你自己也是心里有数的。”
- 1.11.24ὅ τις αὑτῷ προσῆκον οἴεται διὰ τὸ φιλόστοργος εἶναι, τοῦτο τοῖς ὁμοίως φιλοστοργοῦσιν μὴ ἐφιέναι
不定词短语 μὴ ἐφιέναι 充当带有省略系动词的表语 ἄνισον καὶ ἄγνωμον [ἐστί] 的主语,指示词 ἐκεῖνο 作为预备主语引出该短语。关系从句 ὅ ... οἴεται 的内容由代词 τοῦτο 复指,充当 ἐφιέναι 的直接宾语。此外,在 διὰ τὸ φιλόστοργος εἶναι 结构中,因定冠词不定词的逻辑主语与从属从句的主语(τις)一致,表语名词 φιλόστοργος 保持为主格同化现象。
- 1.11.27ἀλλὰ τοιοῦτόν τι ἄν, οἷον καὶ ἐν Ῥώμῃ τινὰ ἦν τὸ κινοῦν
在短语 ἀλλὰ τοιοῦτόν τι ἄν 中,伴随潜能小辞 ἄν 省略了系动词(如 εἴη 或 ἦν)。紧接的关系分句 οἷον καὶ ἐν Ῥώμῃ τινὰ ἦν τὸ κινοῦν 中,中性关系词 οἷον 承接先行词 τοιοῦτόν τι,带冠词分词 τὸ κινοῦν 作主语,τινά 作其直接宾语。
- 1.11.32καὶ σοὶ τότε φεύγειν τοῦτο αὐτὸ ὅτι ἔδοξέν σοι
这是一个承接前句(οὐκ οὖν καὶ τῷ Ἀχιλλεῖ τοῦτο αἴτιον τοῦ πενθεῖν ... ἀλλʼ ὅτι ἔδοξεν αὐτῷ)骨架的高度省略句。与格 σοί 与不定词 φεύγειν 搭配(相当于 τοῦ φεύγειν 或省略了 αἴτιον ἦν),表达“对你而言,当时逃跑的原因也正是由于在你看来应当如此”,τοῦτο αὐτό 与 ὅτι 引导的从句构成同位语。
- 1.11.40τοῦτο δʼ ὅτι μιᾶς ὥρας ἢ ἡμέρας οὐκ ἔστιν
属格短语 μιᾶς ὥρας ἢ ἡμέρας 属于表示性质、属性或时间花费的表语属格,意为“(这件事情)不是属于一小时或一天的事/并非一朝一夕之功”。从句主语 τοῦτο 指代前句提到的对自己判断的审视。
