← 阿斯克列庇欧多图斯 (哲学家)

战术学

§21-26

小队编制与方阵队列结构

作者阐述了作为方阵基本单位的小队的人数规模与其伸缩性,描述了小队内部各级成员(小队长、尾将、前列兵、后列兵)的排列格局,并定义了由诸小队横向并置所构成之全军阵列结构(排、列、纵深与两翼)的专门术语。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21

ἀναγκαῖον δὲ πρῶτον τὴν φάλαγγα καταλοχίσαι· τοῦτο δέ ἐστι καταμερίσαι εἰς λόχους. ὁ δὲ λόχος ἐστὶν ἀριθμὸς ἀνδρῶν εἰς σύμμετρα διαιρῶν τὴν φάλαγγα· σύμμετρα δέ ἐστι τὰ τιθέμενα μέρη, ἃ μηδὲν τὴν φάλαγγα πρὸς τὴν μάχην λυμαίνεται· διʼ ὃ τὸν ἀριθμὸν τοῦ λόχου οἱ μὲν ὀκτώ, οἱ δὲ δέκα, οἱ δὲ δυοκαίδεκα ἀνδρῶν πεποιήκασιν, ἕτεροι δὲ ἑξκαίδεκα πρὸς τὸ συμμέτρως ἔχειν τὴν φάλαγγα εἴς τε τὸ διπλασιάσαι πρὸς τὰς ῥηθησομένας χρείας ἐπὶ δύο καὶ τριάκοντα ἄνδρας καὶ εἰς τὸ συναιρεῖσθαι εἰς ἥμισυ ἐπʼ ἄνδρας ὀκτώ·1 οὐδὲν γὰρ ἔμποδον ἔσται τοῖς ὄπισθεν μαχομένοις ψιλοῖς ἀκοντίζουσιν ἢ σφενδονῶσιν ἢ καὶ τοξεύουσιν· ὑπερβήσονται γὰρ τὸ τῆς φάλαγγος βάθος.

首先,必须将方阵编制成列;此即将其划分为小队。小队乃是将方阵分割为相称部分的兵员数;而相称部分乃是如此设定的组成部分,即它们绝不妨碍方阵进行战斗。因此,有人将小队的兵员数定为八人,有人定为十人,有人定为十二人,而另一些人则定为十六人,以便方阵保持均整对称,既可为了下文将述及之需要而倍增至三十二人,亦可减半缩减至八人;因为对于在后方投掷标枪、使用投石器或射箭作战的轻装兵而言,这绝不会构成阻碍,盖其射程能越过方阵的纵深。

§22

ἐκαλεῖτο δὲ ὁ λόχος πάλαι καὶ στίχος καὶ συνωμοτία καὶ δεκανία, καὶ ὁ μὲν ἄριστος καὶ ἡγεμὼν τοῦ στίχου λοχαγός, ὁ δὲ ἔσχατος οὐραγός· ὕστερον δὲ μεταταχθεὶς ὁ στίχος διαφόρους ἔσχεν τῶν μερῶν ἐπωνυμίας· τό τε γὰρ ἥμισυ ἡμιλόχιον ὠνόμασται καὶ διμοιρία, τὸ μὲν ὡς πρὸς τὸ τῶν δεκαὲξ ἀνδρῶν πλῆθος, τὸ δὲ ὡς πρὸς τὸ τῶν δώδεκα, καὶ ὁ ἡγεμὼν ἡμιλοχίτης καὶ διμοιρίτης, καὶ τὸ τέταρτον ἐνωμοτία καὶ ἐνωμοτάρχης ὁ ἡγούμενος.

古时小队亦被称为列、誓约队及十人队,该列中最优秀者兼指挥官称为小队长,最后者称为尾将。后来该列重加整编,其各个组成部分遂获有不同名称:盖其半数被称为半队及二分队,前者针对十六人之数而言,后者针对十二人之数而言,其长官被称为半队长及二分队长;其四分之一被称为誓约小队,其统领者为誓约小队长。

§23

ὁ δὲ ἡγούμενος ὠνόμασται καὶ πρωτοστάτης, ἐπιστάτης δὲ ὁ ἑπόμενος, ὥστε καθʼ ὅλον τὸν στίχον εἶναι πρῶτον πρωτοστάτην, εἶτα ἐπιστάτην, εἶθʼ ἑξῆς πρωτοστάτην, εἶτα ἐπιστάτην, καὶ τοῦτο παρʼ ἕνα μέχρις οὐραγοῦ, καθʼ ἃ ὑπογέγραπται· πρωτοστάτης λοχαγός παραστάται ἐπιστάτης παραστάται πρωτοστάτης παραστάται ἐπιστάτης παραστάται πρωτοστάτης παραστάται ἐπιστάτης οὐραγός παραστάται Ὅτʼ ἂν δὲ λόχῳ λόχος παρατεθῇ, ὥστε λοχαγὸν λοχαγῷ καὶ οὐραγὸν οὐραγῷ καὶ τοὺς μεταξὺ τοῖς ὁμοζύγοις παρίστασθαι, συλλοχισμὸς ἔσται τὸ τοιοῦτον, οἱ δὲ ὁμόζυγοι τῶν λόχων πρωτοστάται ἢ ἐπιστάται διὰ τὸ παραλλήλους ἵστασθαι παραστάται κεκλήσονται.

