← 阿斯克列庇欧多图斯 (哲学家)

战术学

§129-1211

方阵密集法与军令传达方式及口令一览

作者说明了方阵中央与翼侧紧缩及复原的规程,指出密集时长枪的持法与轻装兵的操练,探讨了三种口令传达媒介(声音、号旗、军号)的优劣,确立了口述口令中特异性定语置于行动动词之前的原则,并列举具体的战术口令作为全篇总结。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§129

εἰ δὲ τὸ λαιὸν κέρας πυκνῶσαι δέῃ, τἀναντία παραγγελοῦμεν, εἰ δὲ τὸ μέσον τῆς φάλαγγος, τὴν δεξιὰν ἀποτομὴν ἐπʼ ἀσπίδα κλίναντες, τὴν δὲ λαιὰν ἐπὶ δόρυ, εἶτα προσάγειν κελεύοντες ἐπὶ τὸν ὀμφαλὸν τῆς φάλαγγος, ἔπειτα εἰς ὀρθὸν ἀποδοῦναι καὶ προσάγειν τὰ ὀπίσω ζυγά, ἕξομεν ὃ προαιρούμεθα. ἀποκαταστῆσαι δὲ βουλόμενοι μεταβάλλεσθαι παραγγελοῦμεν καὶ προάγειν κατὰ ζυγὰ χωρὶς τοῦ πρώτου, ἔπειτα πάλιν μεταβάλλεσθαι, καὶ τὴν μὲν δεξιὰν διφαλαγγίαν ἐπὶ δόρυ, τὴν δὲ λαιὰν ἐπʼ ἀσπίδα κλῖναι, εἶτα κατὰ λόχους ἀκολουθεῖν τοῖς ἡγουμένοις, ἄχρις ἂν τὰ ἐξ ἀρχῆς λάβωσι διαστήματα, εἶτα εἰς ὀρθὸν ἀποδοῦναι. δεῖ δὲ ἄνω τὰ δόρατα εἶναι ἐν ταῖς πυκνώσεσι πρὸς τὸ μὴ ἐμποδὼν ταῖς κλίσεσι γίνεσθαι.

若需要紧缩左翼,我们将发出相反的口令;若紧缩方阵的中央,则令右半部向盾侧转面,左半部向枪侧转面,随后命令他们向方阵的核心处靠拢,接着恢复面向正前方,且后排向前紧缩,我们便能实现所意图的目标。若希望复原,我们将命令转后,且除第一排外各排按顺序前进,随后再次转后,右双联方阵向枪侧转面,左双联方阵向盾侧转面,接着各纵队跟随其引导者前进,直至恢复最初的间距,随后恢复面向正前方。 在紧缩密集时,长枪必须向上直立,以免阻碍转面。

§1210

ταῖς δʼ αὐταῖς ἀγωγαῖς χρησίμαις οὔσαις πρὸς τὰς τῶν πολεμίων αἰφνιδίους ἐπιφανείας καὶ τοὺς ψιλοὺς ἀσκήσομεν. τὰ μὲν φωνῇ, τὰ δὲ διὰ σημείων ὁρατῶν, ἔνια δὲ καὶ διὰ τῆς σάλπιγγος.1 σαφέστατα μὲν γάρ ἐστι τὰ διὰ φωνῆς δηλούμενα—οὐ μὴν πάντοτε δυνατὸν διὰ κτύπον τῶν ὅπλων ἢ διὰ πνευμάτων σφοδρῶν ἐμβολάς, ἀθορυβώτερα δὲ τὰ διὰ τῶν σημείων· ἀλλʼ ἐνίοτε καὶ τούτοις ἐπιπροσθοίη ἢ ἡλίου ἀνταύγεια ἢ παχύτης ἀέρος καὶ κονιορτοῦ ἢ καὶ ὄμβρου πλῆθος, διʼ ὃ οὐ ῥᾴδιον πρὸς πάσας τὰς ἀνακυπτούσας χρείας εὐπορῆσαι σημείων, οἷς προσήθισται ἡ φάλαγξ, ἀλλʼ ἐνίοτε πρὸς τοὺς καιροὺς ἀνάγκη καινὰ προσευρίσκειν, πλὴν ἀδύνατον ἅπαντα συμπεσεῖν, ὥστʼ ἄδηλον εἶναι καὶ σάλπιγγι καὶ φωνῇ καὶ σημείῳ τὸ παράγγελμα.

这些相同的操演步骤亦有助于应对敌人的突然出现,我们也当以此训练轻装兵。 [口令传达]部分通过声音,部分通过可见的号旗信号,有的亦通过军号。因为通过声音表达的内容固然最为清晰——虽然由于武器的撞击声或狂风的呼啸,这并非始终可行——而通过号旗信号传达则较少受到喧嚣干扰;然而有时日光的反照、空气与沙尘的浓密或暴雨的倾盆亦会阻隔信号,因此针对一切突发需求,要备足方阵所习用的信号绝非易事,有时不得不因应时势创设新信号;不过,所有不利因素同时发生,以致无论通过军号、声音还是号旗都无法辨明口令的情况,绝无可能出现。

