- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:1.11.1-1.11.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
一位官员为自己因“出于天性的亲情”而抛下患病女儿逃跑的行为辩解,爱比克泰德由此阐明掌握判断标准的必要性,并开始逻辑性地考察这种违背理性的举动是否真正符合亲情。
ἀφικομένου δέ τινος πρὸς αὐτὸν τῶν ἐν τέλει πυθόμενος παρʼ αὐτοῦ τὰ ἐπὶ μέρους ἠρώτησεν,1 εἰ καὶ τέκνα εἴη αὐτῷ καὶ γυνή.
一位官员来到他那里,爱比克泰德向他询问了个人情况后,又问他是否也有妻儿。
τοῦ δʼ ὁμολογήσαντος προσεπύθετο· πῶς τι οὖν χρῇ τῷ πράγματι; — ἀθλίως, ἔφη.
那人承认之后,爱比克泰德接着问:“那么你在家庭生活上过得如何?”——“很痛苦,”那人说。
— καὶ ὅς· τίνα τρόπον; οὐ γὰρ δὴ τούτου γʼ ἕνεκα γαμοῦσιν ἄνθρωποι καὶ παιδοποιοῦνται, ὅπως ἄθλιοι ὦσιν, ἀλλὰ μᾶλλον ὅπως εὐδαίμονες.
——爱比克泰德说:“怎么会这样呢?因为人们结婚生子绝不是为了痛苦,而毋宁是为了幸福。”
— ἀλλʼ ἐγώ, ἔφη, οὕτως ἀθλίως ἔχω περὶ τὰ παιδάρια, ὥστε πρῴην νοσοῦντός μου τοῦ θυγατρίου καὶ δόξαντος κινδυνεύειν οὐχ ὑπέμεινα οὐδὲ παρεῖναι αὐτῷ νοσοῦντι, φυγὼν δʼ ᾠχόμην, μέχρις οὗ προσήγγειλέ τις μοι ὅτι ἔχει καλῶς.
——“但我,”那人说,“在孩子们的事情上感到非常痛苦,以至于前不久我的小女儿生病、看似危在旦夕时,我甚至无法忍受守在生病的她身边,而是逃跑离开了,直到有人向我报告她转危为安。”
— τί οὖν; ὀρθῶς φαίνει σαυτῷ ταῦτα πεποιηκέναι; — φυσικῶς, ἔφη. — ἀλλὰ μὴν τοῦτό με πεῖσον, ἔφη, σύ, διότι φυσικῶς, καὶ ἐγώ σε πείσω, ὅτι πᾶν τὸ κατὰ φύσιν γινόμενον ὀρθῶς γίνεται.
——“那么,你觉得自己这样做是正确的吗?”——“这是出于天性,”那人说。——“那么,”爱比克泰德说,“请你向我证明这一点,即这是出于天性,而我将向你证明,一切顺应自然发生的事都是正当发生的。”
— τοῦτο, ἔφη, πάντες ἢ οἵ γε πλεῖστοι πατέρες πάσχομεν. — οὐδʼ ἐγώ σοι ἀντιλέγω, ἔφη, ὅτι οὐ γίνεται, τὸ δʼ ἀμφισβητούμενον ἡμῖν ἐκεῖνό ἐστιν, εἰ ὀρθῶς.
——“这是,”那人说,“所有父亲或者至少大多数父亲都会经历的。”——“我并不是,”爱比克泰德说,“反驳你说这种事没有发生;我们之间所争论的是这一点:它是否正当。
ἐπεὶ τούτου γʼ ἕνεκα καὶ τὰ φύματα δεῖ λέγειν ἐπʼ ἀγαθῷ γίνεσθαι τοῦ σώματος, ὅτι γίνεται,2 καὶ ἁπλῶς τὸ ἁμαρτάνειν εἶναι κατὰ φύσιν, ὅτι πάντες σχεδὸν ἢ οἵ γε πλεῖστοι ἁμαρτάνομεν.
因为照此说来,人们也必须说脓疮产生是为了身体的好处,仅仅因为它们确实产生了;而且简而言之,必须说犯错是顺应自然的,因为我们几乎所有人,或者至少绝大多数人都会犯错。
δεῖξον οὖν μοι σύ, πῶς κατὰ φύσιν ἐστίν. — οὐ δύναμαι, ἔφη· ἀλλὰ σύ μοι μᾶλλον δεῖξον, πῶς οὐκ ἔστι κατὰ φύσιν οὐδʼ ὀρθῶς γίνεται.
