- 底本
- Asclepiodotus. Aeneas Tacticus; Asclepiodotus; Onasander. Oldfather, William Abbott, editor. London: William Heinemann; New York: G. P. Putnam's Sons, 1923 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0556.tlg001.humanitext-grc2:121-128
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
文中提出了用于整编、调动与恢复方阵各种阵形的具体口令,详细阐述了向左右转向、转后与复位、半周与四分之三周转向,以及沿侧翼紧缩与展开的操演步骤。
τοσούτων δὲ ὄντων καὶ τοιούτων σχηματισμῶν ἑπόμενον ἂν εἴη τοῖς περὶ αὐτῶν ἐπιέναι προστάγμασι, καθʼ ἃ σχηματίζειν τε αὐτὰ καὶ κινεῖν δυνησόμεθα καὶ ἀποκαθιστάνειν εἰς τὴν προϋπάρχουσαν τάξιν. τοῦτο γὰρ ἦν ἔτι λειπόμενον.
既然存在如此众多且如此多样的阵形,顺理成章地接下来便应转入有关它们的口令,依照这些口令,我们将能够整编它们、调动它们,并将它们恢复至原先的队列。因为这正是尚待阐明的内容。
ὅτʼ ἂν μὲν οὖν ἐπὶ δόρυ1 τὰ συντάγματα ἐπιστρέφειν βουλώμεθα, παραγγελοῦμεν τὸν ἐπὶ τοῦ δεξιοῦ λόχον ἡσυχίαν ἄγειν, ἕκαστον δὲ τῶν ἐν τοῖς ἄλλοις λόχοις ἐπὶ δόρυ κλῖναι, προσάγειν τε ἐπὶ τὸ δεξιόν, εἶτα εἰς ὀρθὸν ἀποδοῦναι,2 ἔπειτα προσάγειν τὰ ὀπίσω ζυγά, καὶ ταύτης γενομένης τῆς πυκνώσεως ἐπιστρέφειν ἐπὶ δόρυ, καὶ ἔσται τὸ σύνταγμα ἐπεστραμμένον.
因此,每当我们希望令各大队向枪侧(右侧)转向时,我们将命令右侧的纵队保持不动,而其余各纵队的每名士兵向枪侧转面并向右侧紧缩间隙,随后恢复面向正前方,接着后排向前紧缩,当此种密集完成后,再向枪侧转向,如此大队便完成了转向。
ἐὰν δὲ ἐπὶ τὴν ἐξ ἀρχῆς θέσιν ἀποκαταστῆσαι βουλώμεθα, ἐπʼ ἀσπίδα μεταβάλλεσθαι παραγγελοῦμεν —ἡ δὲ μεταβολὴ τί σημαίνει πρότερον εἴρηται—, εἶτʼ ἀναστρέφειν ὅλον τὸ σύνταγμα, ἔπειτα ἐξ ἀρχῆς τῶν λοχαγῶν ἠρεμούντων οἱ λοιποὶ κατὰ ζυγὰ προαγέτωσαν, ἔπειτα μεταβαλλέσθωσαν, ἐφʼ ἃ ἐξ ἀρχῆς ἔνευον· ἔπειτα ὁ δεξιὸς ἠρεμείτω λόχος, οἱ δὲ λοιποὶ ἐπʼ ἀσπίδα κλινέτωσαν καὶ προάγοντες ἀποκαθιστάθωσαν. οὕτω γὰρ τὴν τάξιν, ἣν πρότερον εἶχεν, ἕκαστος ἀπολήψεται.
如果我们希望将其恢复至最初的位置,我们将命令向盾侧(左侧)转后——转后所指为何此前已述——,然后令整个大队反向行进,接着正如最初那样,在纵队长们保持不动的同时其余人员按排前进,随后转后朝向最初所向的方向;接着令右侧纵队保持不动,其余人员向盾侧转面并在前进中复位。因为如此一来,每个人都将重新获得其原先拥有的队列位置。
εἰ δʼ ἐπʼ ἀσπίδα βουλοίμεθα ἐπιστρέφειν, παραγγελοῦμεν ἑκάστου συντάγματος τὸν λαιὸν λόχον ἠρεμεῖν, τῶν δὲ ἄλλων ἕκαστον ἐπʼ ἀσπίδα κλῖναι καὶ προσάγειν εἰς τὰ λαιά, εἶτα εἰς ὀρθὸν ἀποδοῦναι, ἔπειτα προσάγειν τὰ ὀπίσω ζυγά, καὶ γενομένης τῆς πυκνώσεως ἐπʼ ἀσπίδα ἐπιστρέφειν περὶ τὸν λαιὸν λοχαγόν, καὶ γέγονε τὸ παραγγελθέν.
若我们希望向盾侧转向,我们将命令各大队的左侧纵队保持不动,而其余各纵队的每名人员向盾侧转面并向左侧靠拢,随后恢复面向正前方,接着后排向前紧缩,密集完成后,以左侧纵队长为轴向盾侧转向,所命令的动作即告完成。
ἀποκαταστῆσαι δὲ βουλόμενοι ἕκαστον μεταβαλοῦμεν, εἶτα σύνταγμα ἀναστρεψάτω, εἶτα οἱ λοχαγοὶ ἠρεμείτωσαν, οἱ δὲ λοιποὶ κατὰ ζυγὰ προαγέτωσαν, ἔπειτα μεταβαλλέσθωσαν ἐφʼ ἃ ἐξ ἀρχῆς ἔνευον, ἔπειτα ὁ λαιὸς λόχος ἠρεμείτω, οἱ δὲ λοιποὶ ἐπὶ δόρυ κλίναντες προαγέτωσαν, ἕως ἂν ἀποκαταστῇ τὰ διαστήματα, εἶτα εἰς ὀρθὸν ἀποδότωσαν, καὶ πάντες ἕξουσι τὴν τάξιν ἣν πρότερον εἶχον.
