- 底本
- Asclepiodotus. Aeneas Tacticus; Asclepiodotus; Onasander. Oldfather, William Abbott, editor. London: William Heinemann; New York: G. P. Putnam's Sons, 1923 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0556.tlg001.humanitext-grc2:51-52
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了马其顿方阵盾牌与长矛(萨里沙)的规格,阐明前五列长矛向前突出的间距构造,以及后列士兵通过身体重压防止前线溃逃的作用。
τῶν δὲ φάλαγγος ἀσπίδων ἀρίστη ἡ Μακεδονικὴ χαλκῆ ὀκτωπάλαιστος, οὐ λίαν κοίλη· δόρυ δὲ αὖ οὐκ ἔλαττον δεκαπήχεος, ὥστε τὸ προπῖπτον αὐτοῦ εἶναι οὐκ ἔλαττον ἢ ὀκτάπηχυ, οὐ μὴν οὐδὲ μεῖζον ἐτέλεσαν δύο καὶ δέκα πηχέων,1 ὥστε τὴν πρόπτωσιν εἶναι δεκάπηχυν, ᾧ δὴ καὶ ἡ Μακεδονικὴ φάλαγξ χρωμένη ἐν καταπύκνῳ στάσει ἀνύποιστος εἶναι ἐδόκει τοῖς πολεμίοις. εὔδηλον γάρ, ὅτι τῶν μέχρι τοῦ πέμπτου ζυγοῦ τὰ δόρατα προπίπτει τοῦ μετώπου· οἱ μὲν γὰρ ἐν τῷ δευτέρῳ ζυγῷ πήχεσι δυσὶν ὑποβεβηκότες ὀκτὼ πηχέων τὴν τοῦ μετώπου ποιοῦνται πρόπτωσιν, ἓξ δὲ οἱ ἐν τῷ τρίτῳ ζυγῷ, οἱ δʼ ἐν τῷ τετάρτῳ τεσσάρων, δύο δὲ οἱ ἐν τῷ πέμπτῳ, προβεβλημέναι δὲ τοῦ πρώτου ζυγοῦ πέντε σάρισσαι.2
在方阵的盾牌中,最好的是马其顿式青铜盾,宽八掌,凹面不太深;至于长矛,则不少于十肘,以致矛身向前突出的部分不少于八肘;当然,他们制作的矛也不会长于十二肘,以致突出部分为十肘。马其顿方阵正是装备此种长矛,在完全严密的阵势下,显得令敌人难以抵挡。因为显然可知,直至第五列人员的长矛都会突出于正面之前:位于第二列者后撤两肘,故在正面形成八肘的突出;第三列者突出六肘,第四列者四肘,第五列者两肘;从而在第一列之前有五柄萨里沙长矛伸出。
καὶ Μακεδόνες μὲν οὕτω τῷ στοίχῳ, φασί, τῶν δοράτων οὐ μόνον τῇ ὄψει τοὺς πολεμίους ἐκπλήττουσιν, ἀλλὰ καὶ τῶν λοχαγῶν ἕκαστον παραθαρσύνουσι πέντε δυνάμεσι πεφρουρημένον· οἱ δὲ μετὰ τὸ πέμπτον ζυγόν, εἰ καὶ μὴ τὰς σαρίσσας προάγουσι τοῦ μετώπου, ἀλλὰ τοῖς γε σώμασιν ἐπιβρίθοντες ἀνελπιστίαν τοῖς πρωτοστάταις φυγῆς παρέχονται.3 ἔνιοι δὲ τὰς τοῦ μετώπου προπιπτούσας ἀκμὰς ἐξισοῦσθαι βουλόμενοι τὰ δόρατα τῶν ὀπίσω ζυγῶν αὔξουσιν.
据说,马其顿人以这长矛之列,不仅在视觉上震慑敌人,而且让每位领列官因有五重力量护卫而受到鼓舞。至于第五列之后的人员,即便其萨里沙长矛并不伸出正面之外,但至少凭借身体向前施加重压,使前列兵断绝逃脱之念。不过,有些人为了使正面突出的矛尖齐平,便加长后方各列的长矛。
- 51οὐ μὴν οὐδὲ μεῖζον ἐτέλεσαν δύο καὶ δέκα πηχέων
动词 ἐτέλεσαν 为第三人称复数不定过去时,未明示主语,此处充当泛指兵器制造者或军制制定者的泛称主语。两肘与十肘(十二肘)的属格 δύο καὶ δέκα πηχέων 受比较级 μεῖζον 支配,为比较属格。
- 51προβεβλημέναι δὲ τοῦ πρώτου ζυγοῦ πέντε σάρισσαι
位于句末的这一短语可视为省略了系动词 εἰσί 的独立从句/主句。τοῦ πρώτου ζυγοῦ 是表示分离或方位的属格,意为“在第一列之前”。
- 52ἀνελπιστίαν τοῖς πρωτοστάταις φυγῆς παρέχονται
φυγῆς 是依附于名词 ἀνελπιστίαν(无希望、绝望)的宾格性属格,意为“断绝逃跑的希望(使逃跑成为不可能)”。中动相动词 παρέχονται 表示“提供、促成”。