居首统领者亦被称为前列兵,紧随其后之兵员则称为后列兵,以致整列自始至终首先为前列兵,继而为后列兵,接续再为前列兵,继而为后列兵,如此隔一人相间排列直至尾将,正如以下所列:前列兵小队长并列兵,后列兵并列兵,前列兵并列兵,后列兵并列兵,前列兵并列兵,后列兵尾将并列兵。而每当小队与小队并置,使小队长与小队长并列,尾将与尾将并列,中间兵员与同排同列者并列时,此种状态即为小队汇合,各小队同排之兵员,不论是前列兵还是后列兵,因其平行并列,故被称为并列兵。

§25

ὁ δὲ ἐκ πάντων συλλοχισμὸς φάλαγξ, ἧς τὸ τῶν λοχαγῶν τάγμα μέτωπον καὶ μῆκος καὶ πρόσωπον καὶ στόμα καὶ παράταξις καὶ πρωτολοχία καλεῖται καὶ πρῶτον ζυγόν· ὁ δὲ κατόπιν κείμενος μετὰ τοῦτον στίχος τῶν ἐπιστατῶν κατὰ μῆκος τῆς φάλαγγος δεύτερον ζυγόν,2 καὶ ὁ τούτῳ παράλληλος ὑπʼ αὐτὸν τρίτον, καὶ τέταρτόν ἐστι τὸ ὑπὸ τοῦτον ζυγὸν καὶ πέμπτον ὡς αὔτως καὶ ἕκτον καὶ ἑξῆς μέχρις οὐραγοῦ· κοινῶς δὲ πᾶν τὸ μετὰ τὸ μέτωπον τῆς φάλαγγος βάθος ἐπονομάζεται καὶ ὁ ἀπὸ λοχαγοῦ ἐπʼ οὐραγὸν στίχος κατὰ βάθος.

由全体小队汇合而成者即为方阵,其小队长之行列被称为正面、横宽、前脸、口、列阵、首队及第一排;紧随其后沿着方阵横宽方向配置之后列兵行,被称为第二排;与其平行而位于其下者为第三排;位于其下之排为第四排,同样依次为第五排、第六排直至尾将。通称而言,凡在方阵正面之后者皆称为纵深,自小队长至尾将之列被称为纵深方向之列。

§26

καὶ οἱ μὲν τούτῳ ἐπʼ εὐθείας κείμενοι στοιχεῖν λέγονται, οἱ δὲ τῷ κατὰ μῆκος στίχῳ ζυγεῖν·3 διαιρεθείσης δὲ τῆς φάλαγγος δίχα κατὰ τὸ μῆκος τὸ μὲν ἥμισυ κέρας προσαγορεύεται δεξιόν τε καὶ λαιόν, αὕτη δὲ ἡ διχοτομία ὀμφαλός τε καὶ ἀραρός.

凡沿着此线成一直线配置者,称为成列排齐;凡处于横宽方向之行列者,称为成排排齐。当方阵沿横宽方向一分为二时,其每一半被称为翼,即右翼与左翼;而此平分处则被称为脐,亦称结合部。

语法注3 条
  1. 21πρὸς τὸ συμμέτρως ἔχειν τὴν φάλαγγα εἴς τε τὸ διπλασιάσαι πρὸς τὰς ῥηθησομένας χρείας ἐπὶ δύο καὶ τριάκοντα ἄνδρας καὶ εἰς τὸ συναιρεῖσθαι εἰς ἥμισυ ἐπʼ ἄνδρας ὀκτώ

    介词短语 πρὸς τὸ συμμέτρως ἔχειν ... 表目的,其内部通过 τε...καί 并列了两个带冠词不定式短语(εἴς τε τὸ διπλασιάσαι ... 与 καὶ εἰς τὸ συναιρεῖσθαι),以具体说明相称协调的表现。此处解释了选用十六人作为小队人数的原因,即其具有易于倍增至三十二人(διπλασιάσαι)或减半至八人(συναιρεῖσθαι εἰς ἥμισυ)的战术与算术伸缩性。

  2. 25δεύτερον ζυγόν

    中性名词短语 δεύτερον ζυγόν 承接前句的谓语动词 καλεῖται(被称为),作为表语/谓词成分。尽管主语 στίχος 为阳性,此处按前文中 πρῶτον ζυγόν 之称谓承接,指方阵横向第二行被称为“第二排”。

  3. 26στοιχεῖν λέγονται, οἱ δὲ τῷ κατὰ μῆκος στίχῳ ζυγεῖν

    此处构成了 στοιχεῖν(按列纵向排齐)与 ζυγεῖν(按排横向排齐)的对称结构。前项中的与格代词 τούτῳ 指代前文紧接的“自小队长至尾将沿纵深之列”,与后项中的 τῷ κατὰ μῆκος στίχῳ(沿横宽方向之列)在句法和语义上严格对应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0556.tlg001.humanitext-grc2:21-26