← 阿斯克列庇欧多图斯 (哲学家)

战术学

§11-14

陆军部队的分类与各兵种武备

作者将陆上武装力量分为作战部队与非作战部队,并将作战部队进一步划分为步兵(重装步兵、轻盾兵、轻装兵)与载具部队(骑兵、战车、战象),概述了各兵种的装备与特性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11

τῆς τελείας παρασκευῆς πρὸς πόλεμον διττῆς οὔσης, χερσαίας τε καὶ ναυτικῆς, περὶ τῆς χερσαίας τὰ νῦν λεκτέον. ταύτης τοίνυν τὸ μέν ἐστι μάχιμον, τὸ δʼ εἰς τὴν τούτου χρείαν ὑπηρετοῦν, οἷον ἰατρῶν καὶ σκευοφόρων καὶ τῶν ὁμοίων. τοῦ δὲ μαχίμου τὸ μέν ἐστι πεζόν, τὸ δʼ ὀχηματικόν· τὸ μὲν γὰρ ποσὶ χρῆται πρὸς τὴν μάχην, τὸ δʼ ἐπί τινος ὀχεῖται.

既然战争的完备军备有陆海二者,如今便当论及陆上军备。在此之中,一部分为作战部队,另一部分则服务于作战之需,例如军医、辎重兵及类似人员。 在作战部队中,一部分为步兵,另一部分为载具部队;盖前者凭双足作战,后者则乘载于某物之上。

§12

τοῦ δὲ δὴ πεζοῦ τὸ μέν ἐστιν ὁπλιτῶν σύστημα, τὸ δὲ πελταστῶν, τὸ δὲ τῶν καλουμένων ψιλῶν. τὸ μὲν οὖν τῶν ὁπλιτῶν ἅτε ἐγγύθεν μαχόμενον βαρυτάτῃ κέχρηται σκευῇ—ἀσπίσι τε γὰρ μεγίσταις καὶ θώραξι καὶ ταῖς κνημῖσι σκέπεται—καὶ δόρασι μακροῖς κατὰ τὸν ῥηθησόμενον Μακεδόνιον τρόπον· τὸ δὲ τῶν ψιλῶν τούτοις ἀπʼ ἐναντίας κουφοτάτῃ κέχρηται τῇ σκευῇ διὰ τὸ πόρρωθεν βάλλειν, οὔτε προκνημῖσιν οὔτε θώραξι κεκοσμημένον, ἀκοντίοις δὲ καὶ σφενδόναις καὶ ὅλως τοῖς ἐξ ἀποστήματος λεγομένοις τοξεύμασιν. τούτων δʼ ἐν μέσῳ πώς ἐστι τὸ πελταστικὸν σύστημα· ἥ τε γὰρ πέλτη μικρά τίς ἐστιν ἀσπιδίσκη καὶ κούφη, τά τε δόρατα πολὺ τῶν ὁπλιτῶν μεγέθει λειπόμενα.

在步兵之中,一部为重装步兵编制,一部为轻盾兵,另一部则为所谓之轻装兵。重装步兵编制因其近身肉搏,故使用最沉重之装备——盖其有极广大之盾牌、胸甲与胫甲以资护卫——并依下文将述及之马其顿方式执长矛。反之,轻装兵因自远处投射,故使用最轻便之装备,既不佩胫甲亦不着胸甲,而操标枪、投石器以及总括所谓远距发射之射件。介于二者之间的则是轻盾兵编制;盖其轻盾乃一种微小轻便之盾,其矛在尺寸上亦远不及重装步兵之矛。

§13

κατὰ τὰ αὐτὰ δὴ καὶ τῆς ὀχηματικῆς δυνάμεως τρεῖς εἰσι διαφοραί· ἡ μὲν γάρ ἐστιν ἱππική, ἡ δὲ διʼ ἁρμάτων ἐπιτελεῖται, ἡ τρίτη δὲ διʼ ἐλεφάντων· ἀλλʼ ἁρμάτων τε πέρι καὶ ἐλεφάντων ὡς οὐκ εὐφυῶν εἰς μάχην1 ὁ λόγος εἰς ὕστερον ἀναβεβλήσθω· τὴν δὲ ἱππικὴν ὡς πολλὴν καὶ παρὰ πολλοῖς καιροῖς χρησιμωτέραν ταῖς μάχαις νῦν διελοῦμεν· ἔστι γὰρ αὐτῆς εἴδη τρία, τὸ μὲν τὸ ἐγγύθεν μαχόμενον, τὸ δὲ πόρρωθεν, τὸ δὲ μέσον. καὶ τὸ μὲν ἐγγύθεν ὁμοίως βαρυτάτῃ κέχρηται σκευῇ, τούς τε ἵππους καὶ τοὺς ἄνδρας πανταχόθεν θώραξι περισκέπον, μακροῖς μέντοι χρώμενον καὶ αὐτὸ τοῖς δόρασιν, διʼ ὃ καὶ δορατοφόρον τοῦτο καὶ ξυστοφόρον προσαγορεύεται, ἢ καὶ θυρεοφόρον, ὅτʼ ἂν καὶ ἀσπίδας ἔνιοι φορῶσι παραμήκεις διὰ τὸ συνεπισκέπεσθαι καὶ τὸν ἵππον. τὸ δὲ πόρρωθεν μαχόμενον τοξοτῶν τε καὶ Σκυθῶν λέγεται· μέσον δὲ τὸ τῶν καλουμένων ἀκροβολιστῶν, οἳ δὴ τοῖς ἄκροις ἐπικοινωνοῦντες οἱ μὲν τόξοις, οἱ δὲ ἀκοντίοις μάχονται, καὶ τῇ ἄλλῃ χρώμενοι σκευῇ οἱ μὲν οὕτως, οἱ δὲ ἐκείνως· ὧν μὲν ἔνιοι μετὰ τὴν ἀκόντισιν ἐγγύθεν μάχονται, οὓς ἰδίως ἐλαφροὺς ὀνομάζουσιν· ὅτʼ ἂν δὲ πόρρωθεν ἀκοντίζωσι μόνον, Ταραντίνους.

