- 底本
- Asclepiodotus. Aeneas Tacticus; Asclepiodotus; Onasander. Oldfather, William Abbott, editor. London: William Heinemann; New York: G. P. Putnam's Sons, 1923 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0556.tlg001.humanitext-grc2:111-118
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节论述了方阵整体及各部分侧向行军的诸种形态,顺列与并列行进中的正面朝向(同向、相对、双向、异向),楔形阵与四周正面的四边形阵等应用队形,以及护送辎重队的五种方法。
παραγωγὴ καλεῖται ἡ τῆς φάλαγγος ἤτοι καθʼ ὅλην ἢ κατὰ μέρη καί, εἰ καθʼ ὅλην, ἢ πλαγία λέγεται, ὅτʼ ἂν κατὰ τὴν πλαγίαν θέσιν βαδίζῃ, ἢ ὀρθία, ὅτʼ ἂν κατὰ τὴν ὀρθίαν· καὶ εἰ πλαγία πορεύοιτο, ἤτοι κατʼ ὀρθόν, ὅτʼ ἂν κατὰ τοὺς λοχαγούς, ἢ ἐπʼ οὐράν, ὅτʼ ἂν κατὰ τοὺς οὐραγούς· ὀρθία δὲ εἰ φέροιτο καὶ τὸ λοχαγοῦν ζυγόν, ὃ δὴ καὶ στόμα λέγεται, δεξιὸν ἔχει, δεξιὰ καλεῖται, εἰ δὲ λαιόν, ἀριστερά· λοξὴ δὲ ὡς αὔτως λαιά τε καὶ δεξιὰ ἡ τὸ προὖχον ἔχουσα κέρας ὁμώνυμον, κυρτὴ δὲ καὶ κοίλη καὶ ἐπικάμπιος εἰς τοὐπίσω ἢ καὶ πρόσω ἡ τὸ στόμα κοῖλον ἢ κυρτὸν ἢ εἰς τοὐπίσω ἢ καὶ πρόσω ἐπικεκαμμένον ἔχουσα, ὡς ἔχει τὰ ὑπογεγραμμένα.
侧向行军是指方阵作为整体或分部进行的移动。若作为整体进行,当依横宽布局行进时称为横宽侧行,当依纵深布局行进时则称为纵深侧行。若依横宽行进,当顺从纵队长行进时为向前,当顺从排尾长行进时则为向后。若依纵深行进,且担任纵队长的横排——此横排亦即被称为正面——位于右侧,则称为右侧行;若位于左侧,则称为左侧行。斜阵亦同样,以其凸出的侧翼同名而分别称为左斜阵与右斜阵。而凸阵、凹阵,以及向后或向前折屈之阵,其正面呈凹形、凸形,或向后、向前折屈,正如以下所绘之图示。
τὸ δʼ ὄρθιον τοῦτο καὶ πλάγιον οὐ μόνον ἐπὶ τῆς ὅλης φάλαγγος ἐκδέχεσθαι δεῖ, ἀλλὰ γὰρ καὶ ἐπὶ τῶν μερῶν· εἰ γὰρ κατὰ κέρατα βαδίζοι ἡ φάλαγξ, ἢ κατʼ ὄρθια ἢ πλάγια, καί, εἴτε κατʼ ὄρθια εἴτε πλάγια, ἢ κατʼ ἐπαγωγὴν ἤτοι σύζευξιν· ἔστι δὲ κατʼ ἐπαγωγὴν μέν, ὅτʼ ἂν τὸ δεύτερον ἕπηται τῷ προτέρῳ, κατὰ σύζευξιν δέ, ὅτʼ ἂν μηδʼ ἕτερον θἀτέρου προηγῆται.