因此,请你向我指明,这究竟如何是顺应自然的。”——“我办不到,”那人说,“不如由你向我指明,这如何不是顺应自然的,也不是正当发生的。”
— καὶ ὅς· ἀλλʼ εἰ ἐζητοῦμεν, ἔφη, περὶ λευκῶν καὶ μελάνων, ποῖον ἂν κριτήριον παρεκαλοῦμεν πρὸς διάγνωσιν αὐτῶν; — τὴν ὅρασιν, ἔφη. — τί δʼ εἰ περὶ θερμῶν καὶ ψυχρῶν καὶ σκληρῶν καὶ μαλακῶν, ποῖόν τι; — τὴν ἁφήν. —
——爱比克泰德说:“那么,如果我们是在探究白色和黑色的事物,我们会借助怎样的判断标准来辨别它们呢?”——“视觉,”那人说。——“如果探究的是冷热与软硬的事物,又是怎样的标准呢?”——“触觉。”
οὐκοῦν, ἐπειδὴ περὶ τῶν κατὰ φύσιν καὶ τῶν ὀρθῶς ἢ οὐκ ὀρθῶς γινομένων ἀμφισβητοῦμεν, ποῖον θέλεις κριτήριον παραλάβωμεν;
—— “既然如此,当我们争论顺应自然的事物以及发生得正确与否的事物时,你希望我们采用怎样的判断标准呢?”
— οὐκ οἶδʼ, ἔφη. — καὶ μὴν τὸ μὲν τῶν χρωμάτων καὶ ὀσμῶν, ἔτι δὲ χυλῶν κριτήριον ἀγνοεῖν τυχὸν οὐ μεγάλη ζημία, τὸ δὲ τῶν ἀγαθῶν καὶ τῶν κακῶν καὶ τῶν κατὰ φύσιν καὶ παρὰ φύσιν τῷ ἀνθρώπῳ δοκεῖ σοι μικρὰ ζημία εἶναι τῷ ἀγνοοῦντι;
——“我不知道,”那人说。——“然而,不知道颜色、气味乃至味道的判断标准,或许算不上大害;但是,不知道善恶以及对人而言顺应自然与违背自然的判断标准,这对不知者来说,难道你认为是小害吗?”
— ἡ μεγίστη μὲν οὖν. — φέρε, εἰπέ μοι, πάντα ἃ δοκεῖ τισιν εἶναι καλὰ καὶ προσήκοντα, ὀρθῶς δοκεῖ; καὶ νῦν Ἰουδαίοις καὶ Σύροις καὶ Αἰγυπτίοις καὶ Ῥωμαίοις οἷόν τε πάντα τὰ δοκοῦντα περὶ τροφῆς ὀρθῶς δοκεῖν;
——“绝不,而是最大的祸害。”——“那么来吧,告诉我,某些人认为美好且适宜的一切事物,他们的看法全都是正确的吗?现在犹太人、叙利亚人、埃及人和罗马人关于饮食所认为的一切,可能全都是正确的吗?”
— καὶ πῶς οἷόν τε; — ἀλλʼ οἶμαι πᾶσα ἀνάγκη, εἰ ὀρθά ἐστι τὰ Αἰγυπτίων, μὴ ὀρθὰ εἶναι τὰ τῶν ἄλλων, εἰ καλῶς ἔχει τὰ Ἰουδαίων, μὴ καλῶς ἔχειν τὰ τῶν ἄλλων.
——“这怎么可能呢?”——“相反,我认为必然如此:如果埃及人的看法是正确的,其他人的看法就不是正确的;如果犹太人的看法是恰当的,其他人的看法就不是恰当的。”
— πῶς γὰρ οὔ; — ὅπου δʼ ἄγνοια, ἐκεῖ καὶ ἀμαθία καὶ ἡ περὶ τὰ ἀναγκαῖα ἀπαιδευσία.
——“确实如此。”——“而在有无知的地方,也就必然存在着对必要事物的蒙昧与缺乏教养。”
— συνεχώρει. — σὺ οὖν, ἔφη, τούτων αἰσθόμενος οὐδὲν ἄλλο τοῦ λοιποῦ σπουδάσεις οὐδὲ πρὸς ἄλλῳ τινὶ τὴν γνώμην ἕξεις ἢ ὅπως τὸ κριτήριον τῶν κατὰ φύσιν καταμαθὼν τούτῳ προσχρώμενος διακρινεῖς τῶν ἐπὶ μέρους ἕκαστον.
——那人表示赞同。——爱比克泰德说:“既然你意识到了这些,今后除了学会顺应自然的判断标准并运用它来分辨每一件具体的事物之外,你就不要再去热衷别的事,也不要将心思寄托在别处了。
ἐπὶ δὲ τοῦ παρόντος τὰ τοσαῦτα ἔχω σοι πρὸς ὃ βούλει βοηθῆσαι.
