← 爱比克泰德

谈话录

§1.1.1-1.1.15

理性能力的自审与对表象的正当运用

爱比克泰德论述道:唯有理性能力即对表象的正当运用能够审查自身,且唯有它被众神置于我们的权能之中,而执着于外在事物则是使人沉沦与受缚的根源。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1.1

τῶν ἄλλων δυνάμεων οὐδεμίαν εὑρήσετε αὐτὴν αὑτῆς θεωρητικήν, οὐ τοίνυν οὐδὲ δοκιμαστικὴν ἢ ἀποδοκιμαστικήν.

在其余的诸种能力之中,你们将找不到任何一种能够考察自身的,因而也不能对自身进行赞许或排斥。

§1.1.2

ἡ γραμματικὴ μέχρι τίνος κέκτηται τὸ θεωρητικόν; μέχρι τοῦ διαγνῶναι τὰ γράμματα. ἡ μουσική; μέχρι τοῦ διαγνῶναι τὸ μέλος.

文法学拥有的考察能力达到了何种限度?只达到辨识字形为止。音乐学呢?只达到辨识曲调为止。

§1.1.3

αὐτὴ οὖν αὑτὴν θεωρεῖ τις αὐτῶν; οὐδαμῶς. ἀλλʼ ὅτε μέν, ἄν τι γράφῃς τῷ ἑταίρῳ, δεῖ τούτων τῶν γραπτέων,1 ἡ γραμματικὴ ἐρεῖ· πότερον δὲ γραπτέον τῷ ἑταίρῳ ἢ οὐ γραπτέον, ἡ γραμματικὴ οὐκ ἐρεῖ. καὶ περὶ τῶν μελῶν ὡσαύτως ἡ μουσική· πότερον δʼ ᾀστέον νῦν καὶ κιθαριστέον ἢ οὔτε ᾀστέον οὔτε κιθαριστέον οὐκ ἐρεῖ.

那么,它们中有哪一种能考察自身呢?绝不可能。相反,每当你给同伴写信时,应当使用哪些文字,文法学能够说明;但究竟该不该给同伴写信,文法学却不会说明。关于乐曲,音乐学也是如此:现在该不该歌唱和弹奏齐特拉琴,抑或既不该歌唱也不该弹琴,它绝不会说明。

§1.1.4

τίς οὖν ἐρεῖ; ἡ καὶ αὑτὴν θεωροῦσα καὶ τἆλλα πάντα. αὕτη δʼ ἐστὶ τίς; ἡ δύναμις ἡ λογική· μόνη γὰρ αὕτη καὶ αὑτὴν κατανοήσουσα παρείληπται, τίς τέ ἐστι καὶ τί δύναται καὶ πόσου ἀξία οὖσα ἐλήλυθεν,2 καὶ τὰς ἄλλας ἁπάσας.

那么,究竟谁来说明呢?是既考察自身又考察其余一切的那种能力。这究竟是何种能力呢?是理性的能力。因为唯独它被赋予了既能理解自身——它是何物、有何能力、以何种价值来到世间——又能理解其余一切能力的功能。

§1.1.5

τί γάρ ἐστιν ἄλλο τὸ λέγον ὅτι χρυσίον καλόν ἐστιν; αὐτὸ γὰρ οὐ λέγει. δῆλον ὅτι ἡ χρηστικὴ δύναμις ταῖς φαντασίαις.

因为除了它,还有什么能说明黄金是美的呢?毕竟黄金自身不会这么说。显然,正是那运用表象的能力。

§1.1.6

τί ἄλλο τὸ μουσικήν, γραμματικήν, τὰς ἄλλας δυνάμεις διακρῖνον, δοκιμάζον τὰς χρήσεις αὐτῶν καὶ τοὺς καιροὺς παραδεικνύον; οὐδὲν ἄλλο.

除了它,还有什么能区分音乐学、文法学以及其他能力,审查它们的使用并指明其适宜的时机呢?别无他物。

§1.1.7

ὥσπερ οὖν ἦν ἄξιον, τὸ κράτιστον ἁπάντων καὶ κυριεῦον οἱ θεοὶ μόνον ἐφʼ ἡμῖν ἐποίησαν, τὴν χρῆσιν τὴν ὀρθὴν ταῖς φαντασίαις, τὰ δʼ ἄλλα οὐκ ἐφʼ ἡμῖν. ἆρά γε ὅτι οὐκ ἤθελον;

因此,正如同理所应当的那样,众神只把一切之中最强有力且居于支配地位的东西——对表象的正当运用——置于我们自身权能之内,而把其余的事物排除在我们权能之外。难道是因为他们不愿如此吗?

§1.1.8

ἐγὼ μὲν δοκῶ ὅτι, εἰ ἠδύναντο, κἀκεῖνα ἂν ἡμῖν ἐπέτρεψαν· ἀλλὰ πάντως οὐκ ἠδύναντο.

