- 底本
- Asclepiodotus. Aeneas Tacticus; Asclepiodotus; Onasander. Oldfather, William Abbott, editor. London: William Heinemann; New York: G. P. Putnam's Sons, 1923 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0556.tlg001.humanitext-grc2:31-36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节阐述了方阵及其各级编制(翼、师、千人队、联合队等)按四分比例配置以保持战力均衡的几何学原则,同时说明在小队内部则依据体魄与智虑等个体素质进行前后列配置,并对列长与尾将的职能作出明确规定。
διατέτακται δὲ ἥ τε ὅλη φάλαγξ καὶ τὰ μέρη κατὰ τετράδα, ὥστε τῶν τεσσάρων ἀποτομῶν τὴν μὲν ἀρίστην κατʼ ἀρετὴν τοῦ δεξιοῦ κέρατος τετάχθαι δεξιάν, τὴν δὲ δευτέραν ἀριστερὰν τοῦ λαιοῦ καὶ δεξιὰν τὴν τρίτην, τὴν δὲ τετάρτην τοῦ δεξιοῦ λαιάν. οὕτω γὰρ διατεταγμένων1 ἴσον εἶναι συμβήσεται κατὰ δύναμιν τὸ δεξιὸν κέρας τῷ λαιῷ· τὸ γὰρ ὑπὸ πρώτου καὶ τετάρτου,2 φασὶ γεωμέτριοι, ἴσον ἔσται τῷ ὑπὸ δευτέρου καὶ τρίτου, ἐὰν τὰ τέσσαρα ἀνὰ λόγον ᾖ.
整个方阵及其各部分均按四分法排列,因此在四个截部中,素质最优者排在右翼的右侧,第二优者排在左翼的左侧,第三优者排在左翼的右侧,第四优者排在右翼的左侧。因为若如此排列,便能使右翼在战斗力上与左翼均等;正如几何学家所说,如果四项成比例,则由第一项与第四项构成的矩形面积必等于由第二项与第三项构成的矩形面积。
τὸν αὐτὸν δὲ τρόπον καὶ ἑκάστην ἀποτομὴν ἤτοι φαλαγγαρχίαν διακοσμήσομεν· ἐπεὶ γὰρ ἥμισυ μὲν αὐτῆς ἐστιν ἡ μεραρχία, τέταρτον δὲ ἡ χιλιαρχία· τὴν μὲν ἀρίστην χιλιαρχίαν τῆς δεξιᾶς μεραρχίας τάξομεν δεξιάν, τὴν δὲ δευτέραν κατʼ ἀρετὴν τῆς λαιᾶς ἀριστεράν, δεξιὰν δὲ τὴν τρίτην, τὴν δὲ ὑπολειπομένην λαιὰν τῆς δεξιᾶς. οὕτω γὰρ ἰσοσθενήσουσι καὶ αἱ μεραρχίαι.
以相同的方式,我们亦将布置每个截部即方阵队;因为其半数为师,四分之一为千人队。因此我们将最优秀的千人队配置在右师的右侧,素质居第二者配置在左师的左侧,第三者配置在其右侧,剩下者则配置在右师的左侧。因为这样一来,各师之间亦将具有同等战力。
καὶ τὰς χιλιαρχίας δὲ ὡς αὔτως διαθήσομεν. καὶ γὰρ τούτων ἥμισυ μέν ἐστιν ἡ πεντακοσιαρχία, τέταρτον δὲ ἡ συνταξιαρχία· οὐκοῦν τὴν μὲν πρώτην καὶ τετάρτην συνταξιαρχίαν τῇ δεξιᾷ πεντακοσιαρχίᾳ νεμοῦμεν τὴν πρώτην ἐν τοῖς δεξιοῖς αὐτῆς μέρεσι τιθέντες, δευτέραν δὲ καὶ τρίτην συνταξιαρχίαν τῇ λαιᾷ πεντακοσιαρχίᾳ προσνεμοῦμεν κατὰ τὸ ἴσον μέρος αὐτῆς τιθέντες.
对于千人队,我们亦作同样的布置。因为它们的半数亦是五百人队,四分之一则是联合队;因此,我们将第一和第四联合队分配给右五百人队,将第一队置于其右侧部分,而将第二和第三联合队配属于左五百人队,置于其相对应的部分。
τὴν δὲ πάλιν συνταξιαρχίαν ἑκάστην ἥμισυ μὲν ἔχουσαν τὴν ταξιαρχίαν, τέταρτον δὲ τὴν τετραρχίαν κατὰ τὸν αὐτὸν λόγον διαθήσομεν, ὥστε τὰς ἐν αὐτῇ ταξιαρχίας ἰσοσθενεῖν. τὸ δʼ ὅμοιον γέγονεν καὶ ἐπὶ τῆς τετραρχίας· καὶ γὰρ ταύτης ἥμισυ μὲν ἡ διλοχία, τέταρτον δὲ ὁ λόχος.
