- 底本
- Asclepiodotus. Aeneas Tacticus; Asclepiodotus; Onasander. Oldfather, William Abbott, editor. London: William Heinemann; New York: G. P. Putnam's Sons, 1923 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0556.tlg001.humanitext-grc2:27-210
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阐明方阵兵员之适宜总数(即二的幂,共一万六千三百八十四人),并详述从小队到完整方阵的各级编制单位名称与规模,以及编制外人员的职能演变。
ὁπόσον δὲ δεῖ τὸ πλῆθος εἶναι τῆς φάλαγγος οὐκ εὔλογον διορίζειν· πρὸς γὰρ ἣν ἕκαστος ἔχει παρασκευὴν τοῦ πλήθους καὶ τὸν ἀριθμὸν διοριστέον,1 πλὴν ἐπιτήδειον ἑκάστοτε εἶναι δεῖ πρὸς τοὺς μετασχηματισμοὺς τῶν ταγμάτων, λέγω δὲ τὰς συναιρέσεις ἤτʼ αὐξήσεις· διʼ ὃ τοὺς ἀρτιάκις ἀρτίους μᾶλλον ἐκλεκτέον ὡς μέχρι μονάδος διαιρεῖσθαι δυναμένους· καὶ τούς γε πλείονας τῶν τακτικῶν εὑρήσεις πεποιηκότας τὴν φάλαγγα τῶν ὁπλιτῶν μυρίων ἑξακισχιλίων τριακοσίων ὀγδοήκοντα τεσσάρων,2 ὡς δίχα διαιρουμένην μέχρι μονάδος, ταύτης δὲ ἡμίσειαν τὴν τῶν ψιλῶν. ὑποκείσθω δʼ οὖν καὶ ἡμῖν τοσούτων ἀνδρῶν εἶναι τὴν φάλαγγα, τὸν δὲ λόχον ἑξκαίδεκα.
方阵的人数应当是多少,并不宜作一概而论的规定;因为应当根据各人所拥有的兵员储备来确定其具体数目,只是无论何时,它都必须适宜于阵型的变换——我指的是缩减或扩充。为此,更应选择偶数倍偶数(即二的幂),因其能够一直平分直至单位一;并且你会发现大多数兵法家将重装步兵方阵定为一万六千三百八十四人,因其能一直二分至单位一,而将轻装兵方阵定为其半数。因此,我们也且设定方阵为如此多的人数,而小队为十六人。
ἔσονται δὴ οἱ μὲν δύο λόχοι διλοχία καὶ ὁ ἐπʼ αὐτοῖς ἄρχων διλοχίτης, οἱ δὲ τούτων διπλάσιοι τετραρχία καὶ ὁ ἐπʼ αὐτοῖς τετράρχης, οἱ δὲ ἔτι τούτων διπλάσιοι τάξις καὶ ὁ ἡγεμὼν ταξίαρχος μὲν πάλαι, νῦν δὲ καὶ ἑκατοντάρχης, οἱ δὲ τῆς τάξεως διπλάσιοι σύνταγμα καὶ ὁ ἐπὶ τούτοις συνταγματάρχης.
于是,两个小队构成双小队,统领他们之官长为双小队长;其两倍为四小队,统领他们者为四小队长;其更进一步之两倍为分队,其统领者古时称为分队长,如今亦称百夫长;分队之两倍为联合队,统领诸人者为联合队长。
τοὺς δὲ ἐκτάκτους τὸ μὲν παλαιὸν ἡ τάξις εἶχεν, ὡς καὶ τοὔνομα σημαίνει, διʼ ὅτι τῆς τάξεως ἐξάριθμοι ὑπῆρχον, στρατοκήρυκα, σημειοφόρον, σαλπιγκτήν, ὑπηρέτην, οὐραγόν· τὸν μέν, ὅπως τῇ φωνῇ σημαίνοι τὸ προσταττόμενον, τὸν δὲ σημείῳ, εἰ μὴ φωνῆς κατακούειν ἐνδέχοιτο διὰ θόρυβον, τὸν δὲ τῇ σάλπιγγι, ὁπότε μηδὲ σημεῖον βλέποιεν διὰ κονιορτόν, καὶ τὸν ὑπηρέτην, ὥστε τι παρακομίσαι τῶν εἰς τὴν χρείαν, τόν γε μὴν ἔκτακτον οὐραγὸν πρὸς τὸ ἐπανάγειν τὸν ἀπολειπόμενον ἐν τῇ τάξει. ὀκτὼ γὰρ ἀνδρῶν ὄντος τοῦ λόχου ὀκταλοχία τὸ τετράγωνον ἐποίει σχῆμα, ὅπερ διὰ τὴν πανταχόθεν ἰσότητα μόνον τῶν μερῶν τῆς φάλαγγος ὁμοίως κατακούειν τῶν προσταττομένων δυνάμενον εὐλόγως τάξις ἐπωνόμαστο·3 διπλασιασθέντος δʼ ὕστερον τοῦ λόχου ἡ συνταξιαρχία τὸ τετράγωνον ἀπετέλεσεν, διʼ ἃ εἰς ταύτην μετῆλθον οἱ ἔκτακτοι.