我个人认为,假若他们能够做到,他们也会把那些事物托付给我们;然而他们完全无法做到。

§1.1.9

ἐπὶ γῆς γὰρ ὄντας καὶ σώματι συνδεδεμένους τοιούτῳ καὶ κοινωνοῖς τοιούτοις πῶς οἷόν τʼ ἦν εἰς ταῦτα ὑπὸ τῶν ἐκτὸς μὴ ἐμποδίζεσθαι; ἀλλὰ τί λέγει ὁ Ζεύς;

因为居于大地之上,受缚于这具肉躯与这样的同伴,在这些事上怎可能不受外部事物的阻碍呢? 然而宙斯是怎么说的呢?

§1.1.10

Ἐπίκτητε, εἰ οἷόν τε ἦν, καὶ τὸ σωμάτιον ἄν σου καὶ τὸ κτησίδιον ἐποίησα ἐλεύθερον καὶ ἀπαραπόδιστον.

“爱比克泰德啊,倘若可能,我本会让你那微不足道的肉躯与微薄的财产也变得自由而畅通无阻。

§1.1.11

νῦν δέ, μή σε λανθανέτω, τοῦτο οὐκ ἔστιν σόν, ἀλλὰ πηλὸς κομψῶς πεφυραμένος.

然而实际上——你不可不知——这并非你自身所有,而不过是巧妙揉捏而成的泥土。

§1.1.12

ἐπεὶ δὲ τοῦτο οὐκ ἠδυνάμην, ἐδώκαμέν σοι μέρος τι ἡμέτερον, τὴν δύναμιν ταύτην τὴν ὁρμητικήν τε καὶ ἀφορμητικὴν καὶ ὀρεκτικήν τε καὶ ἐκκλιτικὴν καὶ ἁπλῶς τὴν χρηστικὴν ταῖς φαντασίαις, ἧς ἐπιμελούμενος καὶ ἐν ᾗ τὰ σαυτοῦ τιθέμενος οὐδέποτε κωλυθήσῃ, οὐδέποτʼ ἐμποδισθήσῃ, οὐ στενάξεις, οὐ μέμψῃ, οὐ κολακεύσεις οὐδένα. τί οὖν; μή τι μικρά σοι φαίνεται ταῦτα; μὴ γένοιτο.

既然我无法做到那一节,我们便赐予了你我们自身的一部分,即这推动与阻止、欲求与规避的能力,简言之,即运用表象的能力。若你精心呵护这一能力并将属于自己的事物寄托于此,你就绝不会受阻,绝不会被妨碍,你将不叹息、不抱怨、不对任何人谄媚。如何?难道这些在你看来是微不足道的吗?” “绝非如此。”

§1.1.13

ἀρκῇ οὖν αὐτοῖς; εὔχομαι δὲ τοῖς θεοῖς.3

“那么,你知足于这些吗?” “我唯有向诸神祈愿如此。”

§1.1.14

νῦν δʼ ἑνὸς δυνάμενοι ἐπιμελεῖσθαι καὶ ἑνὶ προσηρτηκέναι ἑαυτοὺς μᾶλλον θέλομεν πολλῶν ἐπιμελεῖσθαι καὶ πολλοῖς προσδεδέσθαι καὶ τῷ σώματι καὶ τῇ κτήσει καὶ ἀδελφῷ καὶ φίλῳ καὶ τέκνῳ καὶ δούλῳ.

然而如今,我们明明能够照料这唯一之事并将自身系于此一事上,反而宁愿去照料诸多事物,将自己捆绑于诸多事物之上——既受制于肉躯,又受制于财产,受制于兄弟、朋友、儿女与奴仆。

§1.1.15

ἅτε οὖν πολλοῖς προσδεδεμένοι βαρούμεθα ὑπʼ αὐτῶν καὶ καθελκόμεθα.

因此,由于被羁绊于众多事物之中,我们便被它们所压垮,被它们向下拖拽。

语法注3 条
  1. 1.1.3δεῖ τούτων τῶν γραπτέων

    非人称动词 δεῖ 在此并非接“宾格加不定式”,而是直接支配表示所需求事物的属格(δεῖ τινός,“需要某物”)。τούτων τῶν γραπτέων 是动形词 γραπτέος 的中性复数属格作名词化使用,意为“这些应写下的文字/内容”。

  2. 1.1.4πόσου ἀξία οὖσα ἐλήλυθεν

    该句是紧随 τίς τέ ἐστι καὶ τί δύναται 之后的第三个间接疑问从句。πόσου 是表示价值的属格(genitive of value),修饰形容词 ἀξία。限定动词 ἐλήλυθεν 与分词 οὖσα 连用,表示理性能力在人的本性中生成、展现的状态(“具备何等价值而来到/存在”)。

  3. 1.1.13εὔχομαι δὲ τοῖς θεοῖς

    这是对前文提问“你知足于这些吗?”(ἀρκῇ οὖν αὐτοῖς;)的简短回答。连词 δέ 在对话中起承接并回应对方提问的作用。εὔχομαι τοῖς θεοῖς 字面意为“我向诸神祈祷”,但在口语惯用中表达一种谦虚或虔敬的愿望,即“我祈求神明让我能满足于此”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:1.1.1-1.1.15