再者,每个联合队以分队为其半数,以四小队为其四分之一,我们将按照相同的比例予以布置,从而使其内部的分队实力均等。同样的情况亦见于四小队;因为其半数为双小队,四分之一为小队。
τὸν μέντοι γε λόχον οὐ κατὰ ταὐτὰ διατάξομεν, ἀλλὰ τοὺς μὲν πρόσω τῶν ἀνδρῶν κατὰ τὴν ῥώμην, τοὺς δʼ ὀπίσω κατὰ τὴν φρόνησιν διαφέροντας, αὐτῶν δὲ τῶν πρόσω τοὺς λοχαγοὺς μεγέθει τε καὶ ῥώμῃ καὶ ἐμπειρίᾳ προὔχοντας τῶν ἄλλων· τοῦτο γὰρ τὸ ζυγὸν συνέχει τὴν φάλαγγα καὶ οἷον τῆς μαχαίρας ἐστὶ τὸ στόμα, ὅθεν καὶ ἀμφιστόμους καλοῦσι τὰς ἀμφοτέρωθεν λοχαγοῖς συνεχομένας τάξεις.
然而,对于小队我们却不按相同方式排列,而是将那些在体力上出众的人置于前列,而在智虑上出众的人置于后列,在最前列的人员中,小队长的体魄、体能和经验均应优于其余人。因为这一列维系着整个方阵,犹如刀剑之锋刃,所以两端均由小队长维系的分队亦被称为“双刃队”。
δεῖ δὲ καὶ τὸ δεύτερον ζυγὸν μὴ πάνυ χεῖρον εἶναι, ἵνα πεσόντος τοῦ λοχαγοῦ ὁ παρεδρεύων προελθὼν εἰς τὸ πρόσω συνέχῃ τὴν φάλαγγα. οἱ δὲ οὐραγοὶ οἵ τʼ ἐν τοῖς λόχοις καὶ οἱ ἔκτακτοι συνέσει τῶν ἄλλων διαφερέτωσαν, οἱ μέν, ἵνα τοὺς ἰδίους κατευθύνωσι λόχους, οἱ δʼ ὅπως στοιχῶσί τε τὰ συντάγματα καὶ ζυγῶσιν ἀλλήλοις τούς τε λειποτακτοῦντας διὰ δειλίαν εἰς τάξιν ἐπανάγοιεν καὶ ἐν τοῖς συνασπισμοῖς συνεδρεύειν ἀναγκάζοιεν.3
第二列亦不可大为逊色,以便小队长阵亡时,随侍在旁者能移至前列并维系方阵。至于队内与编制外的尾将,在明达谋略上均须优于常人:前者是为了引导本小队,后者则是为了使各联合队在纵横队列上互相对齐,将因胆怯而脱队者带回阵中,并强令他们在密接盾牌的紧密阵型中并肩坚守。
- 31οὕτω γὰρ διατεταγμένων
未明示主语的属格独立结构。依据上下文,可补充指代前述各部队或各部分(如 τῶν μερῶν):“因为当它们(各部队)被如此排列时”。
- 31τὸ γὰρ ὑπὸ πρώτου καὶ τετάρτου
希腊几何学的固定熟语,省略了 τὸ ὑπὸ τῶν ... χωρίον(由……所围成的矩形)。指在比例式 a : b = c : d 中,第一项与第四项(外项)相乘构成的矩形面积等于第二项与第三项(内项)构成的矩形面积。
- 36οἱ μέν, ἵνα τοὺς ἰδίους κατευθύνωσι λόχους, οἱ δʼ ὅπως στοιχῶσί τε τὰ συντάγματα καὶ ζυγῶσιν ἀλλήλοις τούς τε λειποτακτοῦντας διὰ δειλίαν εἰς τάξιν ἐπανάγοιεν καὶ ἐν τοῖς συνασπισμοῖς συνεδρεύειν ἀναγκάζοιεν
由前句祈使语气 διαφερέτωσαν 所引导的目的从句。前半部分采用 ἵνα 搭配虚拟语气(κατευθύνωσι),后半部分采用 ὅπως 搭配虚拟语气(στοιχῶσι, ζυγῶσιν),随后转换为祈愿语气(ἐπανάγοιεν, ἀναγκάζοιεν)。尽管语气发生交替,但在语法功能上均并列表示目的。