§1211

τὰ μέντοι διὰ φωνῆς σύντομά τε εἶναι δεῖ καὶ ἀναμφίβολα. τοῦτο ἂν γένοιτο, εἰ τὰ ἰδικὰ τῶν γενῶν τε καὶ κοινῶν προτάττοιμεν·2 ἀμφίβολα γὰρ τὰ κοινά· οἷον οὐκ ἂν φήσαιμεν κλῖναι ἐπὶ δόρυ, ἀλλʼ ἐπὶ δόρυ κλῖναι, ἵνα μὴ διὰ τὴν προθυμίαν οἱ μὲν ἐπʼ ἄλλο, οἱ δὲ ἐπʼ ἄλλο τῆς κλίσεως προειρημένης νεύσωσιν, ἀλλʼ ὁμοῦ τὸ αὐτὸ ποιήσωσιν· ὡς δὲ οὐδὲ μεταβάλλου ἐπὶ δόρυ, ἀλλʼ ἐπὶ δόρυ μεταβάλλου φήσαιμεν, οὐδʼ ἐξέλισσε τὸν Λάκωνα, ἀλλʼ ἀνάπαλιν τὸν Λάκωνα ἐξέλισσε καὶ παράστηθι ἐπὶ τὰ ὅπλα.3 ὁ σκευοφόρος ἀποχωρείτω τῆς φάλαγγος. ἡσυχία δὲ ἔστω καὶ προσέχετε τῷ παραγγέλματι. ὑπόλαβε τὴν σκευήν· ἀνάλαβε. διάστηθι. ἀνάλαβε τὸ δόρυ. στοίχει, ζύγει, παρόρα ἐπὶ τὸν ἡγούμενον. ὁ οὐραγὸς ἀπευθυνέτω τὸν ἴδιον λόχον. συντήρει τὰ ἐξ ἀρχῆς διαστήματα. ἐπὶ δόρυ κλῖνον, πρόαγε, ἔχου οὕτως. τὸ βάθος διπλασίαζε, ἀποκατάστησον. τὸ βάθος ἡμισίαζε, ἀποκατάστησον. τὸ μῆκος διπλασίαζε, ἀποκατάστησον. τὸν Λάκωνα ἐξέλισσε, ἀποκατάστησον. ἐπίστρεφε, ἀποκατάστησον. ἐπὶ δόρυ περίσπα, ἀποκατάστησον ἢ ἐπικατάστησον, κατὰ τὰ αὐτὰ καὶ ἐπʼ ἀσπίδα. αὗται διὰ βραχέων αἱ τοῦ τακτικοῦ καθηγήσεις, τοῖς μὲν χρωμένοις σωτηρίαν πορίζουσαι, τοῖς δʼ ἐναντίοις κινδύνους ἐπάγουσαι.

然而,通过声音发出的口令必须简明且不含歧义。如果我们把特异性的词语置于属类和共通性的词语之前,便可做到这一点;因为共通性的词语是含混的。例如,我们不会说“转面,向枪侧”,而会说 “向枪侧,转面”,以免由于动作被提前说出,士兵出于焦急而一部分转向这边,另一部分转向那边,而是能整齐划一地动作。同样,我们也不会说“转后,向枪侧”,而会说 “向枪侧,转后”;亦不说 “展开反向对调,按拉哥尼亚式”,而是相反地说 “按拉哥尼亚式,展开反向对调”,以及: “持械集合!”“辎重兵撤出方阵!”“肃静,注意口令!”“拿起装备!”“肩起!”“拉开间距!”“拿起长枪!”“对准纵队!”“对准横排!”“注视队列长!”“排尾兵整直本部纵队!”“保持原初的间距!”“向枪侧转面!”“前进!”“止步保持原状!”“纵深加倍!”“复原!”“纵深减半!”“复原!”“正面宽度加倍!”“复原!”“按拉哥尼亚式展开反向对调!”“复原!”“转向!”“复原!”“向枪侧半周转向!”“复原,或恢复最初状态!”——向盾侧亦依同理操作。 以上便是战术操典的简要训示,它们将为运用者带来安全,却给敌手招致危亡。

语法注3 条
  1. 1210τὰ μὲν φωνῇ, τὰ δὲ διὰ σημείων ὁρατῶν, ἔνια δὲ καὶ διὰ τῆς σάλπιγγος

    此句缺失明确的谓语动词,应根据上下文补足理解为“[口令]部分通过声音……[传达]”。这亦可能反映了抄本文字的脱落,但在句法上可作为省略主谓结构的并列分句(ellipsis)来把握。

  2. 1211εἰ τὰ ἰδικὰ τῶν γενῶν τε καὶ κοινῶν προτάττοιμεν

    属格短语 τῶν γενῶν τε καὶ κοινῶν 伴随动词 προτάττοιμεν(置于……之前),作比较属格(genitive of comparison),意为“将特异性的词语置于属类和共通性的词语之前”。τὰ ἰδικά 为宾格直接宾语。

  3. 1211παράστηθι ἐπὶ τὰ ὅπλα

    希腊军事术语中的程式化口令。ἐπὶ τὰ ὅπλα 指“前往兵器处/武器岗位”,整句为命令士兵整装持械、进入战斗序列的习语表达(即“持械集合”或“各就各位”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0556.tlg001.humanitext-grc2:129-1211