这种纵深与横宽的区别,不仅应在整个方阵上理解,亦必须在其各部分上理解。因为方阵若按翼部行进,或依纵深或依横宽,且无论依纵深抑或依横宽,或依顺列纵队行进,或依并列横队行进。所谓顺列行进,是指第二部跟随第一部之时;所谓并列行进,则是指二者互不领先之时。
τοῦ δʼ ὀρθίου κατὰ σύζευξιν εἴδη τέσσαρα· ἢ γὰρ δεξιά ἐστιν ἄμφω τὰ στόματα ἢ λαιὰ καὶ καλεῖται ἡ φάλαγξ ὁμοιόστομος, ἡ μὲν δεξιά, ἡ δὲ λαιά, ἢ ἐναντίως ἔχει τὰ στόματα, καὶ εἰ μὲν κατὰ ταῦτα συνάπτοιεν ἀλλήλοις, ἀντίστομος ἐπονομάζεται, εἰ δὲ κατὰ τοὺς οὐραγούς, ἀμφίστομος.
并列纵深阵有四种形态:或两个正面皆向右,或皆向左,此时方阵被称为同向正面——一为右同向,一为左同向;或者两正面相对,若沿这些正面彼此相接,则被称为相对正面,若沿排尾长相接,则被称为双向正面。
τῶν δὲ κατʼ ἐπαγωγὴν πορευομένων ποιεῖν ἔστιν ὄρθια ἑτεροστόμως μόνον,1 ὥστε τὸ μὲν ἔχει δεξιόν, τὸ δὲ λαιὸν στόμα·2 οὐ γὰρ οἷόν τε ἐπὶ τὰ αὐτὰ ἔχειν ἄμφω, οὐδὲν γὰρ διοίσει τῆς ὅλης τὰ κέρατα, διʼ ὃ καὶ τὰ πλάγια οὕτως μόνον συζευχθήσονται· κατʼ ἐπαγωγὴν γὰρ τὰ πλάγια ἢ ὁμοιοστόμως συντεθήσονται ἢ ἀμφιστόμως· τοῖς γὰρ οὐραγοῖς τοῦ ἡγουμένου τοτὲ μὲν οἱ λοχαγοί, τοτὲ δὲ οἱ οὐραγοὶ τοῦ ἑπομένου μεταταγήσονται.
对于顺列行进之部队,仅能形成异向正面的纵深阵,以使一部拥有右向正面,而另一部拥有左向正面。因为两部不可能朝向同一方向,否则诸翼将与全体毫无区别;由于同样的原因,横宽阵亦仅能以此种方式并列。因为在顺列中,横宽阵将组合为同向正面或双向正面;盖有时后继部队的纵队长、有时其排尾长会被配置于领先部队的排尾长之后。
καὶ τὰ λοξὰ δὲ συντιθέμενα διττὰς ἔχουσι διαφοράς· ἢ γὰρ λαιὸν ἐν λαιῷ τάττεται μέρει καὶ δεξιὸν ἐν δεξιῷ καὶ καλεῖται ἡ ὅλη κοιλέμβολος, ἢ ἀνάπαλιν καὶ λέγεται ἔμβολος, ὡς τὰ ὑποτεταγμένα σχήματα.
组合而成的斜阵亦具有两种区别:若左〔斜阵〕配置在左侧,右〔斜阵〕配置在右侧,整个阵型被称为空心楔形阵;反之则被称为楔形阵,正如文末所附图示。
ἔστι δʼ ὅτε καὶ τετραμερίᾳ πορεύονται κατὰ ἀποτομὰς πανταχόθεν φυλαττόμενοι τοὺς πολεμίους καὶ γίνεται τετράπλευρον περίστομον τοτὲ μὲν ἑτερόμηκες, τοτὲ δὲ τετράγωνον, πανταχόθεν ἔχον στόματα ὡς τὸ ὑπογεγραμμένον.