若希望将其复位,我们将使每人转后,接着大队反向行进,然后纵队长们保持不动,其余人员按排前进,随后转后朝向最初所向的方向,接着左侧纵队保持不动,其余人员向枪侧转面并前进,直至间距恢复,随后恢复面向正前方;如此所有人便都将拥有其原先的队列位置。
ἐὰν δὲ ἐπὶ δόρυ περισπᾶν βουλώμεθα, δύο ἐπιστροφὰς ἐπὶ τὸ αὐτὸ ποιῆσαι παραγγελοῦμεν· ἀποκαταστῆσαι δὲ βουλόμενοι παραγγελοῦμεν ἔτι ἐπὶ δόρυ περισπᾶν—ἐκ τεσσάρων γὰρ ἐπιστροφῶν εἰς τὸ αὐτὸ πάλιν ἀποκαθίσταται—, τούτων δὲ γενομένων ἔτι παραγγελοῦμεν τοὺς λοχαγοὺς ἠρεμεῖν, τοὺς δὲ λοιποὺς μεταβάλλεσθαι καὶ ἀπιέναι τὰ ὀπίσω ζυγά, εἶτα πάλιν μεταβάλλεσθαι, τὸν δεξιὸν δὲ λόχον ἠρεμεῖν καὶ τοὺς λοιποὺς ἐπʼ ἀσπίδα κλίναντες3 προάγειν καὶ ἀποκαθιστάνειν εἰς τὸ ἐξ ἀρχῆς διάστημα, εἶτα εἰς ὀρθὸν ἀποδοῦναι, καὶ οὕτως ἔσται εἰς τὸ ἐξ ἀρχῆς καθεστῶτα.
若我们希望向枪侧作半周转向,我们将命令朝同一方向作两次转向;若希望将其复位,我们将命令进一步向枪侧作半周转向——因为经过四次转向便又恢复至同一方向——,这些动作完成后,我们还将命令纵队长们保持不动,其余人员转后且后排退后,随后再次转后,右侧纵队保持不动,其余人员向盾侧转面并前进以恢复至最初的间距,随后恢复面向正前方,如此便恢复至最初状态。
εἰ δὲ ἐπʼ ἀσπίδα βουλόμεθα περισπᾶν, τοῖς ἐναντίοις παραγγελοῦμεν ἐπʼ ἀσπίδα δὶς ἐπιστρέφειν, ἀλλὰ μὴ ἐπὶ δόρυ, καὶ ταῖς ὁμοίαις ἀγωγαῖς χρήσασθαι. ὁμοίως δὲ καὶ ἐκπερισπάσαι βουλόμενοι τρὶς ἐπιστρέψομεν τὰ συντάγματα.
若我们希望向盾侧作半周转向,我们将发出相反的命令:向盾侧转向两次,而非向枪侧,并采取同样的行进步骤。同样地,若我们希望作四分之三周转向,我们将令各大队转向三次。
ἐὰν δὲ κατὰ κέρας τὴν φάλαγγα πυκνῶσαι δέῃ, παραγγελοῦμεν ἐπὶ τοῦ δεξιοῦ τὸν δεξιὸν λόχον ἠρεμεῖν, τοὺς δὲ λοιποὺς ἐπὶ δόρυ κλίναντας προσάγειν ἐπὶ τὸ δεξιόν, ἔπειτα εἰς ὀρθὸν ἀποδιδόναι, καὶ προσάγειν τὰ ὀπίσω ζυγά. ἀποκαταστῆσαι δὲ προαιρούμενοι παραγγελοῦμεν τὸ μὲν λοχαγοῦν ζυγὸν ἠρεμεῖν, τὰ δʼ ὀπίσω ζυγὰ μεταβαλλόμενα ἀνιέναι, εἶτα πάλιν μεταβάλλεσθαι, ἔπειτα τοῦ δεξιοῦ λόχου ἠρεμοῦντος οἱ λοιποὶ ἐπʼ ἀσπίδα κλίναντες προαγέτωσαν, ἕως ἂν τὰ ἐξ ἀρχῆς διαστήματα συντηρήσαντες εἰς ὀρθὸν ἀποδῶσιν.
若需要沿侧翼紧缩方阵,我们将命令右翼的右侧纵队保持不动,其余人员向枪侧转面并向右侧靠拢,随后恢复面向正前方,后排向前紧缩。若意图将其复位,我们将命令担任纵队长的排保持不动,后排转后并拉开间距,随后再次转后,接着在右侧纵队保持不动的同时,其余人员向盾侧转面并前进,直至保持最初的间距并恢复面向正前方。
- 122ἐπὶ δόρυ
希腊军事专有名词,字面意为“向枪”,因士兵右手持枪而特指“向右”。与之相对,ἐπʼ ἀσπίδα(字面意为“向盾”)则指“向左”。
- 122εἰς ὀρθὸν ἀποδοῦναι
字面意为“恢复至正向”。此为军事术语表达,指此前通过转面(κλίσις)临时朝向侧面行进的士兵重新转回原本的正前方。
- 126τοὺς λοιποὺς ἐπʼ ἀσπίδα κλίναντες
在带不定式的宾格句式(παραγγελοῦμεν ... τοὺς λοιποὺς ... προάγειν)中,作为不定式逻辑主语的宾格 τοὺς λοιπούς,其修饰分词未按规则作宾格(κλίναντας),而是出现了主格复数分词 κλίναντες(构式破格/破格结合)。语意上其主语仍同指“其余人员”(τοὺς λοιπούς)。