不过就眼前而言,对于你所愿求的事,我能向你提供这么多帮助。
τὸ φιλόστοργον δοκεῖ σοι κατὰ φύσιν τʼ εἶναι καὶ καλόν; — πῶς γὰρ οὔ; — τί δέ; τὸ μὲν φιλόστοργον κατὰ φύσιν τʼ ἐστὶ καὶ καλόν, τὸ δʼ εὐλόγιστον οὐ καλόν;
在你看来,亲情既是顺应自然的,又是美好的吗?”——“当然是。”——“那么又如何呢?难道亲情既顺应自然又是美好的,而合乎理性反倒是不美好的吗?”
— οὐδαμῶς. — μὴ τοίνυν μάχην ἔχει τῷ φιλοστόργῳ τὸ εὐλόγιστον; — οὐ δοκεῖ μοι. — εἰ δὲ μή, τῶν μαχομένων ἀνάγκη θατέρου κατὰ φύσιν3 ὄντος θάτερον εἶναι παρὰ φύσιν; ἢ γὰρ οὔ; — οὕτως, ἔφη.
——“绝非如此。”——“那么,合乎理性难道与亲情相互冲突吗?”——“我认为不。”——“如果冲突,在相互对立的事物中,既然其中一方顺应自然,另一方就必然违背自然,难道不是这样吗?”——“正是如此,”那人说。
— οὐκοῦν ὅ τι ἂν εὑρίσκωμεν ὁμοῦ μὲν φιλόστοργον ὁμοῦ δʼ εὐλόγιστον, τοῦτο θαρροῦντες ἀποφαινόμεθα ὀρθόν τε εἶναι καὶ καλόν;
——“那么,凡是我们发现既合乎亲情又合乎理性的事物,我们都可以满怀信心地断定它是既正确又美好的吗?”
— ἔστω, ἔφη. — τί οὖν; ἀφεῖναι νοσοῦν τὸ παιδίον καὶ ἀφέντα ἀπελθεῖν ὅτι μὲν οὐκ εὐλόγιστον οὐκ οἶμαί σʼ ἀντερεῖν. ὑπολείπεται δʼ ἡμᾶς σκοπεῖν εἰ φιλόστοργον. — σκοπῶμεν δή. —
——“就算是这样吧,”那人说。——“那么怎样呢?抛弃生病的孩子并弃之而去,这并不合乎理性,我想你不会反对。剩下的就是让我们考察它是否合乎亲情了。”——“那就让我们考察吧。”
ἆρʼ οὖν σὺ μὲν ἐπειδὴ φιλοστόργως διέκεισο πρὸς τὸ παιδίον, ὀρθῶς ἐποίεις φεύγων καὶ ἀπολείπων αὐτό; ἡ μήτηρ δʼ οὐ φιλοστοργεῖ τὸ παιδίον; — Φιλοστοργεῖ μὲν οὖν.
—— “那么,难道因为你对孩子怀有亲情,你逃跑并抛弃她就是做得正确吗?难道母亲不对孩子怀有亲情吗?”——“她当然怀有亲情。”
- 1.11.1ἀφικομένου δέ τινος πρὸς αὐτὸν τῶν ἐν τέλει πυθόμενος παρʼ αὐτοῦ τὰ ἐπὶ μέρους ἠρώτησεν
句首的 ἀφικομένου... τινος 为属格独立结构。主句主语(爱比克泰德)承前省略,不定过去时分词 πυθόμενος 与之在性数格上一致,修饰主要动词 ἠρώτησεν。τῶν ἐν τέλει 是修饰 τινος 的部分属格(“官员中的某一位”)。
- 1.11.7ἐπεὶ τούτου γʼ ἕνεκα καὶ τὰ φύματα δεῖ λέγειν ἐπʼ ἀγαθῷ γίνεσθαι τοῦ σώματος, ὅτι γίνεται
ἐπεί 是引出反驳的连词(意为“否则、按照那个逻辑”)。τούτου γʼ ἕνεκα 指代对方提出的前提(“仅仅根据这一点,即它确实发生了”),构成归谬法,以此指出将“事实上的发生”等同于“规范上的合乎自然”是荒谬的。
- 1.11.18εἰ δὲ μή, τῶν μαχομένων ἀνάγκη θατέρου κατὰ φύσιν ὄντος θάτερον εἶναι παρὰ φύσιν;
εἰ δὲ μή 为惯用的紧缩条件句(“若不然 / 假若它们确实冲突”)。τῶν μαχομένων 为限定属格(“在相冲突的事物中”);θατέρου... ὄντος 为属格独立结构(“在其中一方顺应自然时”),构成了受 ἀνάγκη 支配的“宾格加不定式”结构(θάτερον εἶναι παρὰ φύσιν)的前提条件。