依同理,载具武装力量亦有三种差异:其一为骑兵,其二由战车组成,其三则由战象构成。然关于战车与战象,因其不适于实战,故且将此论推迟于后;而骑兵因其数量庞大,且在诸多战机中对战斗更为有用,我等现当加以区分。骑兵亦有三类:其一为近身作战者,其二为远距离作战者,其三居中。近身作战者同样使用最重型之装备,人马皆从各面披挂胸甲防护,且其自身亦使用长矛,因之亦被称为携矛骑兵或长矛骑兵;当若干人员为连带护卫战马而佩带长椭圆形盾时,亦被称为持盾骑兵。远距离作战者被称为弓骑兵及斯基泰式骑兵。居中者乃所谓散兵,彼等兼备两极战法,或用弓矢,或用标枪,在其他装备之使用上亦或如此或如彼。其中若干人在投掷标枪后即行近战,此辈特被称为轻骑兵;若仅自远处投掷标枪,则称之为塔兰托骑兵。

§14

εἰσὶν οὖν αἱ πᾶσαι τῶν τάξεων διαφοραὶ αἵδε, ὧν ἑκάστη φάλαγξ προσαγορεύεται2 περιέχουσα συστήματα κατὰ ἀριθμὸν ἐπιτήδειον καὶ ἡγεμόνας αὐτῶν πρὸς τὸ ῥᾳδίως ποιεῖν τὰ παρακελευόμενα πρὸς τὴν ἐφήμερον γυμνασίαν τε καὶ ἄσκησιν τῆς πορείας καὶ στρατοπεδεύσεως καὶ παρατάξεως καὶ πρὸς τοὺς ἐπʼ ἀληθείας ἀγῶνας.3

故此,编制阵列之全部差异即在以上诸端,其中每一者皆被称为方阵,依适度之人数包含编制及其指挥官,以便易于贯彻执行日常操演、行军、扎营、列阵训练以及真实战斗中所下达之号令。

语法注3 条
  1. 13ὡς οὐκ εὐφυῶν εἰς μάχην

    中性复数属格形容词 εὐφυῶν 呼应前文之 ἁρμάτων τε πέρι καὶ ἐλεφάντων,与 ὡς 连用构成表示主观理由的独立属格结构。句中虽未重复出现名词主语,但所指战车与战象显明,“盖因战车战象不适于战斗”。

  2. 14ὧν ἑκάστη φάλαγξ προσαγορεύεται

    关系代词 ὧν 为整体属格(部分属格),修饰 ἑκάστη,先行词为前句的 αἱ πᾶσαι τῶν τάξεων διαφοραί。意即“各编队差异中的每一类都被称为方阵”,表语名词 φάλαγξ 与主语 ἑκάστη 在格上保持一致(单数主格)。

  3. 14πρὸς τὸ ῥᾳδίως ποιεῖν τὰ παρακελευόμενα πρὸς τὴν ἐφήμερον γυμνασίαν τε καὶ ἄσκησιν τῆς πορείας καὶ στρατοπεδεύσεως καὶ παρατάξεως καὶ πρὸς τοὺς ἐπʼ ἀληθείας ἀγῶνας

    此处是由介词 πρὸς 与带冠词不定式 τὸ ... ποιεῖν 构成的目的从句。不定式的宾语 τὰ παρακελευόμενα(被命令之事)又由两个平行的介词短语 πρὸς τὴν ἐφήμερον γυμνασίαν... 与 καὶ πρὸς τοὺς ... ἀγῶνας 加以修饰,意为“为了日常训练……以及为了实际战斗而下达的命令”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0556.tlg001.humanitext-grc2:11-14