- 底本
- Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg001.humanitext-grc2:0.0.1-0.0.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿里安阐明本书并非自己意图公开发表而编撰的正式著作,而是爱比克泰德生前授课时的私人记录在不知情下流出;他继而说明这些话语旨在触动听者的心灵以趋向至善。
οὔτε συνέγραψα ἐγὼ τοὺς Ἐπικτήτου λόγους οὕτως ὅπως ἄν τις συγγράψειε τὰ τοιαῦτα οὔτε ἐξήνεγκα εἰς ἀνθρώπους αὐτός, ὅς γε οὐδὲ συγγράψαι φημί.1
我并没有像人们编撰此类著作那样去编撰爱比克泰德的话语,而既然我说自己根本未曾编撰,我自己也没有将其公之于众。
ὅσα δὲ ἤκουον αὐτοῦ λέγοντος, ταῦτα αὐτὰ ἐπειράθην αὐτοῖς ὀνόμασιν ὡς οἷόν τε ἦν γραψάμενος ὑπομνήματα εἰς ὕστερον ἐμαυτῷ διαφυλάξαι τῆς ἐκείνου διανοίας καὶ παρρησίας.
然而,凡是我听见他所说的,我都尽可能用原话记录下来,努力为自己保留到日后,作为他的思想与坦诚言论的备忘录。
ἔστι δὴ τοιαῦτα ὥσπερ εἰκὸς ὁποῖα ἄν τις αὐτόθεν ὁρμηθεὶς εἴποι πρὸς ἕτερον, οὐχ ὁποῖα ἂν ἐπὶ τῷ ὕστερον ἐντυγχάνειν τινὰς αὐτοῖς συγγράφοι.
因此,这些话语自然正如人们凭当时的情感冲动对另一人所说的那样,而绝非人们为了让日后某些人展卷阅读而撰写的那种作品。
τοιαῦτα δʼ ὄντα οὐκ οἶδα ὅπως οὔτε ἑκόντος ἐμοῦ οὔτε εἰδότος ἐξέπεσεν εἰς ἀνθρώπους.
尽管是这样的作品,不知怎的,既非出于我的意愿,也未经我知晓,便流传到了人间。
ἀλλʼ ἐμοί γε οὐ πολὺς λόγος, εἰ οὐχ ἱκανὸς φανοῦμαι συγγράφειν, Ἐπικτήτῳ τε οὐδʼ ὀλίγος, εἰ καταφρονήσει τις αὐτοῦ τῶν λόγων, ἐπεὶ καὶ λέγων αὐτοὺς οὐδενὸς ἄλλου δῆλος ἦν ἐφιέμενος ὅτι μὴ κινῆσαι2 τὰς γνώμας τῶν ἀκουόντων πρὸς τὰ βέλτιστα.
但是,若我显得无力著述,对我来说本无所谓;若有人轻蔑他的话语,对爱比克泰德更毫无所谓;因为就连他在讲这些话时也显然除了促使听者的心志趋向至善之外,别无所求。
εἰ μὲν δὴ τοῦτό γε αὐτὸ διαπράττοιντο οἱ λόγοι οὗτοι, ἔχοιεν ἂν οἶμαι ὅπερ χρὴ ἔχειν τοὺς τῶν φιλοσόφων λόγους· εἰ δὲ μή, ἀλλʼ ἐκεῖνο ἴστωσαν οἱ ἐντυγχάνοντες ὅτι, αὐτὸς ὁπότε ἔλεγεν αὐτούς, ἀνάγκη ἦν τοῦτο πάσχειν τὸν ἀκροώμενον αὐτῶν ὅπερ ἐκεῖνος αὐτὸν παθεῖν ἠβούλετο.
如果这些言论恰恰能实现这一点,我认为它们便具备了哲学家的言论所应当具备的特质;若非如此,也请读者知晓:当他亲自讲出这些话时,听者必然会感受到他期望其所感受到的一切。
εἰ δʼ οἱ λόγοι αὐτοὶ ἐφʼ αὑτῶν τοῦτο οὐ διαπράττονται, τυχὸν μὲν ἐγὼ αἴτιος, τυχὸν δὲ3 καὶ ἀνάγκη οὕτως ἔχειν. ἔρρωσο.
如果这些言论仅凭自身无法做到这一点,或许责任在我,或许这本就是必然的。祝好。
- 0.0.1ὅς γε οὐδὲ συγγράψαι φημί
关系代词 ὅς 以主句的主语(第一人称 ἐγώ)为先行词,与小词 γε 连用,强调其自身立场(“既然我连编撰都说不上……”)。οὐδέ 直接修饰不定式 συγγράψαι,表示“甚至未曾编撰”。
- 0.0.5ὅτι μὴ κινῆσαι
短语 ὅτι μή 紧承否定词(οὐδενὸς ἄλλου),构成表示“除了……之外”的惯用表达(相当于拉丁语 nisi)。不定式 κινῆσαι 具体说明分词 ἐφιέμενος 所追求的行为,意为“除了打动……之外,别无所求”。
- 0.0.8τυχὸν μὲν ... τυχὸν δὲ
τυχόν 是动词 τυγχάνω 的第二不定过去时主动分词中性单数宾格,源自无人称动词的绝对宾格,在此转作副词使用,意为“或许/可能”(相当于拉丁语 fortasse)。与 μέν...δέ 呼应,并列引出两种推测性的缘由。