有时他们亦因防备来自四面八方的敌人而按分队作四部分行进,从而形成四面皆具正面的四边形,有时为长方形,有时为正方形,如以下图解所示四方皆有正面。
ὅτʼ ἂν δὲ κατὰ πλείω μέρη πορεύωνται, ἢ ἐσπαρμένα συντάγματα πορεύσεται ἢ πεπλεγμένα· πεπλεγμένα δέ ἐστιν ὅτʼ ἂν λοξὰ πορεύηται ὐοειδῆ τὴν ὅλην ποιοῦντα φάλαγγα· ἐσπαρμένα δὲ ὁπότʼ ἂν κατὰ παραλληλόγραμμα μόναις ταῖς γωνίαις συνάπτοντα ἀλλήλοις, ταῖς δὲ πλευραῖς ἐπὶ τὸ πρόσω βλέποντα. καὶ ὁ τούτων δὲ τύπος ἐκ τῆς ὑπογραφῆς ἔσται φανερός· γένοιτο δʼ ἂν κατὰ τὸ εἰκὸς καὶ ἕτερα σχήματα πρὸς τὰς ἀνακυπτούσας ἁρμόζοντα χρείας.
当他们分为更多部分行进时,各大队或分散行进,或交错行进。所谓交错,是指呈斜向行进,使整个方阵呈锯齿状;所谓分散,是指呈平行四边形行进,仅在各角处彼此相接,而各边面朝向前方。这些阵型的样态亦将从以下图解中明了;根据出现的各种需要,自然亦可形成其他队形。
ἀναγκαιοτάτη δʼ οὖσα καὶ ἡ τῶν σκευοφόρων ἀγωγὴ ἡγεμόνος δεομένη κατὰ τρόπους γίνεται πέντε·3 ἢ γὰρ προάγειν δεῖ τῆς φάλαγγος, ὅτʼ ἂν ἐκ πολεμίων ἀπίῃ, ἢ ἐπακολουθεῖν, ὅτʼ ἂν εἰς πολεμίους ἐμβάλλῃ, ἢ παρὰ τὴν φάλαγγα κατὰ λαιὰ ἢ δεξιὰ εἶναι, ὁπότʼ ἂν φοβῆται τἀναντία μέρη, ἢ τό γε λειπόμενον ἀγόμενα ἐντὸς κοίλῃ τῇ φάλαγγι περιέχεσθαι πανταχόθεν ὄντος τοῦ δέους.
辎重队的护送亦极为必要且需要指挥官,其进行方式有五种:当从敌人处撤退时必须领先于方阵;当向敌人发起进攻时必须尾随其后;当戒备相反方向时必须位于方阵身旁的左侧或右侧;或者作为剩余的一种方式,当四面皆有威胁时,必须被引入内部而为中空方阵所包围。
- 114τῶν δὲ κατʼ ἐπαγωγὴν πορευομένων ποιεῖν ἔστιν ὄρθια ἑτεροστόμως μόνον
短语 τῶν κατʼ ἐπαγωγὴν πορευομένων 为置于句首的关涉属格或部分属格,限定非人称结构 ποιεῖν ἔστιν(即 ἔξεστιν ποιεῖν,“可以构成/形成”)的作用范围。ὄρθια 是不定式 ποιεῖν 的直接宾语(中性复数宾格),指代“纵深阵型”。
- 114ὥστε τὸ μὲν ἔχει δεξιόν, τὸ δὲ λαιὸν στόμα
ὥστε 从句中的动词 ἔχει 应理解为以 τὸ μέν(各翼/各部)为主语的现在时直陈式第三人称单数,表达结果:“致使一部拥有右向正面,而另一部拥有左向正面”。
- 118ἀναγκαιοτάτη δʼ οὖσα καὶ ἡ τῶν σκευοφόρων ἀγωγὴ ἡγεμόνος δεομένη κατὰ τρόπους γίνεται πέντε
该句的骨干为 ἡ τῶν σκευοφόρων ἀγωγὴ... γίνεται κατὰ τρόπους πέντε(“辎重队的护送……以五种方式进行”)。分词 οὖσα 与 δεομένη 均为主格,与主语 ἡ ἀγωγή 一致,作状语性修饰,补充说明理由或背景(“既极为必要且需要指挥官”)。