分队在古代拥有编制外人员,正如其名称所示,因他们处于分队定额数目之外:军使、信号手、号兵、勤务兵以及尾将。其一是为了用声音传达所下达的命令;其二是在因喧嚣而无法听清声音时,用信号传达;其三是在因尘土甚至看不见信号时,用军号传达;勤务兵是为了运送某些实用所需之物;而编制外的尾将则是为了将在队中落伍者带回。因为当小队为八人时,八小队便构成正方形结构,此结构由于各方均等,在方阵各部分中唯有它能同样听清所命之指令,故合情合理地被定名为“分队”;但后来小队人数倍增之后,合编分队便构成了正方形,因此编制外人员遂转至该编制中。
τὸ διπλάσιον δὲ τοῦ συντάγματος πεντακοσιαρχίαν καὶ τὸν ἐπὶ τούτῳ πεντακοσιάρχην ὠνόμασαν, τὸ δὲ τούτου διπλάσιον χιλιαρχίαν καὶ τὸν ἡγεμόνα χιλιάρχην, τὰς δὲ δύο χιλιαρχίας πάλαι μὲν κέρας καὶ τέλος καὶ τελάρχην τὸν ἡγούμενον, ὕστερον δὲ μεραρχίαν καὶ μεράρχην· διʼ ὃ καὶ τὸ τούτου διπλάσιον φαλαγγαρχία καὶ νῦν ἔτι καλεῖται, πλὴν καὶ ἀποτομὴ κέρατος, καὶ ὁ ἡγεμὼν πάλαι μὲν στρατηγός, νῦν δὲ φαλαγγάρχης· τὸ δὲ τῆς φαλαγγαρχίας ἤτοι ἀποτομῆς διπλοῦν διφαλαγγία καὶ κέρας καὶ ὁ ἐπʼ αὐτῇ κεράρχης, αὐτὸ δὲ τὸ ἐκ τῶν δυεῖν κεράτων ἡ φάλαγξ, ἐφʼ ᾗ ὁ στρατηγός, κέρατα ἔχουσα δύο, φαλαγγαρχίας ἤτοι ἀποτομὰς δ, μεραρχίας η, χιλιαρχίας ις, πεντακοσιαρχίας λβ, συνταξιαρχίας ξδ, ταξιαρχίας ρκη, τετραρχίας σνς, διλοχίας φιβ, λόχους ακδ. β κέρας ξδ συνταξιαρχία δ ἀποτομή ρκη τάξις η μεραρχία σνς τετραρχία ις χιλιαρχία φιβ διλοχία λβ πεντακοσιαρχία ακδ λόχος
联合队之两倍被命名为五百人队,其长官为五百人队长;其两倍为千人队,其统领者为千人队长;而两个千人队在古时被称为翼和终队,其统率者为终队长,后来则称为师与师长。为此,其两倍至今仍被称为方阵队,亦称翼之截部,其统领者古时为将领,如今为方阵队长;方阵队即截部的两倍为双重方阵队及翼,其统领者为翼长;而由两翼所组成的整体本身即是方阵,其上有将帅统领,具有两翼、四方阵队(即截部)、八师、十六千人队、三十二五百人队、六十四联合队、一百二十八分队、二百五十六四小队、五百十二双小队、一千零二十四小队。2 翼,64 联合队,4 截部,128 分队,8 师,256 四小队,16 千人队,512 双小队,32 五百人队,1024 小队。
- 27πρὸς γὰρ ἣν ἕκαστος ἔχει παρασκευὴν τοῦ πλήθους καὶ τὸν ἀριθμὸν διοριστέον
关系代词 ἥν 与名词 παρασκευήν 结合在介词短语 πρὸς ... παρασκευήν 中,构成了先行词并入关系从句的结构(“应当根据各人所拥有的人员储备”)。διοριστέον 为非人称动名词(动词性形容词),支配宾格 τὸν ἀριθμόν 作为其直接宾语。
- 27μυρίων ἑξακισχιλίων τριακοσίων ὀγδοήκοντα τεσσάρων
修饰 τὴν φάλαγγα 的性质/数量属格,指古典战术理论中标准方阵的编制人数 16,384(2的14次方)。随后的 ὡς δίχα διαιρουμένην 是与宾格 τὴν φάλαγγα 一致的分词短语,表示选择该数目的理由(“因其能二分”)。
- 29ὅπερ διὰ τὴν πανταχόθεν ἰσότητα μόνον τῶν μερῶν τῆς φάλαγγος ὁμοίως κατακούειν τῶν προσταττομένων δυνάμενον εὐλόγως τάξις ἐπωνόμαστο
中性关系代词 ὅπερ(先行词为 τὸ τετράγωνον σχῆμα)作为关系从句的主语,受中性分词 δυνάμενον 修饰(“因各方均等而在方阵各部分中唯一能够同样听清……”),从句谓语为过去完成时被动态 ἐπωνόμαστο,名词 τάξις 用作主格补足语(述语主格)。
