← 阿斯克列庇欧多图斯 (哲学家)

战术学

§41-44

方阵士兵的三种战术间距与阵线正面宽度

阐释方阵步兵间的三种战术间距(四肘自然间距、二肘紧缩间距、一肘连盾间距)及其作战功用,并依据正面领列官人数测算出各间距下全军阵线的展开宽度。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§41

τοῦτον δὴ τὸν τρόπον ἐξομοιωθέντων τῷ ὅλῳ τῶν μορίων1 ἑξῆς ἂν εἴη ῥητέον περὶ διαστημάτων κατά τε μῆκος καὶ βάθος· τριττὰ γὰρ ἐξηύρηται πρὸς τὰς τῶν πολεμίων χρείας, τό τε ἀραιότατον, καθʼ ὃ ἀλλήλων ἀπέχουσι κατά τε μῆκος καὶ βάθος ἕκαστοι πήχεις τέσσαρας, καὶ τὸ πυκνότατον, καθʼ ὃ συνησπικὼς ἕκαστος ἀπὸ τῶν ἄλλων πανταχόθεν διέστηκεν πηχυαῖον διάστημα, τό τε μέσον, ὃ καὶ πύκνωσιν ἐπονομάζουσιν, ᾧ διεστήκασι πανταχόθεν δύο πήχεις ἀπʼ ἀλλήλων.

各组成部分既然以此种方式与整体相均等,接下来便当论及在横宽与纵深上的间距。因为针对对敌作战的需要,已制订出三种间距:最开阔者,每人彼此在横宽与纵深上相距四肘;最严密者,每人密接盾牌,在各方向上与他人相距一肘;以及居中者,即人们所称的“紧缩”,在各方向上彼此相距二肘。

§42

γίνεται δὲ μεταβολὴ κατὰ τὰς χρείας ἔκ τινος τούτων εἴς τι τῶν λοιπῶν, καὶ ἤτοι κατὰ μῆκος μόνον, ὃ καὶ ζυγεῖν ἔφαμεν λέγεσθαι, ἢ κατὰ βάθος, τὸ καὶ στοιχεῖν, ἢ κατʼ ἄμφω, ὅπερ ὀνομάζεται κατὰ παραστάτην καὶ ἐπιστάτην.2

根据战况需要,会在这些间距之间相互变换,此种变换或仅在横宽上进行,即我们曾说被称为“横列对齐”者;或在纵深上进行,即“纵列对齐”;或兼顾二者,此即被称为“依列侧与列后”。

§43

δοκεῖ δὲ τὸ τετράπηχυ κατὰ φύσιν εἶναι, ὅθεν οὐδὲ κεῖται ἐπʼ αὐτῷ ὄνομα· ἀναγκαῖον δὲ τὸ δίπηχυ καὶ ἔτι μᾶλλον τὸ πηχυαῖον. τούτων δὲ τὸ μὲν δίπηχυ κατὰ πύκνωσιν, ἔφην, ἐπωνόμασται, τὸ δὲ πηχυαῖον κατὰ συνασπισμόν. γίνεται δὲ ἡ μὲν πύκνωσις, ὅτʼ ἂν ἡμεῖς τοῖς πολεμίοις τὴν φάλαγγα ἐπάγωμεν, ὁ δὲ συνασπισμός, ὅτʼ ἂν οἱ πολέμιοι ἡμῖν ἐπάγωνται.

四肘的间距被认为是顺应自然的,因此甚至没有赋予它特定的名称;但二肘的间距是不可或缺的,一肘的间距则尤甚。其中,二肘的间距正如我所言被命名为“紧缩”,一肘的间距则被命名为“连盾”。紧缩发生在我们率领方阵向敌人推进之时,而连盾则发生在敌人向我们推进之时。

§44

ἐπεὶ οὖν χίλιοι εἴκοσι τέσσαρές εἰσιν οἱ κατὰ μέτωπον τῆς φάλαγγος ἀφωρισμένοι λοχαγοί, δῆλον ὅτι τεταγμένοι μὲν ἐφέξουσι πήχεις ἓξ καὶ ἐνενήκοντα καὶ τετρακισχιλίους, ὅπερ ἐστὶ στάδια δέκα καὶ πήχεις ἐνενήκοντα ἕξ, πεπυκνωκότες δὲ3 σταδίους πέντε καὶ πήχεις μη, συνησπικότες δὲ σταδίους δύο καὶ ἥμισυ καὶ πήχεις εἴκοσι τέσσαρας, πρὸς ὅ σε δεήσει καὶ τῶν χωρίων τὰς ἐκλογὰς ποιεῖσθαι.

因此,既然方阵正面上指定的领列官共有一千零二十四人,显而易见,他们在常态编列时将占据四千零九十六肘,即十个斯塔德与九十六肘;紧缩时占据五个斯塔德与四十八肘;连盾时占据两个半斯塔德与二十四肘;你也须对照此项数据来选定战场地形。

语法注3 条
  1. 41ἐξομοιωθέντων τῷ ὅλῳ τῶν μορίων

    独立属格结构,由被动分词 ἐξομοιωθέντων 和主语 τῶν μορίων 构成,与格 τῷ ὅλῳ 表示比较与参照的标准(“与整体相均等”)。承接前章通过四分法配置使各级部队战力均等的论述,转入下一议题(间距)。

  2. 42κατὰ παραστάτην καὶ ἐπιστάτην

    战术专有名词,字面义为“依横向邻兵(παραστάτης)与纵向随侍兵(ἐπιστάτης)”。与前文仅在横宽上调整(κατὰ μῆκος μόνον)以及仅在纵深上调整(κατὰ βάθος)相对立,指在横列与纵深两个维度上同时缩减或变换间距(κατʼ ἄμφω)。

  3. 44τεταγμένοι μὲν ... πεπυκνωκότες δὲ ... συνησπικότες δὲ

    三个分词短语构成平行对照,分别对应领列官在三种战术间距下的编队状态:τεταγμένοι 指未经赋予特定名称的四肘自然编队,πεπυκνωκότες 指二肘的紧缩阵型,συνησπικότες 指一肘的连盾密接阵型,充当正面宽度计算的条件设定。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0556.tlg001.humanitext-grc2:41-44